<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:163-165</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:163-165</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="163"><p>παρὰ μέν γε τοῖς <lb n="15"/>
προπετῶς ζῶσι τὸ μὲν θράσος δεξιόν, ἀριστερὸν δὲ ἡ δειλία, παρὰ δὲ
τοῖς ἀνελευθέροις περὶ χρημάτων <milestone unit="altpage1" n="p. 297 M."/>  διοίκησιν δεξιὸν μὲν ἡ φειδωλία,
εὐώνυμον δὲ αἱ ἀνειμέναι δαπάναι· καὶ ὅσοι μέντοι ἐν τῷ λογίζεσθαι
περιττοί, κρίνουσι τὸ μὲν πανοῦργον αἱρετόν, τὸ δὲ εὐηθικὸν φευκτόν·
καὶ δεισιδαιμονίαν μὲν ὡς δεξιὸν ἄλλοι μεταδιώκουσιν, ἀποδιδράσκουσι <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="164"><p> δ’ ὡς φευκτὸν ἀσέβειαν. <milestone unit="altref" n="35"/> ἵνα οὖν μὴ ταῖς μαχομέναις κακίαις
ἀναγκασθῶμεν ἐκτρεπόμενοι χρῆσθαι, τὴν μέσην ὁδὸν εὐθύνειν βουλώμεθά
τε καὶ εὐχώμεθα· μέση δὲ θράσους μὲν καὶ δειλίας ἀνδρεία,
ῥᾳθυμίας δὲ ἐκκεχυμένης καὶ φειδωλίας ἀνελευθέρου σωφροσύνη,
πανουργίας τε αὖ καὶ μωρίας φρόνησις, καὶ μὴν δεισιδαιμονίας καὶ <lb n="25"/>
 ἀσεβείας εὐσέβεια.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="165"><p>αὗται μέσαι τῶν παρ’ ἑκάτερα ἐκτροπῶν εἰσι, βάσιμοι
<note xml:lang="mul" type="footnote"><lb/>1 ἃς post πόσεις add. UFL2 1.
<lb/>2 bis ποτὲ A
<lb/>1 ὃν] ὧν A
<lb/>2 τοτὲ δὲ καὶ] spatium
<lb/>4 litt. in U, τοτὲ δὲ F καὶ τοῦ] καὶ UF
<lb/>3 τιθείς] τάττων UF 
<lb/>4 ὁδῶ GUFH2: om. MAH1P
<lb/>5 ἦς] ἦ P οὐδεὶς UF
<lb/>6 ταύτη U μικρὸν P 
<lb/>7 ἱκέτισι] εἰ καί τισι AU (εἰ et αι in ras. A) ἀγένητον MGF: ἀγέννητον ΑUHP γίγνεται F
<lb/>10 οὐ post εὐτέλειαν add. G Ἁβραὰμ HP ἐγγίσας UF: ἔγγιστα ceteri
<lb/>11 ἑαυτὸν UF: ἑαυτὸν ποιήσας ceteri καὶ] τε καὶ UF
<lb/>12 μήτε] μήτε δὲ AGPH1
<lb/>13 προΐτωσαν Richter: προσίτωσαν UF, προσιέτωσαν ceteri 
<lb/>14 εἰς om. HP1, πρὸς v ἐκλείψεις UF ἐχούσαις AGUF
<lb/>15 γε] γὰρ conicio
<lb/>16 ἡ om. P δὲ om. F
<lb/>18 ἐν τῷ] περὶ τὸ GH2 
<lb/>19 prius τὸ] τὸν F τὸν δὲ εὐήθη ψεκτόν UF
<lb/>21 εὐσέβειαν MGUFP1 δεχομέναις A 22.
<lb/>33 βουλόμεθα et εὐχόμεθα MG
<lb/>23 θάρσους UF μὲν MA: om. ceteri
<lb/>25 δὲ αὗ καὶ ἀφροσύνης φρόνησις UF μὴν om. H, μνήμη UFL2 ante postremum καὶ add. δὶ v, γε Richter</note>  

<pb n="v.2.p.91"/>
καὶ λεωφόροι ὁδοὶ πᾶσαι, αἷς οὐ θέμις ὀργάνοις σωματικοῖς ἀλλὰ ψυχῆς
κινήσεσιν ἐφιεμένης τοῦ ἀρίστου συνεχῶς ἐμπεριπατεῖν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>