<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:22-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:22-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="22"><p>τί γὰρ ἂν ἀσέβημα
<note xml:lang="mul" type="footnote"><lb/>1 αὑτὸ τὸ] ἀπὸ τοῦ Α 1.
<lb/>2 εὐκλεεῖς FL2
<lb/>2 ἀθρόον Α 2.
<lb/>3 τι ἡδονὴν A, τινι ἡδονὴ UF
<lb/>3 μέλλει Α κατολιγωρήσειν GH2: κατολιγώρησιν F, κατ’ ὀλιγώρησιν U, κατολιγωρήσουσι PH1, κατολιγωρήσωσι MA
<lb/>4 ἐκφαύλου AUF Αὐνάν MG: Αὔναν AP, Ἄνναν Η, ὦ ἄν UF ἐκποδὼν ἀνελεῖ scripsi: ἐκποδὼν ἀνέλη UF, ἐκποδών. ἀμέλει MAGH1P, ἐκποδὼν ποιεῖ. ἀμέλει H2, ἐκποδὼν ποιεῖ L 
<lb/>5 αὑτοῖς MH2: αὐτοῖς AH1P, ἑαυτοῖς GUF
<lb/>6 αὑτοῖς MH2: αὐτοῖς ceteri 
<lb/>7 πατρίδι om. Η
<lb/>8 προελθόντι περαιτέρω UF, προελθόντα conicio
<lb/>10 ὧν ἐν ἑκάστω F
<lb/>11 ἑαυτὸν UFH2: σεαυτὸν ceteri
<lb/>12 μὲν] δὲ Α
<lb/>13 ἐπλήσθηναν DR 
<lb/>14 διενοεῖτο GUF καρδίᾳ αὑτοῦ D τὰ] ἐπὶ τὰ FD
<lb/>15 γὰρ ante ὁ add. UF ὁ θεὸς om. UFD
<lb/>16 ἔπλασα UF ἀπὸ] πρὸ F
<lb/>17 γῆς] χθονός UF τινὸς Α ἀνεξετάστων] ἐναγεστάτων FL2
<lb/>19 κατέγνω HL1 αἰτίας fort. del.
<lb/>20 ἠβουλήθη UFD διαφθεῖραι σύμπαν D 20.
<lb/>21 δόξαντες G
<lb/>21 ἐπελαφρύνουσι DR
<lb/>22 αὐτὸν D</note> <note xml:lang="mul" type="footnote">12—61,1 DC fol. 220v τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητημάτων DR fol. 206r τοῦ αὐτοῦ: εἰδώς, φησίν, ὁ θεὸς—τὸν ἄτρεπτον τρέπεσθαι. pergunt p. 61,21</note>  

<pb n="v.2.p.61"/>
 μεῖζον γένοιτο τοῦ ὑπολαμβάνειν τὸν ἄτρεπτον τρέπεσθαι; καίτοι  <milestone unit="altpage2" n="p. 276 M."/> τινῶν
ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν· τοὺς
γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης
ἀγαθὸν εὕρασθαι τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ
<lb n="5"/> στερρότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν
ἐγχειρεῖν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="23"><p><milestone unit="altref" n="6"/> ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦ „σὺ δὲ αὐτοῦ
στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ
ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="24"><p>τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ <lb n="10"/> τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς
φθόγγοις, ἀλλ’ ἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων,
μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν
καὶ τῶν φύσει καλῶν ἁρμονίαν, δι’ ἴσου δ’ αὐτὴν φυλάξαντα κροτεῖν
καὶ ἐπιψάλλειν ἐμμελῶς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>