<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:19-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1:19-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="19"><p><milestone unit="altref" n="5"/> Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης. „εἶπε“ γάρ φησι
„κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν
αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ (Gen. 6,3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="20"><p>μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως
<note xml:lang="mul" type="footnote"><lb/>1 γὰρ UE: om. ’P, δὲ Η
<lb/>2 2 οὕτω E τῆς] τῆς ἀγαθῆς Η
<lb/>2 προρρήσεως ΑΕ ἀξίους om. HP
<lb/>3 πρεσβύτας U 3.
<lb/>4 ἀσύλους καὶ ἱεροὺς HP
<lb/>4 post ἀσύλους add. φύλακας Ε πανάλην (sic) U
<lb/>5 προρρήσεως Α καὶ αὐτὸς] καὶ ὑπαιτίους coni. Mang.
<lb/>6 ἁμαρτήσεις UH2E 6.
<lb/>7 λόγῳ ὁ ὑμνογράφος οὑτωσὶ λέγων Ε
<lb/>7 τοῦτο U (coni. Mang.)
<lb/>8 θυμὸν — ἀποστολὴν om. E ἀποστελεῖ Α 
<lb/>9 οὗτοι] spat.
<lb/>5 litt. M οἱ ante τὸ add. H
<lb/>2 τὸ om. M
<lb/>1 1 θνητὰς τῶν ἀνθρώπων HP θνητῶν θνητὰς U
<lb/>13 εὐμορφίαν ἧ αἴσθησις ἀπάγεται U 
<lb/>14 ἐνίας MHP: ἐνίας ἃς A, ἅς U ὅσον Α ἐπελέξαντο MAU: ἐξελέξαντο HP 
<lb/>15 δὲ om. HP
<lb/>17 ἀντελάβοντο scripsi: ἀνελάβοντο codd. πρὸς μήκιστον τὰς ἐν conicio vel μηκίστας τὰς ἐν μηκίστας MAU: ἡκίστας (s. s. μ) P, ποικίλας in ras. H
<lb/>18 τείναντες U(?)
<lb/>19 ᾠκειωμένων ΑΗ2: ἐκειουμένων U, οἰκειωμένων MH1P
<lb/>20 τὸ om. U
<lb/>22 οὐ μὴ καταμείνῃ U εἰς om. U
<lb/>23 μὲν om. U
<lb/>24 καταμενεῖ AP οὐκ] οὐδ’ Η</note> <note xml:lang="lat" type="footnote">2.
<lb/>3 cf. Platonis Symposion p. 202 E</note>  

<pb n="v.2.p.46"/>
ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν
μήτ’ ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις
αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’
 ἑαυτοῖς ἀδυνατοῦσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="21"><p>οἴχεται γὰρ εὐθέως μεταναστᾶσα, τοὺς προσεληλυθότας
οἰκήτορας νόμον καὶ δίκην ἐκδεδιῃτημένους ἀποστραφεῖσα, πρὸς <lb n="5"/>
οὓς οὐδ’ ἄν ποτε ἧκεν, εἰ μὴ τοῦ διελέγξαι χάριν τοὺς ἀντὶ καλῶν
 αἰσχρὰ αἱρουμένους.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="22"><p>λέγεται δὲ θεοῦ πνεῦμα καθ’ ἕνα μὲν τρόπον ὁ
ῥέων ἀὴρ ἀπὸ γῆς, τρίτον στοιχεῖον ἐποχούμενον ὕδατι — παρό φησιν
ἐν τῇ κοσμοποιίᾳ· „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“ (Gen.
1,2), ἐπειδήπερ ἐξαιρόμενος ὁ ἀὴρ κοῦφος ὢν ἄνω φέρεται ὕδατι βάσει <lb n="10"/>
χρώμενος —, καθ’ ἕτερον δὲ τρόπον ἡ ἀκήρατος ἐπιστήμη, ἧς πᾶς ὁ
 σοφὸς εἰκότως μετέχει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="23"><p>δηλοῖ δὲ ἐπὶ τοῦ τῶν ἁγίων ἔργων δημιουργοῦ
καὶ τεχνίτου φάσκων, ὅτι „ἀνεκάλεσεν ὁ θεὸς τὸν Βεσελεὴλ καὶ
ἐνέπλησεν αὐτὸν πνεύματος θείου, σοφίας, συνέσεως, ἐπιστήμης, ἐπὶ
παντὶ ἔργῳ διανοεῖσθαι“ (Exod. 31, 2 — 3)· ὥστε τὸ τί ἐστι πνεῦμα <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="24"><p> θεῖον ὁρικῶς διὰ τῶν λεχθέντων ὑπογράφεσθαι. <milestone unit="altref" n="6"/> τοιοῦτόν ἐστι καὶ
τὸ Μωυσέως πνεῦμα, ὃ ἐπιφοιτᾷ τοῖς ἑβδομήκοντα πρεσβυτέροις τοῦ
διενεγκεῖν ἑτέρων καὶ βελτιωθῆναι χάριν· <milestone unit="altpage1" n="p. 266 Μ"/>  οἷς οὐδὲ πρεσβυτέροις πρὸς
ἀλήθειαν ἔνεστι γενέσθαι μὴ μεταλαβοῦσι τοῦ πανσόφου πνεύματος
ἐκείνου. λέγεται γὰρ ὅτι „ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ <lb n="20"/>
 ἐπιθήσω ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους“ (Num. 11,17).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.opp-grc1" subtype="section" n="25"><p>ἀλλὰ μὴ
νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’ οἵα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἢ UH2: om. MAH2P
<lb/>3 συμφυλάξαι U
<lb/>4 ἀμηχανοῦσιν U 4.5 προσεληλυθότας UH1P προεληλυθότας MA, μετεληλυθότας H2
<lb/>5 ἐκδεδιητημένους U: ἐκδεδιητημένοις MAP, ἐκδεδιητημένην Η ἀποστραφεῖσα om. U
<lb/>6 οὐδ’] οὐκ U 
<lb/>7 προαιρουμένους U
<lb/>8 ἀπὸ MAH1P: τὸ ἀπὸ U, ἐπὶ H2 παρ’ ὃ MAU 
<lb/>10 ἐξαιρούμενος P ὁ om. U
<lb/>12 δ’ U ἔργου HP
<lb/>13 ὅτι ἀνεκάλεσεν HP: ὅταν ἐκάλεσεν MA, ὅτι ἐκάλεσε U ὁ θεὸς] (??) U 14 ἐπλήρωσεν U ἐπὶ] ἐν U
<lb/>16 ὁριστικῶς U
<lb/>17 Μωυσέος AHP ἐπεφοίτησε U 18.
<lb/>19 πρὸς ἀλήθειαν ἔνεστι προσγενέσθαι U, ἔνεστι γενέσθαι πρὸς ἀλήθειαν HP
<lb/>19 μεταλαχοῦσι Α
<lb/>20 ἀπό om. V
<lb/>22 post οὕτως add. τὴν H 2 γίνεσθαι καὶ διάζευξιν U</note> <note xml:lang="mul" type="footnote"><lb/>22 sqq. Origenes Contra Celsum VI
<lb/>70 p. 685: ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος οὐ κατὰ ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις, Ilomilia in Numeros VI
<lb/>2 p. 287: quod dixit, quia assumens de spiritu Moysi dedit septuaginta senioribus spiritum, non ita intellegas, quasi materialem aliquam corporeamque substantiam auferens deus a Moyse in septuaginta secuerit portiones et ifa unicuique seniorum exiguam particulam dederit. impium est ita intelligere naturara spiritus sancti. sed hoc modo figuram mystici huius sermonis adverte, quasi Moyses et spiritus qui erat in Moyse clarissimi cuiusdam luminis fuerit lucerna, ex qua alias septuaginta lucernas accenderit deus, ad quas ita principalis iilius luminis splendor pervenerit, ut origo ipsa luminis nihil damni ex commercio derivationis acceperit. cf. Augustini Quaest. libr. IV
<lb/>55 —6 Clem. Alex. Strom. I §
<lb/>12 p. 323 P: τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δέ εἰς φθορὰν ὦν μεταλαμβάνει οὐδείς.</note>  

<pb n="v.2.p.47"/>
γένοιτ’ ἂν ἀπὸ πυρὸς, ὅ, κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ ὁτιοῦν ἐλαττωθὲν
ἐν ὁμοίῳ. τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης ἡ φύσις· τοὺς γὰρ
φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’ οὐδὲν μέρος
ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ
<lb n="5"/> τὰς ἀπαντλουμένας πηγάς· καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον
γλυκαίνεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>