<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:121-140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:121-140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="121"><p>διὰ τοῦτό μοι δοκεῖ τὸν τύπον
αὐτοῦ καὶ τὴν ἀκριβεστάτην τοῦ χαρακτῆρος ἰδέαν βουλόμενος ἐκδηλοτέραν
ἐγγράψαι ποιμαίνοντα εἰσάγειν μετὰ γνησίου μὲν οὐδενός, μετὰ
δὲ τῶν νόθων ἀδελφῶν, οἳ παλλακίδων ὄντες ἀπὸ τοῦ χείρονος γένους,
τοῦ πρὸς γυναικῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ κρείττονος, τοῦ πρὸς ἀνδρῶν, <lb n="10"/>
χρηματίζουσιν· υἱοὶ γὰρ τῶν γυναικῶν Βαλλᾶς καὶ Ζελφᾶς, ἀλλ’ οὐκ
Ἰσραὴλ τοῦ πατρὸς νυνὶ καλοῦνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="122"><p><milestone unit="altref" n="26"/> Ζητήσαι δ’ ἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν <note xml:lang="mul" type="marginal">p. 291 Μ.</note>
ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτι „ἐφθάρη ἡ γῆ
ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας“ (Gen. 6,11). ἀλλ’ ἴσως οὐ <lb n="15"/>
 χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="123"><p>λεκτέον οὖν
ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως
φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν,
ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ
νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτι „ἐὰν ἀνατείλῃ χρὼς ζῶν <lb n="20"/>
 ἐν τῷ λεπρῷ, μιανθήσεται“ (Lev. 13,14.15).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="124"><p>καὶ προσεπισφίγγων αὐτὸ
τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ
ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι
τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ
ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι. <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 θνητὰς] κενὰς HP
<lb/>2 αὐτοῦ MGPH1L εὐθὺς UF: εὐθέως G, om. ceteri
<lb/>3 ἔτι] ἀεὶ UF
<lb/>4 ἣν corr. in ἧ Α, ἢ habet mg. P 
<lb/>4 Μωυσέως U: Μωυσέος G, Μωσέως MAFP, Μωσέος H
<lb/>5 κατεπασθέντες UF ἑαυταῖς G
<lb/>8 γράψαι UF, ἀναγράψαι coni. Mang. εἰσάγειν Turn.: εἰσάγει codd.
<lb/>9 τῶν om. Α
<lb/>10 ἀλλὰ κἀπὸ τοῦ U
<lb/>11 βελλᾶς U
<lb/>12 νῦν UF
<lb/>14 ἀρεταῖς om. U post ταῖς ἀρεταῖς add. ταῖς L2
<lb/>16 τῷ] τὸ Α ἀπείρου Α, ἀμοίρῳ U
<lb/>18 ὁ θάνατος U, ras. ante θάνατος F
<lb/>19 ἐλλάμψαντος UF τὸ om. UF 
<lb/>20 διήρηται G ζῶον Α
<lb/>21 προσεπισφραγίζων (immo προσεπισφραγιζόμενος) coni. Mang.
<lb/>22 ὥσπερ ἀποσειόμενος F post μιανεῖ add. αὐτὸν ex LXX Mang. 22.
<lb/>23 χρὼς ὁ λεπρὸς τὸν χρῶτα τὸν ὑγιῆ UF
<lb/>23 ἀντιδιαταττόμενος G2, αὐτὸν διαταττόμενος G1, ἀντιδιαστελλόμενος UF
<lb/>24 supra νοσοῦντα scripsit ἥτις G2 
<lb/>25 ἀλλ’ οὐ σωτήρια F</note>  

<pb n="v.2.p.83"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="125"><p>καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν
μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα
ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="126"><p>οὗτος ὅταν ἀνάσχῃ, <lb n="5"/> κατάλογον ποιεῖται τῶν ἁμαρτημάτων αὐτῆς ἁπάντων, καὶ ὀνειδίζων καὶ
δυσωπῶν καὶ ἐπιπλήττων μόλις παύεται· ἡ δ’ ἐλεγχομένη γνωρίζει τὰ
καθ’ ἕκαστα, ὧν παρὰ τὸν ὀρθὸν λόγον ἐπετήδευε, καὶ τότε ἄφρονα καὶ
ἀκόλαστον καὶ ἄδικον καὶ πλήρη μιασμάτων ἑαυτὴν καταλαμβάνει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="127"><p><milestone unit="altref" n="27"/> διὸ καὶ παραδοξότατον νόμον ἀναγράφει, ἐν ᾧ τὸν μὲν ἐκ μέρους <lb n="10"/> ὄντα λεπρὸν ἀκάθαρτον, τὸν δὲ ὅλον δι’ ὅλων ἀπὸ ἄκρων ποδῶν ἄχρι
κεφαλῆς ἐσχάτης κατεσχημένον τῇ λέπρᾳ καθαρόν φησιν εἶναι (Lev.
13,11-13), τάχα ἄν τινος τὸ ἐναντίον, ὅπερ εὔλογον ἦν ὑπολαβεῖν,
εἰκάσαντος, τὴν μὲν ἐσταλμένην καὶ περί τι βραχὺ τοῦ σώματος λέπραν
ἧττον ἀκάθαρτον, τὴν δὲ κεχυμένην, ὡς ἅπαν περιλαβεῖν αὐτό, μᾶλλον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="128"><p><lb n="15"/> δηλοῖ δ’, ὡς ἔμοιγε φαίνεται, διὰ συμβόλων τούτων ἀληθέστατον ἐκεῖνο, ὅτι τὰ μὲν ἀκούσια τῶν ἀδικημάτων κἂν ἐπιμήκιστα ὄντα ἀνυπαίτια
καὶ καθαρά, τὸ συνειδὸς βαρὺν κατήγορον οὐκ ἔχοντα, τὰ δὲ ἑκούσια,
κἂν μὴ ἐπὶ πλεῖστον ἀναχέηται πρὸς τοῦ κατὰ ψυχὴν ἐλεγχόμενα
 δικαστοῦ, ἀνίερα καὶ μιαρὰ καὶ ἀκάθαρτα  <milestone unit="altpage2" n="p. 292 M."/> δοκιμάζεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="129"><p>ἡ μὲν οὖν <lb n="20"/> διφυὴς καὶ δύο ἐξανθοῦσα χρώματα λέπρα τὴν ἑκούσιον ἐμφαίνει
κακίαν· ἔχουσα γὰρ ἡ ψυχὴ τὸν ὑγιαίνοντα καὶ ζωτικὸν καὶ ὀρθὸν ἐν
ἑαυτῇ λόγον τῷ μὲν οὐ χρῆται ὡς κυβερνήτῃ πρὸς τὴν τῶν καλῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἅπασιν ὁ (om. τὴν σοφίαν) UF τοῦτ’ Α
<lb/>2 τοῦ] τῶ Η2 post καθαρεύειν add. τὰ ἄλλα G2
<lb/>4 φαινόμενον Α (sed ν in ras.) GUH: φαινόμενος MFPL 
<lb/>5 ποιεῖσθαι H πάντων HP
<lb/>7 ἕκαστον, ἆ conicio ἐπετήδευσε Α
<lb/>8 αὐτὴν F
<lb/>9 τὸν] τὸ F
<lb/>10 λεπρὸν GUF: λεπρὸν καὶ ceteti supra ἀκάθαρτον scripsit λέγει G2 ἀπ’ UF 10.
<lb/>11 ἄκρας κεφαλῆς ἄχρι ποδῶν ἐσχάτων conicio ἄχρι] μέχρι HP
<lb/>11 κατισχημένον AF
<lb/>12 τῶν ἐναντίων U ὑπολαμβάνειν G
<lb/>13 εἰκάσαντας MA καὶ vid. del.
<lb/>14 ἅπαντα G περιλαμβάνειν UF
<lb/>16 κἀν MAP: καὶ GUFH ἐπὶ μήκιστον ἰόντα conicio 
<lb/>18 καὶ ἄν Η ἐλεγχόμενα] ἐνδεχομένου U, ἐνδεχόμενα F
<lb/>19 ἀνίερα MAUFP ε corr. P): ἀνιαρὰ GH1, ἀνίατα Η2 δοκιμάζεται] δικάζεται coni. Mang.
<lb/>22 λόγον ἑαυτῇ (om. ἐν) U, λόγον ἐν αὐτὴ F ἑαυτῇ MAGU: αὐτὴ FHP</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. Origenes Hom. VIII,
<lb/>6 in Levit. p.232: de hoc quidam etiam ante me dixerunt per colorem vivum indicari rationem vitae quae in homine est; qua nondum in anima posita si quid illic peccati fiat, reputatur pro eo quod videatur nondum rationis capax esse is qui delinquit. cum autem ratio in eo locum ac tempus invenerit, si quid iam contra rationem agat, videri eum iure culpabilem.</note>  

<pb n="v.2.p.84"/>
σωτηρίαν, ἐκδοῦσα δ’ αὑτὴν τοῖς ναυτιλίας ἀπείροις ὅλον τὸ τοῦ βίου
 δὴ σκάφος ἐν εὐδίᾳ καὶ γαλήνῃ δυνάμενον σῴζεσθαι περιέτρεψεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="130"><p>ἡ δ’
εἰς ἓν εἶδος λευκὸν μεταβαλοῦσα τὴν ἀκούσιον διασυνίστησι τροπήν,
ἐπειδὰν τὸ λογίζεσθαι ὁ νοῦς ἐκτμηθεὶς ὅλον δι’ ὅλων, μηδενὸς τῶν
εἰς τὸ συνιέναι σπέρματος ὑπολειφθέντος, ὥσπερ οἱ ἐν ἀχλύι καὶ σκότῳ <lb n="5"/>
βαθεῖ μηδὲν ὁρᾷ τῶν πρακτέων, ἀλλ’ οἷα τυφλὸς ἀπροοράτως πᾶσιν
ἐμπίπτων συνεχεῖς ὀλίσθους καὶ πτώματα ἐπάλληλα καὶ ἀκούσια
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="131"><p> ὑπομένῃ. <milestone unit="altref" n="28"/> τούτῳ <add>δ’</add> ὅμοιόν ἐστι καὶ τὸ περὶ τῆς οἰκίας διάταγμα,
ἐν ᾗ γίνεσθαι συμβαίνει λέπραν πολλάκις· φησὶ γὰρ ὅτι „ἐὰν γένηται
ἁφὴ λέπρας ἐν οἰκίᾳ, ἀφίξεται ὁ κεκτημένος καὶ ἀναγγελεῖ τῷ ἱερεῖ <lb n="10"/>
λέγων· ὥσπερ ἁφὴ λέπρας ἑώραταί μοι ἐν τῇ οἰκίᾳ“· εἶτα ἐπιφέρει·
„καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθόντα
τὸν ἱερέα εἰς τὴν οἰκίαν ἰδεῖν, καὶ οὐ γενήσεται ἀκάθαρτα ὅσα ἐν τῇ
οἰκίᾳ. καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν“ (Lev.
 14,34—36).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="132"><p>οὐκοῦν πρὶν μὲν εἰσελθεῖν τὸν ἱερέα, καθαρὰ τὰ ἐν τῇ <lb n="15"/>
οἰκίᾳ, ἀφ’ οὗ δ’ ἂν εἰσέλθῃ, πάντα ἀκάθαρτα· καίτοι τοὐναντίον εἰκὸς
ἦν, ἀνδρὸς κεκαθαρμένου καὶ τελείου, ὃς τὰς ὑπὲρ ἁπάντων εὐχὰς
ἁγιστείας ἱερουργίας εἴωθε ποιεῖσθαι, παρελθόντος εἴσω βελτιοῦσθαι τὰ
ἔνδον καὶ ἐξ ἀκαθάρτων καθαρὰ γίνεσθαι· νυνὶ δὲ οὐδὲ ἐπὶ τῆς αὐτῆς
μένει χώρας, τρέπεται δὲ πρὸς μερίδα τὴν χείρω κατὰ τὴν εἴσοδον τὴν <lb n="20"/>
 τοῦ ἱερέως.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="133"><p>ἀλλὰ ταῦτα μὲν εἰ συνᾴδει τῇ ῥητῇ καὶ προχείρῳ διατάξει,
σκέψονται οἷς ἔθος καὶ φίλον· ἡμῖν δὲ ἄντικρυς λεκτέον, ὅτι συνῳδὸν
οὕτως οὐδὲν ἄλλο ἄλλῳ, ὡς τὸ εἰσελθόντος τοῦ ἱερέως τὰ κατὰ τὴν
 οἰκίαν μιαίνεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="134"><p>ἕως μὲν γὰρ ὁ θεῖος λόγος εἰς τὴν ψυχὴν ἡμῶν
καθάπερ τινὰ ἑστίαν οὐκ ἀφῖκται, πάντα αὐτῆς τὰ ἔργα ἀνυπαίτια· ὁ <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 αὐτὴν codd. τοῖς] τῆς U
<lb/>2 δυνάμενος Α
<lb/>3 μεταβάλλουσα Α διασυνίστησι GH2: μετασυνίστησι ceteri
<lb/>5 οἱ MGHP: ὁ MUF
<lb/>6 ἀπροσιάτως P
<lb/>7 πτώματα F: ἐκπτώματα ceteri S ὑπομένῃ scripsi: ὑπομένει codd. δ’ addidit Cohn 10.
<lb/>11 ἱερεῖ· ὡς ἁφὴ λέπρας ὡράθη ἐν τῶ οἴκω μου UF
<lb/>11 ἑώραται GH: ὡράθη MUF, ὁρᾶται Α, αἰωρᾶται P 12—14 καὶ προστάξει—καταμαθεῖν] καὶ ἐντελεῖται ὁ ἱερεὺς καὶ ἀποσκευάσουσι πρὶν ἐλθεῖν τὸν ἱερέα, καὶ οὐ μὴ (μὴ om. F) μιανθήσεται ἀκάθαρτα ὅσα ἐν τῶ οἴκω. καὶ μετὰ εἰσελεύσεται ὁ ἱερεὺς τοῦ ἰδεῖν UF
<lb/>12 καὶ] εἰ Α εἰσελθεῖν Α
<lb/>13 καὶ GUFH2: om. MAH1P post γενήσεται add. καὶ οὑ μιανθήσεται mg. L2
<lb/>15 μὲν om. HP
<lb/>17 ἐκκεκαθαρμένου HP
<lb/>18 ἁγίας ἁγιστείας G
<lb/>19 ἔνδον Mang.: ὄντα codd. γίγνεσθαι UF οὐδὲ F: οὐδὲν U, οὔτε ceteri
<lb/>20 μένει om. H1P τὴν tertium om. AF, τῆς G1
<lb/>22 δέ om. L
<lb/>23 οὐδὲν ἄλλο ἄλλω M: ἄλλο οὐδὲν ἄλλω UF, οὐδέν ἄλλω AGH2, οὐδέν ἄλλο H1P
<lb/>25 ἀφίκηται U, ἀφίκεται F</note>  

<pb n="v.2.p.85"/>
γὰρ ἐπίτροπος ἢ πατὴρ ἢ διδάσκαλος ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τὸν
ἱερέα, ὑφ’ οὗ νουθετηθῆναι καὶ σωφρονισθῆναι μόνου δυνατόν, μακρὰν
ἀφέστηκε. Συγγνώμη δὲ τοῖς δι’ ἀμαθίαν ἀπειρίᾳ τῶν πρακτέων
ἁμαρτάνουσιν· οὐδὲ γὰρ ὡς ἁμαρτημάτων αὐτῶν ποιοῦνται κατάληψιν,
<lb n="5"/> ἔστι δ’ ὅτε κατορθοῦν ἐν οἷς πταίουσι μεγάλα νομίζουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="135"><p>ὅταν δὲ  εἰσέλθῃ ὁ ἱερεὺς ὄντως ἔλεγχος εἰς ἡμᾶς ὥσπερ φωτός τις αὐγὴ  <milestone unit="altpage2" n="p. 293 M."/> καθαρωτάτη,
τηνικαῦτα γνωρίζομεν τὰ ἐναποκείμενα ἡμῶν οὐκ εὐαγῆ τῇ
ψυχῇ βουλεύματα καὶ τὰς ἐπιλήπτους καὶ ὑπαιτίους πράξεις, αἷς ἀγνοίᾳ
τῶν συμφερόντων ἐνεχειροῦμεν. ταῦτ’ οὖν ἅπαντα ὁ ἱερώμενος ἔλεγχος
<lb n="10"/> μιάνας, ἀποσκευασθῆναι καὶ ἀποσυληθῆναι κελεύει, ὅπως αὐτὴν καθαρὰν
ἴδῃ τὴν τῆς ψυχῆς οἰκίαν καί, εἴ τινες ἐν αὐτῇ νόσοι γεγόνασιν,
ἰάσηται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="136"><p><milestone unit="altref" n="29"/> μεμίμηται δὲ τοῦτο καὶ ἡ ἐν ταῖς βασιλείαις ἐντυγχάνουσα τῷ προφήτῃ γυνὴ <add>χήρα</add> (III Reg. 17,10)· χήρα δ’ ἐστίν, οὐχ
ἥν φαμεν ἡμεῖς, ὅταν ἀνδρὸς ἐρήμη γένηται, ἀλλὰ τῷ χηρεύειν τῶν
<lb n="15"/> φθειρόντων καὶ λυμαινομένων παθῶν τὴν διάνοιαν, ὥσπερ καὶ ἡ παρὰ
Μωυσῇ Θάμαρ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="137"><p>καὶ γὰρ ταύτῃ προστέτακται χηρευούσῃ καθέζεσθαι ἐν τῷ τοῦ μόνου καὶ σωτῆρος οἴκῳ πατρός (Gen. 38,11), δι’ ὃν ἀεὶ
καταλιποῦσα τὰς τῶν θνητῶν συνουσίας καὶ ὁμιλίας ἠρήμωται μὲν καὶ
κεχήρευκεν ἀνθρωπίνων ἡδονῶν, παραδέχεται δὲ θείαν γονὴν καὶ
<lb n="20"/> πληρουμένη τῶν ἀρετῆς σπερμάτων κυοφορεῖ καὶ ὠδίνει καλὰς πράξεις·
ἃς ὅταν ἀποτέκῃ, τὰ κατὰ τῶν ἀντιπάλων αἴρεται βραβεῖα καὶ νικηφόρος
ἀναγράφεται σύμβολον ἐπιφερομένη φοίνικα τῆς νίκης· Θάμαρ γὰρ
ἑρμηνεύεται φοῖνιξ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="138"><p>λέγει δὲ πρὸς τὸν προφήτην πᾶσα διάνοια χήρα καὶ ἐρήμη κακῶν μέλλουσα γίνεσθαι· „ἄνθρωπε τοῦ θεοῦ, εἰσῆλθες
<lb n="25"/> πρὸς μὲ ἀναμνῆσαι τὸ ἀδίκημά μου καὶ τὸ ἁμάρτημά μου“ (III Reg.
<note xml:lang="mul" type="footnote"><lb/>2 νομοθετηθῆναι F δύναται AGF
<lb/>4 διαμαρτάνουσιν GUF αὐτῶν om. Α
<lb/>5 κατορθοῦν ἐμπταίουσι ΡΗ1 οἷς] τοῖς F
<lb/>6 ὄντως] ὁ ὄντως MAP2 ἔλεγχος ὄντως transpos. UF
<lb/>7 γνωρίζομεν GUF: γνωρίζεται MAHP ἡμῶν F: ἡμῖν ceteri 7.
<lb/>8 τῆς ψυχῆς coui. Mang.
<lb/>8 αἷς] ὡς G ἄγνοια U, ἄγνοιαν G, ἁγνεία Α 10.
<lb/>11 ἴδη καθαρὰν HP
<lb/>11 τῆς ψυχῆς τὴν U, τὴν (fort. ex τῆς) ψυχῆς F καὶ, εἴ F: καὶ U, κἄν ceteri
<lb/>12 ἰάσεται Ρ μεμύηται Α, sed υ in ras.
<lb/>13 χήρα add. Maug., om. codd. δέ UF
<lb/>14 ἀνδρὸς om F τῷ] τὸ GUF.
<lb/>15 παθῶν τὴν διάνοιαν GHP: τὴν διάνοιαν παθῶν UF; τὴν διάνοιαν om. Α, post λυμαινομένων add. mg. M παρὰ] περὶ H
<lb/>16 Μωυσῆ GUF: Μωσεῖ MAHP
<lb/>17 μόνου σωτῆρος καὶ πατρὸς οἴκῳ coni. Mangey μόνου] μ et ν in ras. Η2Ρ2 δι’ ὃ conicio ἀεὶ om. P, εἰς ἀεὶ coni. Mangey
<lb/>20 πληρουμένην Α τῆς ἀρετῆς HP καὶ κυοφορεῖ UF 
<lb/>21 ἀποτέμῃ Ρ1
<lb/>24 γίγνεσθαι F
<lb/>25 ἀναμνῆσαι τὸ ἀνόμημά μου UF (ceteris omissis)</note>  

<pb n="v.2.p.86"/>
17,18)· εἰσελθὼν γὰρ εἰς τὴν ψυχὴν ὁ ἔνθους οὗτος καὶ κατεσχημένος
ἐξ ἔρωτος ὀλυμπίου καὶ διηρεθισμένος τοῖς τῆς θεοφορήτου μανίας
ἀκατασχέτοις οἴστροις μνήμην ἀδικημάτων καὶ ἁμαρτημάτων ἀρχαίων
ἐργάζεται, οὐχ ἵνα πάλιν αὐτοῖς χρήσηται, ἀλλ’ ἵνα μέγα στενάξασα
καὶ μέγα κλαύσασα τὴν παλαιὰν τροπὴν τὰ μὲν ἐκείνης ἔγγονα μισήσασα <lb n="5"/>
ἀποστραφῇ, οἷς δ’ ὑφηγεῖται ὁ ἑρμηνεὺς τοῦ θεοῦ λόγος καὶ προφήτης
 ἕπηται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="139"><p>τοὺς γὰρ προφήτας ἐκάλουν οἱ πρότερον τοτὲ μὲν ἀνθρώπους
θεοῦ, τοτὲ δὲ ὁρῶντας (I Reg. 9,9), κύρια ὀνόματα καὶ ἐμπρεπῆ τῷ
ἐπιθειασμῷ καὶ τῇ περιαθρήσει τῶν πραγμάτων ᾗ ἐκέχρηντο τιθέμενοι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="140"><p><milestone unit="altref" n="30"/> Προσηκόντως οὖν ὁ ἱερώτατος Μωυσῆς τότε φθείρεσθαι τὴν <lb n="10"/>
γῆν εἶπεν, ὅτε αἱ τοῦ δικαίου Νῶε ἀρεταὶ διεφάνησαν· „ἦν δὲ“ φησί
„κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς“
 (Gen. 6,12).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>