<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:70-72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:70-72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="70"><p><milestone unit="altref" n="15"/> Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν,
τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν,
τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως <lb n="15"/>
οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι
θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“
 (Gen. 6, 8).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="71"><p>τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς
εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου
πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν <lb n="20"/>
ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως
 ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="72"><p>ὁρᾷς
ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι
ἐποίησα αὐτοὺς“ εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς,
ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη <lb n="25"/>
θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου,
ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 βλάστη G
<lb/>2 ἐνέγκῃ om. Α δυσιάτου MAGH2: δυσίατον UFPH1 δὴ] οὖν U
<lb/>3 εἰ] ἢ Α χρώμενος UF ἀνακτήσεσι H1P
<lb/>5 εἰσαγάγοι HP: ἐπαγάγοι MG, ἐπαγάγῃ Α, εἰσάγοι UF μόνως MHP: μόνος ceteri ὁ om. UF
<lb/>6 παρ’ ὃ AU τέως F
<lb/>7 συνυφεῖναι Α 
<lb/>11 τὸ αὐτὸ U, τὸ αὐτοῦ F δι’ αὐτὸ om. HP, δι’ αὐτοῦ UF
<lb/>13 προκαταστήσεσθαι AG 14.
<lb/>15 ἀποροῦμεν A
<lb/>15 ὑπογράφεται GF, ὑπογράφει τε Α νοῦν] νῦν UF, τε νοῦν Α
<lb/>16 τι τοιοῦτον UF τι] ἐστιν ὃ G στῆσαι U 
<lb/>17 δὲ MGF φασι Α
<lb/>19 εὐθυβόλως UF: om. ceteri δὲ ante ἐπὶ add. UF παρόντος UF ἀναγκαιοτάτου Maug.: ἀναγκαιοτάτην τοῦ codd. 
<lb/>20 ὅταν Η
<lb/>23 φυλακῆ GUF
<lb/>24 εἶπον A οὐκ ἀναστροφὴν Α κατὰ ἀντιστροφὴν H2 25.
<lb/>26 προθυμουμένη G
<lb/>27 πηγαὶ G</note>  

<pb n="v.2.p.73"/>
κατορθωμάτων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>