<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:5-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:5-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="5"><p>οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε
τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ
 τοὺς πολλοὺς ἀδικία πάντως  <milestone unit="altpage2" n="p. 263 M."/> ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς
<lb n="5"/> τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="6"><p><milestone unit="altref" n="2"/> „Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο“
(Gen. 6,2). οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν
ὀνομάζειν· ψυχαὶ δ’ εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="7"><p>καὶ μηδεὶς ὑπολάβῃ <lb n="10"/> μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον
ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ
πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ
ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα — λόγος δὲ ἔχει ταῦτα κατὰ
Μακεδονίαν μάλιστα γίνεσθαι —, οὐρανοῦ δὲ τοὺς ἀστέρας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="8"><p>καὶ γὰρ <lb n="15"/> οὗτοι ψυχαὶ ὅλαι δι’ ὅλων ἀκήρατοί τε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ
κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν· νοῦς γὰρ ἕκαστος αὐτῶν
ἀκραιφνέστατος. ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι·
ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="9"><p>ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ <lb n="20"/> τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’ αὐτὰς ἀναγκαῖον
ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται. ἐπεὶ καὶ τί φήσομεν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="10"><p>πάνθ’ ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ; τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου
τῆς ψυχώσεως ἑκάστοις; τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον
<lb n="25"/> ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου
σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="11"><p>ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα
<note xml:lang="mul" type="footnote"><lb/>1 θυγατέρας post οὗτοι transpos. Α
<lb/>2 υἱῶν Α
<lb/>3 θηλυτόκος AUH2: θηλυκοτόκος MH1P
<lb/>4 τοὺς om. Α
<lb/>5 ἔμπαλιν coni. Mang. γενέσθαι MAP, mg. H: ἰδέσθαι text. H, γεννᾶσθαι U
<lb/>8 οἱ ἄλλοι U Μωυσῆς ἀγγέλους U Μώσης MAHP
<lb/>9 ποτώμεναι H1P μήτις U ὑπολάβοι Α
<lb/>10 εἶναι τὸ evanida in U, τὸ fort. deest.
<lb/>11 ἐμψυχῶσθαι H1L
<lb/>15 ὅλοι Α ὅλαι δι’ om. U παρ’ ὃ AUP
<lb/>18 εἰσιν Η
<lb/>19 οὐ] οὐδὲ PH1 
<lb/>20 ἐν om. H1P
<lb/>21 πρὸς τοῦ ὁμοίου conicio καὶ eras. Η φήσωμεν U ut vid.
<lb/>23 φιλίως ἀναιτίου U
<lb/>24 ὁποῖος conicio
<lb/>25 ταῖς] τοῖς H 
<lb/>26 πνεύματος] πατρὸς L <add>πάντα</add> πρὸς conicio πλείω Α 28 ἢ U: om. ceteri τὸ ἐναντίον Α</note>  

<pb n="v.2.p.44"/>
πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>