<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:96-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:96-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="96"><p> ἑκάτερον γὰρ εἰ καὶ ἰσότιμον, ἀλλ’ οὐ τὸ πάντως ἅγιόν ἐστιν. <milestone unit="altref" n="28"/> ἅγιον δὲ
πρᾶγμα δοκιμάζεται διὰ τριῶν μαρτύρων, ἀριθμοῦ μέσου, παιδείας, ἀριθμοῦ
τελείου. διὸ λέγεται· "πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον,
τὸ δέκατον ἅγιον“. τὸ μὲν γὰρ ἀπαξιωθὲν ἀριθμοῦ βέβηλον, οὐχ ἅγιον,
τὸ δὲ καταριθμηθὲν ἅτε ἐγκεκριμένον ἤδη δόκιμον. τὸν γοῦν ὑπὸ Ἰωσὴφ <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 διέσπειρεν coni. Mang.
<lb/>3 δ’ add. Cohn
<lb/>8 μεταλλοιῶν Mang.: μεταποιῶν U
<lb/>9 ἢ secludit Holwerda
<lb/>11 καὶ seclusit Cohn
<lb/>12 ἐπιτιθέμεναι conicio
<lb/>13 γε νόμος U (non γενόμενος, ut Mang. et Tisch. adnot.) τοσοῦτον δεῖ Tisch.: τοσούτων δεῖν U
<lb/>14 ἐπιτρέπειν Tisch.: ἐπιτρέπει U 
<lb/>15 παραλάμβανε coni. Mang. προΐεσθαι Mang.: προσίεσθαι U
<lb/>21 <add>τὸ</add> conicio
<lb/>23 δέ, <add>ὅμως δὲ</add> conicio
<lb/>25 δόξης U ἑνὸς sciipsi: ἑνὶ ἕνατι καταλλάττειν 11, ἓν ἑνὶ καταλλάττειν Mang.
<lb/>26 οὔτοι πόνως conicio
<lb/>29 οὐκ U</note>  

<pb n="v.2.p.21"/>
ἐν Αἰγύπτῳ συναχθέντα σῖτόν φησιν ὁ νόμος μὴ δυνηθῆναι ἀριθμηθῆναι,
καὶ ἐπιφέρει· „οὐ γὰρ ἦν ἀριθμός“ (Gen. 41,49), ἐπειδὴ τὰ τοῦ σώματος
καὶ τῶν Αἰγυπτίων παθῶν θρεπτικὰ οὐκ ἄξια συνόλως ἀριθμεῖσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="97"><p>ἡ δὲ ῥάβδος παιδείας σύμβολον· ἄνευ γὰρ τοῦ δυσωπηθῆναι καὶ περὶ ἐνίων
<lb n="5"/> ἐπιπληχθῆναι νουθεσίαν ἐνδέξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. δεκὰς
δὲ τῆς κατὰ προκοπὴν τελειώσεως πίστις, ἀφ’ ἧς ὅσιον ἀπάρχεσθαι τῷ
τέξαντι, τῷ παιδεύσαντι, τῷ τὰ ἐλπισθέντα τελεσφορήσαντι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="98"><p><milestone unit="altref" n="29"/> ταῦτα ἀποχρώντως λελέχθω περὶ τοῦ μεταλλοιοῦντος καὶ τὸ ἀρχαῖον νόμισμα
κιβδηλεύοντος, ὃν καὶ πατέρα ὀνομάζει κατοικούντων ἐν σκηναῖς κτηνοτρόφων
<lb n="10"/> (Gen. 4,20). κτήνη μὲν οὖν εἰσιν αἱ ἄλογοι αἰσθήσεις, κτηνοτρόφοι
δ’ οἱ φιλήδονοι καὶ φιλοπαθεῖς τροφὰς παρέχοντες αὐταῖς τὰ ἐκτὸς
αἰσθητά, μακρὰν διεστηκότες ποιμένων. οἱ μὲν γὰρ ἀρχόντων τρόπον
τὰ πλημμελῶς ζῶντα τῶν θρεμμάτων κολάζουσιν, οἱ δ’ ἑστιατόρων τροφὰς
 ἀφθόνους  <milestone unit="altpage2" n="p. 244 M."/> παρασκευάζοντες ἄδειαν ἁμαρτημάτων παρέχουσιν· ἀνάγκη γὰρ
<lb n="15"/> εὐθὺς τὴν ἀπληστίας καὶ κόρου θυγατέρα γεννᾶσθαι ὕβριν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="99"><p>πατὴρ οὖν ἐστιν εἰκότως <add>ὁ</add> ἅπαντα μεταχαράττων καὶ μεταποιῶν τὰ καλὰ τῶν τὸ
αἰσθητὸν καὶ ἄψυχον ἅπαν ἐζηλωκότων· εἰ γὰρ τὰς ἀσωμάτους <add>καὶ</add>
νοητὰς φύσεις μετεδίωκε, τοὺς ὁρισθέντας ὑπὸ τῶν πρεσβυτέρων ὅρους
ἐφύλαττεν ἄν, οὓς ὑπὲρ ἀρετῆς ὥρισαν ἕκαστον αὐτῆς εἶδος οἰκείῳ τύπῳ
<lb n="20"/> χαράξαντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="100"><p><milestone unit="altref" n="30"/> Τοῦ δ’ Ἰωβὴλ ἀδελφὸν εἶναί φησι τὸν Ἰουβάλ (Gen. 4,21). ἑρμηνεύεται δὲ καὶ οὗτος μετακλίνων διὰ συμβόλου, ὁ κατὰ προφορὰν
λόγος· φύσει γὰρ οὗτος διανοίας ἀδελφός ἐστι. τὸν δὲ τοῦ μεταποιοῦντος
νοῦ τὰ πράγματα λόγον μετακλίνοντα σφόδρα δεόντως ὠνόμασε· συμβαίνει
<lb n="25"/> γὰρ τρόπον τινὰ καὶ ἐπαμφοτερίζειν καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέπον
ἢ ὥσπερ θαλαττεῦον σκάφος ὑπὸ πολλοῦ κλύδωνος πρὸς ἑκάτερον τοῖχον
ἀποκλῖνον· βέβαιον γὰρ ἢ σταθηρὸν οὐδὲν ὁ ἄφρων λέγειν ἔμαθε.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>