<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="21"><p>ἴσως τινὲς τῶν ἀνεξετάστων ὑποτοπήσουσι
τὸν νομοθέτην αἰνίττεσθαι, ὅτι ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων
ὁ δημιουργὸς μετέγνω κατιδὼν τὴν ἀσέβειαν αὐτῶν, ἧς χάριν αἰτίας
ἐβουλήθη σύμπαν διαφθεῖραι τὸ γένος. ἀλλ’ ἴστωσαν ὅτι ταῦτα δοξάζοντες <lb n="20"/>
ἐπελαφρίζουσι καὶ ἐπικουφίζουσι τὰ τῶν παλαιῶν ἐκείνων ἁμαρτήματα
 δι’ ὑπερβολὴν τῆς περὶ αὐτοὺς ἀθεότητος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="22"><p>τί γὰρ ἂν ἀσέβημα
<note xml:lang="mul" type="footnote"><lb/>1 αὑτὸ τὸ] ἀπὸ τοῦ Α 1.
<lb/>2 εὐκλεεῖς FL2
<lb/>2 ἀθρόον Α 2.
<lb/>3 τι ἡδονὴν A, τινι ἡδονὴ UF
<lb/>3 μέλλει Α κατολιγωρήσειν GH2: κατολιγώρησιν F, κατ’ ὀλιγώρησιν U, κατολιγωρήσουσι PH1, κατολιγωρήσωσι MA
<lb/>4 ἐκφαύλου AUF Αὐνάν MG: Αὔναν AP, Ἄνναν Η, ὦ ἄν UF ἐκποδὼν ἀνελεῖ scripsi: ἐκποδὼν ἀνέλη UF, ἐκποδών. ἀμέλει MAGH1P, ἐκποδὼν ποιεῖ. ἀμέλει H2, ἐκποδὼν ποιεῖ L 
<lb/>5 αὑτοῖς MH2: αὐτοῖς AH1P, ἑαυτοῖς GUF
<lb/>6 αὑτοῖς MH2: αὐτοῖς ceteri 
<lb/>7 πατρίδι om. Η
<lb/>8 προελθόντι περαιτέρω UF, προελθόντα conicio
<lb/>10 ὧν ἐν ἑκάστω F
<lb/>11 ἑαυτὸν UFH2: σεαυτὸν ceteri
<lb/>12 μὲν] δὲ Α
<lb/>13 ἐπλήσθηναν DR 
<lb/>14 διενοεῖτο GUF καρδίᾳ αὑτοῦ D τὰ] ἐπὶ τὰ FD
<lb/>15 γὰρ ante ὁ add. UF ὁ θεὸς om. UFD
<lb/>16 ἔπλασα UF ἀπὸ] πρὸ F
<lb/>17 γῆς] χθονός UF τινὸς Α ἀνεξετάστων] ἐναγεστάτων FL2
<lb/>19 κατέγνω HL1 αἰτίας fort. del.
<lb/>20 ἠβουλήθη UFD διαφθεῖραι σύμπαν D 20.
<lb/>21 δόξαντες G
<lb/>21 ἐπελαφρύνουσι DR
<lb/>22 αὐτὸν D</note> <note xml:lang="mul" type="footnote">12—61,1 DC fol. 220v τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητημάτων DR fol. 206r τοῦ αὐτοῦ: εἰδώς, φησίν, ὁ θεὸς—τὸν ἄτρεπτον τρέπεσθαι. pergunt p. 61,21</note>  

<pb n="v.2.p.61"/>
 μεῖζον γένοιτο τοῦ ὑπολαμβάνειν τὸν ἄτρεπτον τρέπεσθαι; καίτοι  <milestone unit="altpage2" n="p. 276 M."/> τινῶν
ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν· τοὺς
γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης
ἀγαθὸν εὕρασθαι τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ
<lb n="5"/> στερρότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν
ἐγχειρεῖν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="23"><p><milestone unit="altref" n="6"/> ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦ „σὺ δὲ αὐτοῦ
στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ
ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="24"><p>τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ <lb n="10"/> τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς
φθόγγοις, ἀλλ’ ἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων,
μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν
καὶ τῶν φύσει καλῶν ἁρμονίαν, δι’ ἴσου δ’ αὐτὴν φυλάξαντα κροτεῖν
καὶ ἐπιψάλλειν ἐμμελῶς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="25"><p>ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν <lb n="15"/> ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη,
τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ
τόνοις ἐμμελοῦς φωνῆς, ἀλλ’ ἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων
ἔχει τὸ τέλος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="26"><p>ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης
<lb n="20"/> καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς
ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτ’ ἐνδοιάζεις, ὅτι ὁ
<note xml:lang="mul" type="footnote"><lb/>1 γένοιτο GUFH2D: ἐγένετο MAPH1 τὸν] τὸ UH καίτοι] καί τι P2, καί H1P1 τί τῶν AP2
<lb/>2 μηδὲ UF: μηδὲν AGHP, μὴ M πάντας MUF: ὄντας ceteri 2.
<lb/>3 ἐπαμφοτερίζειν — ἐκ τῆς add. in mg. H2P2
<lb/>4 εὑρέσθαι PH1 
<lb/>5 ἁρμόζουσιν GH2
<lb/>6 τῆς ἠρεμίας P
<lb/>9 τοῦτο γὰρ τὸ θαυμάσιον G θαυμαστὸν UF
<lb/>10 μουσικῶς τὴν ψυχὴν UF
<lb/>11 μὲν τὰ τῶν Α <add>ἀγαθῶν καὶ</add> τῶν τῶν ἐναντίων coni. Mang.
<lb/>12 προσυπερβάλλοντα UH2: πρὸς ὑπερβάλλοντα ceteri
<lb/>13 φύσει καλῶν] φυσικῶν UF διείδουσι δ’ αὐτὴν UF κρούειν GUF
<lb/>14 ἐπιψαύειν mg. Η2 ὀργάνων UF γὰρ καὶ τελεώτατον AGUF
<lb/>15 χειροκμήτων UF: χειροτμήτων ceteri ὅπερ εἰ] οὐ U, εἰ F 
<lb/>16 ἐν κλάσει MHP: ἐγκαλέσει U, ἐν κάλλεσι F, ἐναλάσσει AG, ἐν κράσει coni. Mang. 
<lb/>18 γοῦν] τοίνυν G ἀνθρώπου Η2 πολυκλύδωνα U 19.
<lb/>20 ἐπιστήμης GH2 ἐπιστῆμαι P, ἐπιστήμαις ceteri
<lb/>20 σοφίαις AU
<lb/>21 ὑφιεῖσα Α, ὑφεὶς GU ἀνηνέμῳ G εἶτ’ om. GH2, εἴτε Α ὅτι M, mg. P-: ὅτι εἶ P2: εἰ ceteri ὁ om. F</note> <note xml:lang="mul" type="footnote">21—62,5 ibid.: ὁ γὰρ ἄφθαρτος—συμβαίνειν ἀνάγκη. ὁ δὲ θεὸς οὐκ ἁψίκορος (p. 62,8). ὡς ἐν αὐγῇ γὰρ αὐτῷ καθαρᾷ καθαρὰ DR) πάντα καὶ add. DR) ἀρίδηλα (p. 62,13. 14). DC pergit p. 63,15.</note>  

<pb n="v.2.p.62"/>
ἄφθαρτος καὶ μακάριος καὶ τῶν ἀρετῶν καὶ αὐτῆς τελειότητος καὶ εὐδαιμονίας
ἀνημμένος τὸ κράτος οὐ χρῆται γνώμης μεταβολῇ, μένει
 δὲ ἐφ’ ὧν ἐξ ἀρχῆς ἐβουλεύσατο οὐδὲν αὐτῶν μετατιθείς;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="27"><p>ἀνθρώποις
μὲν οὖν τὸ εὐμετάβολον ἢ διὰ τὴν ἐν αὐτοῖς ἢ διὰ τὴν ἐκτὸς
ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οἷον οὕτως φίλους ἑλόμενοι πολλάκις <lb n="5"/>
καὶ βραχύν τινα αὐτοῖς συνδιατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες
ἀπεστράφημεν, ὡς εἰς ἐχθρῶν ἢ ἀγνουμένων γοῦν τάξιν ἐμβιβάσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="28"><p>τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς
ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος.
καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ <lb n="10"/>
δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι
 γνῶμαι συμμετέβαλον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="29"><p>προϊδέσθαι γὰρ ἢ μελλόντων πραγμάτων
συντυχίας ἢ γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς
ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν
<milestone unit="altpage1" n="p. 227 Μ."/>  φθάσας, ἃ τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ
προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν <lb n="16"/>
καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ’ ἡ τῶν
μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν
 θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="30"><p>δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ
τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων <lb n="20"/>
ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. ὁ δὲ θεὸς πατὴρ καὶ τεχνίτης
<note xml:lang="mul" type="footnote"><lb/>1 τελειότητος καὶ om. GUFD
<lb/>2 ἀνημμένος] ἀνειμένος DC, ἀνειληφὼς DR μένων U
<lb/>3 ἐφ’ οἷς D μεταθεὶς D 4.
<lb/>5 εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα D
<lb/>4 τὴν <add>τῶν</add> conicio
<lb/>6 καὶ] εἰ καὶ F
<lb/>6 διατρίψαντες D ἐγκαλεῖν UFD: ἐπικαλεῖν MAGPH1 (prius ἐπιβαλεῖν P), ἐπεγκαλεῖν <lb n="2"/> 
<lb/>7 ὡς] ὥστ’ Turn. γοῦν om. H
<lb/>9 οὐχ ἁψίκορος UF: οὐκ ἁψίκορος ceteri D 
<lb/>10 μὲν om. U ἐπιβαίνειν P1H1
<lb/>11 αἱ om. G 14.
<lb/>15 ὡς ἐναγῆ U 
<lb/>14 αὐγῇ πάντα καθαρά, πάντα ἀρίδηλα DR fol.
<lb/>51 τῶν] τῶν τῆς D
<lb/>15 ἄλλοις] ὀφθαλμοῖς DR
<lb/>16 οἰκείαις] πυκναῖς D οὐδὲν] αὐτοῦ DR, αὐτὰ DC 
<lb/>17 βαίνειν οὐκ ἐᾶ D οὐδὲ ἡ D, οὐ δὴ Α τῶν UFD: om. ceteri 
<lb/>18 συμβατεῖ PH1, συμβάτης Α, συμβατικὴ D 18.
<lb/>19 οὐδὲν θεῶ MDC: οὐδέν ἐστι θεῶ UF, ἐστὶ θεῶ (om. οὐδὲν) AH1P, ἐστὶ θεῶ οὐδέν CH2, θεῶ οὐδέν DR οὖν] οὖν δι’ G2 in ras.
<lb/>20 ἐπιστρατευομένων Α
<lb/>21 ἐπιστήμην F ἀναγκαῖον seclusi δεῖ secl. Cohn θεὸς UFE: om. ceteri</note> <note xml:lang="mul" type="footnote">3—7 DR fol, 125r τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητουμένων: ἀνθρώποις διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οὕτω γοῦν φίλους—ἀπεστράφημεν ὡσεὶ ἐχθροί. 13—18 DR fol. 51r DC fol. 34r: τῶ θεῶ ὡς ἐν 21—63,13 ὁ γὰρ δὴ θεὸς καὶ πατὴρ—ὑφέστηκεν exstant in Epitome Περὶ κόσμου (= Ε) cap. 7, Mang. II p. 608,40—609,9.</note>  

<pb n="v.2.p.63"/>
καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ
μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ,
τοτὲ δὲ μακρῷ διαστήματι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="31"><p>δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ — πατὴρ δὲ χρόνου κόσμος — τὴν κίνησιν αὐτοῦ
<lb n="5"/> γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον.
ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ
πρεσβύτερον [οὐδένα εἶπε] — νοητὸς δ’ ἐκεῖνος — πρεσβείων ἀξιώσας παρ’
ἑαυτῷ καταμένειν διενοήθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="32"><p>οὗτος οὖν ὁ νεώτερος υἱὸς ὁ αἰσθητὸς κινηθεὶς τὴν χρόνου φύσιν ἀναλάμψαι καὶ ἀνασχεῖν ἐποίησεν· ὥστε
<lb n="10"/> οὐδὲν παρὰ θεῷ μέλλον τῷ καὶ τὰ τῶν χρόνων ὑπηγμένῳ πέρατα. καὶ
γὰρ οὐ χρόνος, ἀλλὰ τὸ ἀρχέτυπον τοῦ χρόνου καὶ παράδειγμα αἰὼν ὁ
βίος ἐστὶν αὐτοῦ· ἐν αἰῶνι δὲ οὔτε παρελήλυθεν οὐδὲν οὔτε μέλλει,
ἀλλὰ μόνον ὑφέστηκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="33"><p><milestone unit="altref" n="7"/> Ἱκανῶς οὖν διειλεγμένοι περὶ τοῦ μὴ χρῆσθαι μετανοίᾳ τὸ <lb n="15"/> ὂν ἀκολούθως ἀποδώσομεν, τί ἐστι τὸ „ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε
τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη“ (Gen. 6,6).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="34"><p>ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον,
βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος
ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν
<lb n="20"/> τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 βραχὺ Η
<lb/>3 ὁ θεός GUFE
<lb/>4 κόσμος χρόνου UFE τὴν αὐτοῦ κίνησιν E ἑαυτοῦ G, αὑτοῦ Η2, αὐτὴν P
<lb/>5 ὥστε υἱωνοῦ—ἐποίησεν om. Ε 
<lb/>6 γὰρ post τὸν] δὲ L
<lb/>7 τούτου ante οὐδένα add. HP οὐδένα εἶπε seclusi οὐδένα] ἰδέαν coni. Mang. δ’ ante ἀξιώσας add. H2 ἀξιωθεὶς U
<lb/>8 καταμένει F alterum ὁ om. G
<lb/>9 κίνησιν τοῦ χρόνου F ἀνίσχειν UF ὥστ’ P
<lb/>10 τῷ θεῶ G μᾶλλον G1 τῷ καὶ] τῶν κατὰ G, τῷ κατὰ FL2 τῶ χρόνω H1P, τὸν χρόνον F ὑπηγμένω UFH2: ὑπηγμένα MAH1P, om. G περάτων G2
<lb/>11 οὐ] ὁ P αἰών Turn.: δι’ ὦν codd. 11.
<lb/>12 δι’ ὧν—αὐτῶν om. E
<lb/>12 αὐτῶν ἐστιν U αὐτοῦ Mang.: αὐτῶν codd. 
<lb/>14 διαλεχθέντες UF 14.
<lb/>15 μετανοία τῶν ἀκολούθων μεταδώσομεν UF
<lb/>15 ἔστιν ὅτι ἐνεθυμήθη UF
<lb/>16 ἐπὶ τῆς γῆς G2UFD: ἀπὸ τῆς γῆς G1, om. MAHP 
<lb/>17 ἀποκειμένην UF
<lb/>18 βεβαιοτάτας UF: βεβαιότητα τὰς MGPH1D, βεβαιοτάτην τἀς AH2 ὁ] γὰρ ὁ D καὶ χρώμενος om. D
<lb/>19 αὐτοῦ UFD τὰ] καὶ τὰ D μὴ om. U λείποντα MAGPD: λιπόντα UFH 
<lb/>19 τὴν om. D
<lb/>20 θεαρχίας D ἕνεκα om. D 20.
<lb/>21 λειποτακτῶν codd.</note> <note xml:lang="lat" type="footnote"><lb/>11 cf. Platonis Timaeum p.
<lb/>37 D</note> <note xml:lang="mul" type="footnote">15—64,1 DC (cf. ad p. 61,21): τί οὑν ἐστι τὸ ἐνεθυμήθη—μετέρχεται δίκῃ.</note>  

<pb n="v.2.p.64"/>
 λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="35"><p>τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο
ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ
ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν
<milestone unit="altpage1" n="p. 278 Μ."/>  εἰργάζετο· ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό· ἄρχεται μὲν γὰρ
ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας <lb n="5"/>
ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ
 πρῶτον ὡρμήθη·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="36"><p>ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ
δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἁπάντων
κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="37"><p><milestone unit="altref" n="8"/> τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς κερασάμενος αὐτὴν <lb n="10"/>
ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς.
καὶ γὰρ τρέφεται τροφῆς ὄντα χρεῖα, τεκμήριον δέ· τὰ μὴ ἀρδόμενα
φθίνει καὶ ἀφαυαίνεται, ὥσπερ αὖ τὰ ποτιζόμενα ἐμφανῶς αὔξεται· τὰ
γὰρ τέως διὰ βραχύτητα χαμαίζηλα ἐξαίφνης ἀναδραμόντα ἔρνη γίνεται
 περιμηκέστατα. τί χρὴ λέγειν περὶ μεταβολῆς αὐτῶν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="38"><p>ταῖς μὲν γὰρ <lb n="15"/>
χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε
ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν
τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται
τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα
οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς <lb n="20"/>
 τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="39"><p>γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς
καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐνεδύσατο ΑΗ, ἐνεδύσαντο E
<lb/>2 ἕξιν UE φύσιν UE ψυχὴν Ε δὲ καὶ λογικὴ UF λογικὴν ψυχὴν E λίθον ΜΗ1Ρ
<lb/>3 ξύλον 2 τῆ συμφυία Α, τῆς συμφωνίας b
<lb/>4 εἰργάσατο HPE ἡ] εἰ Α
<lb/>7 ante ἕξεως add. φυτῶν δυνάμεις τρεῖς, θρεπτική, αὐξητική, μεταβλητική MAGHP δίαυλος] διάβολος U 7—10 ἄφθαρτος—δείκνυνται om. E
<lb/>8 μιμούμενοι 8.
<lb/>9 τοῖς ἀπανταχοῦ τῆς οἰκουμένης θεάτροις conicio
<lb/>8 ἀνθρώποις οἱ πάντων UF κοινοῖς ἀπάντων G
<lb/>10 κερασάμενοι Α
<lb/>11 θρεπτικῆς τε καὶ γεννητικῆς Ε, καὶ αὐξητικῆς om. UF
<lb/>12 χρείας Α post δὲ add. ὅτι Η2
<lb/>13 καὶ] καὶ μὴν Α ἀφαυαίνεται—ποτιζόμενα om. Α ὥσπερ—ποτιζόμενα om. UF, qui καὶ μὴν addunt καὶ μὴν καὶ F2) αὐτὰ GHP ποτιζόμενα] spat.
<lb/>8 litt. 
<lb/>14 τέως om. U βραδυτῆτα G ἔρνη om. Α
<lb/>15 τί om. G τί—αὐτῶν om. UF
<lb/>16 χεῖται M: κεῖται AGFHP, κεῖνται U
<lb/>17 γεηπόνων ὀφθαλμῶν Α
<lb/>18 φύσεις G ἐσφράγισται L2
<lb/>19 συνειλεγμένης G 
<lb/>22 βάθους G</note> <note xml:lang="mul" type="footnote">1—11 exstant in E cap. 4, Mang. II 606,10—23: ἀλλ’ ἐπαναλαβόντες τὸν λόγον χάριν εἴπωμεν ὅτι τῶν σωμάτων τὰ μὲν—θρεπτικῆς τε καὶ γεννητικῆς. pergit E p. 65,9</note>  

<pb n="v.2.p.65"/>
τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει,
ὧν δ’ ἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας,
οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθ’ ὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα
μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς
<lb n="5"/> ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα ἢ τὸν καρπὸν τελεσφορηθῆναι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="40"><p>τελεσφορεῖται δὲ ὁ πεπανθεὶς ἄκρως, ἡνίκα, κἂν μηδεὶς δρέπηται, τῆς συμφυΐας αὐτὸς ἐπείγεται διαζεύγνυσθαι ἅτε μηκέτι
τροφῶν τῶν ἀπὸ τῆς τεκούσης δεόμενος, ἱκανὸς δ’ ὤν, εἰ χώρας
ἀγαθῆς ἐπιλάχοι, σπείρειν καὶ γεννᾶν ὅμοια τοῖς φυτεύσασι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>