<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="1"><p><milestone unit="altref" n="1"/> „Καὶ μετ’ ἐκεῖνο„ φησίν „ὡς ἂν εἰσεπορεύοντο οἱ ἄγγελοι
τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννων αὑτοῖς„
(Gen. 6, 4). οὐκοῦν ἄξιον σκέψασθαι, τίνα ἔχει λόγον τὸ „μετ’ ἐκεῖνο„.
ἔστι τοίνυν ἀναφορὰ δεικνύουσά τι τῶν προειρημένων ἐναργέστερον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="2"><p>προείρηται δὲ περὶ θείου πνεύματος, ὃ καταμεῖναι μέχρι τοῦ παντὸς <lb n="5"/>
αἰῶνος ἐν πολυσχιδεῖ καὶ πολυμόρφῳ ψυχῇ σαρκῶν ὄχλον βαρύτατον
ἄχθος ἀνημμένῃ δυσεργότατον εἶπεν εἶναι. μετ’ ἐκεῖνο δὴ <milestone unit="altpage1" n="p. 273 M."/>  τὸ πνεῦμα
 οἱ ἄγγελοι πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων εἰσίασιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="3"><p>ἕως μὲν γὰρ
ἐλλάμπουσι τῇ ψυχῇ καθαραὶ φρονήσεως αὐγαί, δι’ ὧν τὸν θεὸν καὶ
τὰς αὐτοῦ δυνάμεις ὁρᾷ ὁ σοφός, οὐδεὶς τῶν ψευδαγγελούντων ἐπεισέρχεται τῷ λογισμῷ, ἀλλ’ ἔξω περιρραντηρίων ἅπαντες εἴργονται· ὅταν δὲ
ἀμυδρωθὲν ἐπισκιασθῇ τὸ διανοίας φῶς, οἱ τοῦ σκότους ἑταῖροι παρευημερήσαντες πάθεσι τοῖς κατεαγόσι καὶ τεθηλυμμένοις, ἃς θυγατέρας εἴρηκεν ἀνθρώπων, συνέρχονται καὶ γεννῶσιν ἑαυτοῖς, οὐ τῷ θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="4"><p>τὰ μὲν γὰρ
οἰκεῖα τοῦ θεοῦ γεννήματα αἱ ὁλόκληροι ἀρεταί, τὰ δὲ συγγενῆ φαύλων <lb n="15"/>
<note xml:lang="mul" type="footnote">φίλωνος ὅτι ἄτρεπτον τὸ θεῖον MAGH, φίλωνος ἰουδαίου ὅτι ἄτρεπτόν ἐστι τὸ θεῖον λόγος θ U, περὶ τοῦ ὅτι ἄτρεπτόν ἐστι τὸ θεῖον F, τοῦ αὐτοῦ ὅτι ἄτρεπτον τὸ θεῖον P, cf. Prolegomeua ἐγέννων MA: ἐγεννῶσαν ceteri αὐτοῖς Α: αὐτοῖς ceteri o οὐκ ἀνάξιον U
<lb/>4 διαφορὰ UF ἐναργέστατον P
<lb/>5 τοῦ orn. UF
<lb/>6 πολυσχεδεῖ UFH’L πολυτρόπῳ coni. Mang. ὄχλον] ὄγκον coni. Mang.
<lb/>7 εἶπεν Α: εἰπεῖν ceteri
<lb/>9 ἐλλάμπουσι M.\n-: ἐκλάμπουσι ceteri 
<lb/>10 <add>δύναται</add> ὁρᾶν conicio ὁρᾶν G
<lb/>12 ἀμβλυθἐν U, ἀμβλυνθὲν F ἐ-ιισκιασθὲν UF ἀμυδρωθῇ ante τὸ add. U ἑταῖροι] spatium iu M, om. AG 
<lb/>13 τεθηλυμἐνοις AUF
<lb/>15 αἱ] ἀεὶ UF τῶν φαύλων GUFL2</note>  

<pb n="v.2.p.57"/>
αἱ ἀνάρμοστοι κακίαι. μάθε δ’, εἰ θέλεις, ὦ διάνοια, τὸ μὴ ἑαυτῇ
γεννᾶν οἷόν ἐστι παρὰ Ἀβραὰμ τοῦ τελείου, ὃς τὸ ἀγαπητὸν καὶ μόνον
τῆς ψυχῆς ἔγγονον γνήσιον, τῆς αὐτομαθοῦς σοφίας εἰκόνα ἐναργεστάτην,
ἐπίκλησιν Ἰσαάκ, ἀνάγει θεῷ καὶ ἀποδίδωσι μετὰ πάσης εὐθυμίας ἀναγκαῖον
<lb n="5"/> καὶ ἁρμόττον χαριστήριον συμποδίσας, ὥς φησιν ὁ νόμος (Gen. 22,2.9),
τὸ καινουργηθὲν ἱερεῖον, ἤτοι παρ’ ὅσον ἐπ’ οὐδενὸς θνητοῦ βαίνειν ἅπαξ
ἐπιθειάσας ἠξίου, ἢ παρ’ ὅσον ἀνίδρυτον καὶ ἄστατον κατεῖδε τὴν γένεσιν,
ὅτε τὴν περὶ τὸ ὂν ἀνενδοίαστον ἔγνω βεβαιότητα, ᾗ λέγεται
πεπιστευκέναι (Gen. 15,6). </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="5"><p><milestone unit="altref" n="2"/> τούτου γίνεται μαθητρὶς καὶ διάδοχος <lb n="10"/> Ἄννα, τῆς τοῦ θεοῦ δώρημα σοφίας· ἑρμηνεύεται γὰρ χάρις αὐτῆς.
ἐπειδὴ γὰρ ἐγκύμων ἐγένετο παραδεξαμένη θείας γονὰς καὶ τελεσφόροις
ἐχρήσατο ὠδῖσι, τὸν τεταγμένον ἐν τῇ τοῦ θεοῦ τάξει τρόπον ἀποκυήσασα,
ὃν ἐπεφήμισε Σαμουήλ — καλεῖται δ’ ἑρμηνευθεὶς τεταγμένος θεῷ —,
λαβοῦσα ἀνταποδίδωσι τῷ δόντι μηδὲν ἴδιον ἑαυτῆς κρίνουσα ἀγαθόν, ὃ
<lb n="15"/> μὴ χάρις ἐστὶ θεία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="6"><p>λέγει γὰρ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν αὕτη τὸν τρόπον τοῦτον· „δίδωμί σοι αὐτὸν δοτόν“ (I Reg. 1,28), ἐν ἴσῳ τῷ
δοτὸν ὄντα, ὥστ’ εἶναι „τὸν δεδομένον δίδωμι“, κατὰ τὸ ἱερώτατον
Μωυσέως γράμμα τοῦτο· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου
διατηρήσετε προσφέρειν ἐμοί“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="7"><p>(Num. 28,2.) τίνι γὰρ εὐχαριστητέον
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐνάρμοστοι H1P δ’] δὴ conicio τὸ] τῶ ex corr. G,H ἑαυτῇ GUF: αὐτῶ MAPH1, ἑαυτῶ H2
<lb/>2 τὸ post ἐστὶ add. UFL2 ὃς] ὡς UF 
<lb/>3 ἔκγονον conicio
<lb/>5 ἁρμόζον Α
<lb/>6 οὐδενὸς ἔτι θνητοῦ UF
<lb/>7 εὐείδρυτον U, ἀίδρυτον F
<lb/>10 αὐτῆς MAPH1: αὐτὴ GH2, αὐτὴ U, αὕτη F 
<lb/>11 γονὰς θείας UF ταῖς τελεσφόροις GH2
<lb/>13 ἐπεφήμισε Mang.: ἐφήμισε codd, δὲ MGU
<lb/>14 κρίνασα AD 14—18 ἀγαθόν. ἔφη γάρ· δοτὸν ὄντα δίδωμι αὐτὸν τῷ δόντι θεῷ κατὰ τὸ ἱερώτατον τοῦ νόμου πρόσταγμα τὸ φάσκον· δῶρά μου D
<lb/>14 ὃ] ὦ Α
<lb/>15 αὐτῆς G
<lb/>16 ὄντα post τοῦτον add. G τῷ] τὸν Α
<lb/>17 δοτὸν ὄντα] δοτῶν ὦ (sic) G
<lb/>18 Μωυσέως U: Μωυσέος GF, Μώσεως MAP, Μωσέος Η γράμμα Μωυσ. transpos. UF τὰ δῶρα—ἐμοὶ] τὴν προσφοράν μου ἄρτον μου εἰς πυρόν μου διατηρήσεται τοῦ προσφέρειν ἐμοί (μοι UF
<lb/>19 διατηρήσεται AG, διατηρήσατε D μοι D</note> <note xml:lang="mul" type="footnote">9.
<lb/>10 R fol. 91r τοῦ αὐτοῦ. τούτου γίνεται μαθητρὶς καὶ διάδοχος ἄννα. 19—58,5. 14—19 DC fol. 254r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων DR fol. 269v τοῦ αὐτοῦ: τίνι εὐχαριστητέον πλὴν θεῷ—καθαρεύσωμεν ἀδικημάτων. pergunt lin. 14—19: οὕτως ἡ Ἀννα τὸν Σαμουὴλ ἀντιδίδωσι τῷ δόντι—προσφέρειν μοι.
<lb/>18 sqq. Origenes, Homilia XXIII
<lb/>2 in Numeros p. 357 (ad eundem locum): nemo suum aliquid offert deo, sed quod offert, domini est; et non tam sua quis offert deo quam ipsi quae sua sunt reddit . . . . a me enim cuncta quae habet humanum genus percipit.</note>  

<pb n="v.2.p.58"/>
ἄλλῳ πλὴν θεῷ; διὰ τίνων δὲ ὅτι μὴ διὰ τῶν ὑπ’ αὐτοῦ δοθέντων;
οὐδὲ γὰρ ἄλλων εὐπορῆσαι δυνατόν. χρεῖος δ’ οὐδενὸς ὢν κελεύει
προσφέρειν αὑτῷ τὰ ἑαυτοῦ δι’ ὑπερβολὴν τῆς πρὸς τὸ γένος ἡμῶν
εὐεργεσίας· μελετήσαντες γὰρ εὐχαριστητικῶς ἔχειν καὶ τιμητικῶς αὐτοῦ
καθαρεύσομεν ἀδικημάτων ἐκνιψάμενοι τὰ καταρρυπαίνοντα τὸν βίον ἔν <lb n="5"/>
 τε λόγοις καὶ ἐννοίαις καὶ ἔργοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="8"><p>καὶ γὰρ εὔηθες εἰς μὲν τὰ ἱερὰ <milestone unit="altpage1" n="p. 274 M."/>  μὴ
ἐξεῖναι βαδίζειν, ὃς ἂν μὴ πρότερον λουσάμενος φαιδρύνηται τὸ σῶμα,
εὔχεσθαι δὲ καὶ θύειν ἐπιχειρεῖν ἔτι κεκηλιδωμένῃ καὶ πεφυρμένῃ
διανοίᾳ. καίτοι τὰ μὲν ἱερὰ λίθων καὶ ξύλων ἀψύχου τῆς ὕλης
πεποίηται, καθ’ αὑτὸ δὲ καὶ τὸ σῶμα ἄψυχον· ἀλλ’ ὅμως ὂν <lb n="10"/>
ἄψυχον ἀψύχων οὐ προσάψεται μὴ περιρραντηρίοις καὶ καθαρσίοις ἁγνευτικοῖς
χρησάμενον, ὑπομενεῖ δέ τις τῷ θεῷ προσελθεῖν ἀκάθαρτος ὢν
ψυχὴν τὴν ἑαυτοῦ τῷ καθαρωτάτῳ, καὶ ταῦτα μὴ μέλλων μετανοήσειν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="9"><p>ὁ μὲν γὰρ πρὸς τῷ μηδὲν ἐπεξεργάσασθαι κακὸν καὶ τὰ παλαιὰ ἐκνίψασθαι
δικαιώσας γεγηθὼς προσίτω, ὁ δ’ ἄνευ τούτων δυσκάθαρτος ὢν <lb n="15"/>
ἀφιστάσθω· λήσεται γὰρ οὐδέποτε τὸν τὰ ἐν μυχοῖς τῆς διανοίας
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="10"><p> ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. <milestone unit="altref" n="3"/> τῆς μέντοι θεοφιλοῦς
ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν ᾧ περιέχεται
τὸ „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5)·
 καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ ἡ λέγουσα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="11"><p>πῶς οὖν ἑπτὰ <lb n="20"/>
τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει,
οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν
τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ,
ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 ὅτι μὴ] ἡ HP, εἰ μὴ D δοθέντων ἡμῖν D
<lb/>2 χρῄζων δὲ οὐδενὸς κελεύει D 
<lb/>3 αὑτῶ M: αὐτῶ ceteri τὰ ἑαυτοῦ D αὐτοῦ DC): om. codd.
<lb/>4 εὐχαριστητικῶς MH1P,Dc in mg.: εὐχαριστικῶς ceteri D καὶ τιμητικῶς ἔχειν (om. αὐτοῦ) D
<lb/>5 καθαρεύσομεν F: καθαρεύσωμεν ceteri D
<lb/>6 ἐννοίαις scripsi (an διανοίαις, διανοήσεσι?): ὀνείδεσι MAGHP, εἴδεσι UF, νοήμασι vel νοήσεσι coni. Cohn νομιζόμενα ante ἱερὰ add. G
<lb/>7 λουσάμενος πρότερον UF φαιδρύνεται AU 
<lb/>8 δὲ om. U ἔτι om. Η1P, ἐπὶ Η2
<lb/>10 πεποίηται UF: πεποίηνται ceteri κατ’ αὐτὸ UF 10.
<lb/>11 ἀλλ’ ὅμως καθιδρυμένον ὃν ἄψυχον UF, mg. L καθιδρυμένον delevi): om. ceteri
<lb/>12 ὑπομένει U, ὑπομεῖναι Α
<lb/>13 μετανοήσειν Α
<lb/>14 τῷ] τὸ AU ἐξεργάσασθαι G, εἰργάσθαι F
<lb/>15 δυσκατόρθωτος PH1
<lb/>16 τὸν om. U
<lb/>17 αὐτοῖς ACP
<lb/>18 τὸ] τόδε F
<lb/>19 ἡ δὲ] καὶ ἡ Α 
<lb/>21 εἰ—αὐτὴν] ἡ μονὰς ἑβδοματικὴν αὐτὴν UF εἰ μή τι om. Α τι M: τὴν G, τις ceteri 21.
<lb/>22 νομίζοι HP
<lb/>23 ἐναρέτου] ἐπ’ ἀρετὴ Α θεῶ μόνω H, μόνῳ om. UF
<lb/>24 συνεῖναι UF</note>  

<pb n="v.2.p.59"/>
ὄντως ὄν, κεκόσμηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="12"><p>αὕτη δ’ ἡ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης,
κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ
δυνηθεῖσι, δευτερείων δ’ ἐξ ἀνάγκης μεταποιουμένοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="13"><p>τὴν μὲν οὖν <lb n="5"/> στεῖραν, οὐ τὴν ἄγονον, ἀλλὰ τὴν στερρὰν καὶ ἔτι σφριγῶσαν, τοὺς διὰ
καρτερίας καὶ ἀνδρείας καὶ ὑπομονῆς ἐπὶ κτήσει τοῦ ἀρίστου διαθλοῦσαν
ἄθλους, ἑβδομάδι τὴν ἰσότιμον μονάδα τίκτειν εἰκὸς ἦν· εὔτοκος γὰρ καὶ
εὔπαις ἡ φύσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="14"><p>τὴν δὲ πολλὴν ἀσθενεῖν ἐν τέκνοις εἶπεν ἀψευδῶς καὶ σφόδρα ἐναργῶς· ὅταν γὰρ μία οὖσα ψυχὴ πολλὰ ὠδίνῃ τοῦ ἑνὸς ἀποστᾶσα,
<lb n="10"/> μυρία κατὰ τὸ εἰκὸς γίνεται, κἄπειτα πλήθει τέκνων ἐξηρτημένων
βαρυνομένη καὶ πιεζομένη—ἔστι δὲ ἠλιτόμηνα καὶ ἀμβλωθρίδια τὰ πλεῖστα
αὐτῶν — ἐξασθενεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="15"><p>τίκτει μὲν γὰρ τὰς πρὸς σχήματα καὶ χρώματα δι’ ὀφθαλμῶν ἐπιθυμίας, τίκτει δὲ τὰς πρὸς φωνὰς δι’ ὤτων, ἐγκύμων
δ’ ἐστὶ καὶ τῶν γαστρὸς καὶ τῶν ὑπ’ αὐτήν, ὥστε πολλῶν ἐκκρεμαμένων
<lb n="15"/> ἐγγόνων βαρύτατον ἄχθος φέρουσα παρίεται καὶ χεῖρας ὑπ’ ἀσθενείας
καθεῖσα ἀπολέγεται. τοῦτον μὲν δὴ τὸν τρόπον ἡττῆσθαι συμβαίνει
πᾶσιν, ὅσοι φθαρτοῖς ἑαυτοῖς φθαρτὰ γεννῶσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="16"><p><milestone unit="altref" n="4"/> ἔνιοι δ’   <milestone unit="altpage2" n="p. 275 M."/> οὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. ὁ γοῦν
Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα“ (Gen. 38, 9), οὐ
<lb n="20"/> πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί,
διαφθείρων ἢ καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ
προσηκόντως·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="17"><p>εἰ γὰρ ἅπαντα πράξουσί τινες αὑτῶν ἕνεκα, μὴ γονέων τιμῆς, μὴ παίδων εὐκοσμίας, μὴ σωτηρίας πατρίδος, μὴ νόμων φυλακῆς,
μὴ ἐθῶν βεβαιότητος, μὴ ἰδίων μὴ κοινῶν ἐπανορθώσεως, μὴ ἱερῶν
<lb n="25"/> ἁγιστείας, μὴ τῆς πρὸς θεὸν εὐσεβείας ἐπιστρεφόμενοι,
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ ἡ] δὴ AG 1.
<lb/>2 ἀναπαυσομένης F
<lb/>2 ψυχῆς om. G 2.
<lb/>3 μεταποιουμένης Α
<lb/>7 ἄθλους om. AG, ἄθλου M ἑβδομάδι MH1P: ἑβδομάδα AGUFH2 τὴν] τὸν Η μονάδα MAGPH1: μονάδι UFH
<lb/>2 ἦν] ὧν H εὔτοκος MAGUF: εὔτεκνος HP γὰρ om. HP
<lb/>9 σφόδρα om. UF πολλὴ A ὠδίνει UF 
<lb/>10 γίγνεται UF κἀπὶ τὰ πλήθη Α
<lb/>11 εἰλητόμηνα H1P καὶ] ἢ F δ’ post πλεῖστα add. UF
<lb/>12 ἐξασθενεῖν Α τὰς UF: τὰ ceteri προσχήματα MAGP πρὸς χρώματα καὶ σχήματα UF
<lb/>13 τἀς] τὰ H προσφωνὰς AGF
<lb/>14 καὶ τῶν om. UF αὐτὴν UFHP: αὐτῆς MAG
<lb/>15 ἐκγόνων conicio παρείεται G, παρεῖται Η2
<lb/>17 ἑαυτῶ G
<lb/>18 ἧτταν UFH2: ἧττον ceteri ὑπὸ G: ὑπὲρ ceteri
<lb/>19 Αὐνὰν MG: Αὔναν Α, Ἄνναν PH1, κατ’ Ἄνναν Η 2, ἀν’ ὢν text. U (corr. in mg.), ὧν ἄν F ἀναισθόμενος U, corr. in mg. οὐχ αὐτῶ H2 τὸ om. UF
<lb/>20 ὄντων] φύντων G ἐστὶ γένος UF 
<lb/>21 ἄν ἐδέξατο H
<lb/>2 22 πράξουσι FP: πράξωσι ceteri αὑτῶν H 2: αὐτῶν ceteri
<lb/>24 ἐθνῶν GUFH μὴ ante κοινῶν om. Α
<lb/>25 ἁγιστείας UF, ἁγιστίας HP, ἀγιστίας Α</note>  

<pb n="v.2.p.60"/>
 κακοδαιμονήσουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="18"><p>ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές,
οἱ δ’ ἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα
ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν
ὁ ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="19"><p>παραιτητέοι δὴ πάντες οἱ γεννῶντες αὑτοῖς, τὸ δ’ ἐστὶν ὅσοι τὸ ἴδιον <lb n="5"/>
λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις
φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι,
ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ,
τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων·
ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ <lb n="10"/>
πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.opp-grc1" subtype="section" n="20"><p><milestone unit="altref" n="5"/> Τούτων μὲν δὴ ἅλις, τὰ δ’ ἀκόλουθα τῷ λόγῳ συνυφήνωμεν. „ἰδὼν“
οὖν φησι "κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ
τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας
τὰς ἡμέρας, ἐνεθυμήθη ὁ θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ <lb n="15"/>
διενοήθη. καὶ εἶπεν ὁ θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ
 προσώπου τῆς γῆς“ (Gen. 6,5—7).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>