<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:148-150</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:148-150</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="148"><p><milestone unit="altref" n="32"/> ἀλλ’ οὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ  Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ  <milestone unit="altpage2" n="p. 295 M."/> καὶ ὅλῳ ἔθνει
πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἡ ἑκάστου
<lb n="25"/> ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων
<note xml:lang="mul" type="footnote"><lb/>2 ὅπερ] ὥσπερ F
<lb/>3 ἑρμηνευθεὶς G
<lb/>4 τῆς πάσης GUFH2: πάσης MAH1P 
<lb/>6 οὐ ante δι’ ἀγρῶν add. UF 6.
<lb/>7 ἀγρῶν καὶ ἀμπελώνων G
<lb/>7 σου om. UF βασιλικῇ] τοῦ βασιλέως UF 8.
<lb/>9 δεξιὰν καὶ ἀριστεράν, ἕως παρέλθωμεν ὅριόν σου UF
<lb/>8 οὐδὲ] ἢ G διελεύσῃ scripsi: παρελεύσῃ codd. 9.
<lb/>10 εἰ δὲ μή, ἐξελεύσομαι εἰς συνάντησίν σου UF
<lb/>10 ἐξελεύσομαι UF: διεξελεύσομαι ceteri σοι] σου G
<lb/>11 οἱ MGFH2: om. AUH1P 11—13 καὶ ἐὰν πίωμεν, ἐγώ τε καὶ τὰ κτήνη μου, ἀργύριον δώσω σοι· πλὴν παρελεύσομαι ἐν γῆ μου. ὁ δὲ κτλ. UF
<lb/>12 τιμήν σοι conicio τε om. Η παρελευσόμεθα scripsi: διελευσόμεθα codd.
<lb/>14 λόγος ἔχει τινὰ F
<lb/>15 ἀποδιδόντα G
<lb/>16 πόσων F 
<lb/>17 αὐχήσαντα ἐπάγγελμα F Ὀλυμπιακὸν GP: ’Oλυμπικὸν MAUH, Ὀλύμπιον F 
<lb/>18 ἐστεφάνωσαι Α: ἐστεφανῶσθαι ceteri
<lb/>20 θαυμασιώτερος F
<lb/>21 ἀκονητὶ AG 
<lb/>23 Μωυσῆ UF: Μωσεῖ MAHP, Μωσῆ G ἀναδειχθέντι UF, ἀναδιχθέντι L</note> <note xml:lang="mul" type="footnote"><lb/>17 cf. Cic. Tusc. V 91, Laert. Diog. ΙΙ 25, Epicurea p. 296,21.</note>  

<pb n="v.2.p.88"/>
ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμ — ὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ
 πάντα γήινα — λέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="149"><p>ὢ
ὑπερφυεστάτης καὶ μεγαλοπρεποῦς ὑποσχέσεως. πάντα, εἴπατέ μοι,
ὑπερβῆναι παρελθεῖν παραδραμεῖν τὰ φαινόμενα καὶ νομιζόμενα γῆς
[ὄντα] ἀγαθὰ δυνήσεσθε; καὶ οὐδὲν ἄρα τὴν εἰς τὸ πρόσω ὑμῶν
 ὁρμὴν ἀντιβιασάμενον ἐφέξει καὶ στήσει;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="150"><p>ἀλλὰ τοὺς μὲν τοῦ πλούτου
θησαυροὺς ἅπαντας ἑξῆς πλήρεις ἰδόντες ἀποστραφήσεσθε καὶ ἀποκλινεῖτε
τὰς ὄψεις, τὰ δὲ τῶν προγόνων ἀξιώματα τῶν πρὸς πατρὸς καὶ μητρὸς
καὶ τὰς ᾀδομένας παρὰ τοῖς πολλοῖς εὐγενείας ὑπερκύψετε; δόξαν δὲ,
ἧς ἀντικαταλλάττονται πάντα ἄνθρωποι, κατόπιν ὥσπερ τι τῶν ἀτιμοτάτων <lb n="10"/>
ἀπολείψετε; τί δέ; ὑγείαν σώματος καὶ αἰσθήσεων ἀκρίβειαν καὶ
κάλλος περιμάχητον καὶ ῥώμην ἀνανταγώνιστον καὶ τἄλλα ὅσοις ὁ τῆς
ψυχῆς οἶκος ἢ τύμβος ἢ ὁτιοῦν χρὴ καλεῖν κεκόσμηται παραδραμεῖσθε,
 ὡς μηδὲν αὐτῶν κατατάξαι ἐν τῇ τῶν ἀγαθῶν μερίδι;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>