<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:76-78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:76-78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="76"><p>ἵν’ οὖν ὑπάρχῃ τὸ γένος, κἂν πολλὰ τῶν εἰδικῶν βύθια χωρῇ, τὸν ἔλεον ἀνακίρνησιν, ᾧ πρὸς εὐεργεσίας
καὶ τῶν ἀναξίων χρῆται, καὶ οὐ μόνον δικάσας ἐλεεῖ, ἀλλὰ καὶ
<lb n="15"/> ἐλεήσας δικάζει· πρεσβύτερος γὰρ δίκης ὁ ἔλεος παρ’ αὐτῷ ἐστιν ἅτε
τὸν κολάσεως ἄξιον οὐ μετὰ τὴν δίκην, ἀλλὰ πρὸ δίκης εἰδότι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="77"><p><milestone unit="altref" n="17"/> διὰ τοῦτο ἐν ἑτέροις εἴρηται· „ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου
πλῆρες κεράσματος“ (Psalm. 74, 9)· καίτοι τό γε κεκραμένον οὐκ ἄκρατον.
ἀλλ’ ἔχει λόγον ταῦτα φυσικώτατον καὶ τοῖς προειρημένοις ἀκόλουθον·
<lb n="20"/> ὁ γὰρ θεὸς ταῖς δυνάμεσι πρὸς μὲν ἑαυτὸν ἀκράτοις χρῆται, κεκραμέναις
δὲ πρὸς γένεσιν· τὰς γὰρ ἀμιγεῖς θνητὴν ἀμήχανον φύσιν χωρῆσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="78"><p>ἢ νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναι —
<note xml:lang="mul" type="footnote"><lb/>1 ras. ante πάντα Η αὐτοῦ PL ὁ fort. del.
<lb/>2 post σύμπαν add. πλεῖστον H et ἢ τὸ supra scr. Η2 ἀνθρώπων πλῆθος add. Η2, ἀνθρώπων πλείστων P ὑπερβολὴν F
<lb/>3 περιπίπτῃ suspectum, fort. πίπτῃ. παραπίπτῃ vel περιπταίῃ coni. Mang.
<lb/>4 εἰς ἅπαν MAUFP
<lb/>5 τὸν] τῶ Α ὅτι L
<lb/>6 τίνειν MAHP: τίσειν GU, τίσιν F τὸν] τὸ G
<lb/>7 καὶ] γὰρ καὶ PH1
<lb/>8 σοι κύριε F 8.
<lb/>9 γὰρ μὴ βουλῆ θεὸς U, γὰρ μὴ βουληθῆ θεὸς F
<lb/>9 γένει UF: om. ceteri ἐλέους U 
<lb/>10 τὸν] τῶν AUH1 ἄχρι MAUFP: μέχρι GH
<lb/>11 τὸ] ποτὲ UF, τοῦ H2 τὸ] τοῦ H2
<lb/>12 ἵν’ AFP: ἵνα ceteri 12.
<lb/>13 κὰν πολλὰ—εὐεργεσίας om. F 
<lb/>13 τῶν ὄγκων βαθεῖα χωρητὸν G, βαθεία etiam Α εἰδικῶν Maug.: ἰδικῶν codd. ὡς Α
<lb/>14 μόνον οὐ UF ἀλλὰ καὶ UF: ἀλλὰ MG, ἀλλ’ AUP
<lb/>15 δίκης] δικαίου Flur. Laur. τὸ ἔλεος UF ἐστιν om. Flor. Laur.
<lb/>16 δίκην] κρίσιν UF Flor. Laur.
<lb/>17 κυρίου] θεοῦ U
<lb/>18 κεκερασμένον MAU, κερασμένον F τό γε MAHP: γε GU, om. F κεκραμμένον HP
<lb/>20 κέχρηται GUF 20.
<lb/>21 κεκραμμέναις HP
<lb/>22 μὴ om. UF θεάσασθαι conicio</note> <note xml:lang="mul" type="footnote">14—16 Flor. Laur. nr. 1: ὁ θεὸς οὐ δικάσας ἐλεεῖ, ἀλλ’ ἐλεήσας.</note>  

<pb n="v.2.p.74"/>
σβεσθήσεται γὰρ πρότερον ἡ ὄψις μαρμαρυγαῖς τῶν ἀκτίνων ἀμυδρωθεῖσα
ἢ προσβάλλουσα καταλήψεται· καίτοι καὶ ἥλιος ἓν ἦν ἔργον θεοῦ, μοῖρα
οὐρανοῦ, πίλημα αἰθέριον —, τὰς δὲ ἀγενήτους ἄρα δυνάμεις ἐκείνας,
αἳ περὶ αὐτὸν οὖσαι λαμπρότατον φῶς ἀπαστράπτουσιν, ἀκράτους περινοῆσαι
 δύνασθαι;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>