<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:28-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:28-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="28"><p>τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς
ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος.
καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ <lb n="10"/>
δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι
 γνῶμαι συμμετέβαλον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="29"><p>προϊδέσθαι γὰρ ἢ μελλόντων πραγμάτων
συντυχίας ἢ γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς
ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν
<milestone unit="altpage1" n="p. 227 Μ."/>  φθάσας, ἃ τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ
προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν <lb n="16"/>
καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ’ ἡ τῶν
μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν
 θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="30"><p>δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ
τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων <lb n="20"/>
ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. ὁ δὲ θεὸς πατὴρ καὶ τεχνίτης
<note xml:lang="mul" type="footnote"><lb/>1 τελειότητος καὶ om. GUFD
<lb/>2 ἀνημμένος] ἀνειμένος DC, ἀνειληφὼς DR μένων U
<lb/>3 ἐφ’ οἷς D μεταθεὶς D 4.
<lb/>5 εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα D
<lb/>4 τὴν <add>τῶν</add> conicio
<lb/>6 καὶ] εἰ καὶ F
<lb/>6 διατρίψαντες D ἐγκαλεῖν UFD: ἐπικαλεῖν MAGPH1 (prius ἐπιβαλεῖν P), ἐπεγκαλεῖν <lb n="2"/> 
<lb/>7 ὡς] ὥστ’ Turn. γοῦν om. H
<lb/>9 οὐχ ἁψίκορος UF: οὐκ ἁψίκορος ceteri D 
<lb/>10 μὲν om. U ἐπιβαίνειν P1H1
<lb/>11 αἱ om. G 14.
<lb/>15 ὡς ἐναγῆ U 
<lb/>14 αὐγῇ πάντα καθαρά, πάντα ἀρίδηλα DR fol.
<lb/>51 τῶν] τῶν τῆς D
<lb/>15 ἄλλοις] ὀφθαλμοῖς DR
<lb/>16 οἰκείαις] πυκναῖς D οὐδὲν] αὐτοῦ DR, αὐτὰ DC 
<lb/>17 βαίνειν οὐκ ἐᾶ D οὐδὲ ἡ D, οὐ δὴ Α τῶν UFD: om. ceteri 
<lb/>18 συμβατεῖ PH1, συμβάτης Α, συμβατικὴ D 18.
<lb/>19 οὐδὲν θεῶ MDC: οὐδέν ἐστι θεῶ UF, ἐστὶ θεῶ (om. οὐδὲν) AH1P, ἐστὶ θεῶ οὐδέν CH2, θεῶ οὐδέν DR οὖν] οὖν δι’ G2 in ras.
<lb/>20 ἐπιστρατευομένων Α
<lb/>21 ἐπιστήμην F ἀναγκαῖον seclusi δεῖ secl. Cohn θεὸς UFE: om. ceteri</note> <note xml:lang="mul" type="footnote">3—7 DR fol, 125r τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητουμένων: ἀνθρώποις διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οὕτω γοῦν φίλους—ἀπεστράφημεν ὡσεὶ ἐχθροί. 13—18 DR fol. 51r DC fol. 34r: τῶ θεῶ ὡς ἐν 21—63,13 ὁ γὰρ δὴ θεὸς καὶ πατὴρ—ὑφέστηκεν exstant in Epitome Περὶ κόσμου (= Ε) cap. 7, Mang. II p. 608,40—609,9.</note>  

<pb n="v.2.p.63"/>
καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ
μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ,
τοτὲ δὲ μακρῷ διαστήματι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>