<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:118-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:118-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="118"><p>διανοίας δὲ ἀγαθῆς οὐ τὰ τοιαῦτα οἰκεῖα ἔγγονα, ἀλλ’ αἱ προειρημέναι ἀρεταί, τὸ ἄνθρωπον εἶναι, τὸ δίκαιον
εἶναι, τὸ τέλειον εἶναι, τὸ θεῷ εὐαρεστῆσαι· ὅπερ ἐπειδὴ καὶ
τελεώτατον ἦν καὶ ὅρος τῆς ἄκρας εὐδαιμονίας, ἐφ’ ἅπασιν εἴρηται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="119"><p><lb n="20"/> γένεσις δὲ ἡ μὲν ἀγωγὴ καὶ ὁδός τίς ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι — ταύτῃ φυτά τε καὶ ζῷα ἐξ ἀνάγκης ἀεὶ χρῆσθαι πέφυκεν —,
ἑτέρα δ’ ἐστὶν ἡ ἐκ βελτίονος γένους εἰς ἔλαττον εἶδος μεταβολή, ἧς
μέμνηται ὅταν φῇ· „αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δέκα ἑπτὰ
ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν
<lb n="25"/> υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν πατρὸς αὐτοῦ“
(Gen. 37, 2)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="120"><p>ὅταν γὰρ ὁ ἀσκητικὸς καὶ φιλομαθὴς οὗτος λόγος ἀπὸ
<note xml:lang="mul" type="footnote"><lb/>2 ἔλαιον M πολυαρχίαις UF δὲ] τὲ Α ὑποβάλλουσα Η
<lb/>3 ἑαυτὴν UF ἡδὺ] εἰ δὲ Α
<lb/>4 αἰῶνα] ἕνον text. Η (mg. αἰῶνα) et fort. P1 
<lb/>5 δεσμοφύλαξιν AUF G αἰτίω MHP1L1: ἀστείω AGUFL2, ἀστίω mg. P2 διαφερόντων Α σπουδῆς τῆς ἁπάσης UFP: σπουδῆς τῆς πάσης MAG, πάσης σπουδῆς Η ἐφίεσθαι G, ἀφίεσο Α
<lb/>8 αὐτοῦ om. H οἰκέτις Α, ἱκέτης PL
<lb/>9 ὑποδεξάμναι Α
<lb/>10 <add>σε</add> χώρᾳ conicio καθὰ UF οὗ] οὐ AUF 10.
<lb/>11 τὸν ἔγγονον UF
<lb/>11 θαυμαστότατα καὶ καινότατα P
<lb/>12 ὢν] ἦν UFL 
<lb/>14 συγκρίματα πέφυκεν F
<lb/>17 ἔκγονα conicio
<lb/>18 εἶναι alterum om. UF τὸ] τῶ AG ἐπειδὴ εἰ καὶ UF
<lb/>19 τῆς AU: τις ceteri ἄκρος P
<lb/>20 δ’ ἐστὶν MAG: δέ ἐστιν ceteri
<lb/>22 μεταβολῆς G ἧς] ὧν Α
<lb/>23 δὲ om. F ἑπτὰ καὶ δέκα UF
<lb/>24 δὲ ante μετὰ ΡΗ1 ὦν U 24.25 νέος σὺν υἱοῖς βελλᾶς καὶ υἱοῖς ζεαφᾶς (sic) γυναικῶν UF τοῦ πατρὸς G
<lb/>26 οὗτος ante καὶ transpos. Η ὁ λόγος P</note>  

<pb n="v.2.p.82"/>
τῶν θειοτέρων ἐννοημάτων εἰς ἀνθρωπίνας καὶ θνητὰς δόξας καταβιβασθῇ,
ὁ τοῦ σώματος καὶ τῶν περὶ αὐτὸ χορευτὴς Ἰωσὴφ εὐθὺς
ἀπογεννᾶται, νέος ὢν ἔτι, κἂν μήκει χρόνου πολιὸς γένηται, πρεσβυτέρας
οὔτε γνώμης οὔτε ἀκοῆς εἰσάπαν ἐπῃσθημένος, ἣν οἱ Μωυσέως
θιασῶται κατασταθέντες κτῆμα καὶ ἀπόλαυσμα ὠφελιμώτατον ἑαυτοῖς <lb n="5"/>
 τε καὶ τοῖς ἐντυγχάνουσιν εὕραντο.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>