<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="5"><p>οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε
τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ
 τοὺς πολλοὺς ἀδικία πάντως  <milestone unit="altpage2" n="p. 263 M."/> ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς
<lb n="5"/> τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="6"><p><milestone unit="altref" n="2"/> „Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο“
(Gen. 6,2). οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν
ὀνομάζειν· ψυχαὶ δ’ εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="7"><p>καὶ μηδεὶς ὑπολάβῃ <lb n="10"/> μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον
ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ
πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ
ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα — λόγος δὲ ἔχει ταῦτα κατὰ
Μακεδονίαν μάλιστα γίνεσθαι —, οὐρανοῦ δὲ τοὺς ἀστέρας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="8"><p>καὶ γὰρ <lb n="15"/> οὗτοι ψυχαὶ ὅλαι δι’ ὅλων ἀκήρατοί τε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ
κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν· νοῦς γὰρ ἕκαστος αὐτῶν
ἀκραιφνέστατος. ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι·
ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>