<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:86-90</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:86-90</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="86"><p>τί γὰρ ὄφελος
λέγειν μὲν τὰ βέλτιστα, διανοεῖσθαι δὲ καὶ πράττειν τὰ αἴσχιστα; σοφιστῶν <lb n="25"/>
οὗτος ὁ τρόπος· τοὺς γὰρ περὶ φρονήσεως καὶ καρτερίας ἀπομηκύνοντες
<note xml:lang="mul" type="footnote"><lb/>1 τὰ διάφορα ἐξαδιαφορῶν Mang.: εὐδιαφορᾷ ἐν διαφορᾷ coni. Mang.) ἀδιάφορος ὤν U κακοδαιμονῶν ἴστω coni. Mang.
<lb/>4 ψυχῆς scripsi: ψυχὴ U, ψυχῇ Mang. 
<lb/>6 ἀναιδῶς coni. Diels
<lb/>11 καὶ hab. U (non om., ut adnot. Tisch.) αὐτῶν U (non αὐτοῦ, ut Mang. et Tiscb. adnotant.) ἐπιβολαῖς Mang.: ἐπιβουλαῖς U 
<lb/>14 ἀνακυκλεῖν scripsi: ἀνακυλίειν U
<lb/>16 Μώσης R λόγων U
<lb/>17 πλησίου R 
<lb/>18 ἐγγὺς] εὐθὺς R ἀναπτῆναι R (coni. Mang.): ἄν ἀπεῖναι U, ἀπιέναι vel ἀναβῆναι coni. nolwerda
<lb/>20 γε] δὲ Holwerda αὐτὸ corr. ex αὐτῷ U
<lb/>21 ἐστὶν U 
<lb/>22 τοῦτ’ ἔστιν ἐν conicio
<lb/>23 πήγνυσθαι] γίγνεσθαι coni. Mang., συνίστασθαι loco parallelo I p. 614,40 M. ὡς ἥ γε Tisch.: ὡς εἴ γε ἡ U, ὡς εἴ γε εἴη R 
<lb/>25 σοφῶν R</note> <note xml:lang="mul" type="footnote"><lb/>15 — 19,10 R fol. 90v: σφόδρα δὲ καὶ Μωσῆς — ἐπάρατος ἔστι τε καὶ λέγεται.</note>  

<pb n="v.2.p.19"/>
λόγους τὰ ὦτα καὶ τῶν σφόδρα διψώντων ἀκοῆς ἀποκναίουσιν, ἐν δὲ ταῖς
βουλαῖς καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν εὑρίσκονται διαμαρτάνοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="87"><p>τί δ’ ὄφελος ἃ μὲν χρὴ διανοεῖσθαι, ἔργοις δὲ ἀτόποις καὶ λόγοις χρῆσθαι,
διὰ μὲν τῶν λόγων τοὺς ἀκούοντας, διὰ δὲ τῶν ἔργων τοὺς ὑπομένοντας
<lb n="5"/> ζημιοῦντας; πράττειν γε μὴν τἄριστα οὐ σὺν διανοίᾳ καὶ λόγῳ πάλιν
ὑπαίτιον· τὸ γὰρ ἄνευ τούτων τῆς ἀκουσίου μερίδος ὂν οὐδαμῇ οὐδαμῶς
ἐπαινετόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="88"><p>εἰ δέ τινι ἐξεγένετο καθάπερ λύραν ἁρμόσασθαι τοὺς τοῦ ἀγαθοῦ πάντας ἤχους καὶ συνῳδὸν ἀποφῆναι λόγον μὲν διανοίᾳ, διάνοιαν
δὲ ἔργῳ, τέλειος καὶ πρὸς ἀλήθειαν εὐάρμοστος ὁ τοιοῦτος ἂν νομίζοιτο·
<lb n="10"/> ὥσθ’ ὁ μετατιθεὶς ὅρους τοῦ καλοῦ δικαίως ἐπάρατος ἔστι τε καὶ λέγεται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="89"><p><milestone unit="altref" n="25"/> τοὺς δ’ ὅρους τούτους οὐχ ἡ καθ’ ἡμᾶς γένεσις ἔστησεν, ἀλλ’ οἱ πρὸ ἡμῶν καὶ παντὸς τοῦ γεώδους πρεσβύτεροι λόγοι καὶ θεῖοι· καθὰ καὶ ὁ
νόμος δεδήλωκεν ἐπισκήπτων ἡμῶν ἑκάστῳ μὴ κιβδηλεύειν τὸ ἀρετῆς
νόμισμα ἐν τούτοις· „οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ
<lb n="15"/> πατέρες σου“ (Deut. 19,14), καὶ ἐν ἑτέροις· „ἐπερώτησον τὸν πατέρα
σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν
ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ
ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ,
 σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ“ (Deut. 32,7 — 9).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="90"><p><milestone unit="altpage2" n="p. 242 M."/> ἆρ’ οὖν ἐὰν <lb n="20"/> πύθωμαι τοῦ γεννήσαντος καὶ θρέψαντός με πατρὸς ἢ τῶν ἐκείνου μὲν
ἡλικιωτῶν, ἐμοῦ δὲ πρεσβυτέρων, ἦ διένειμεν ἔθνη ὁ θεὸς ἢ ἔσπειρεν ἢ
ᾤκισεν, ἀποκρινοῦνταί μοι παγίως, ὥσπερ τῷ μερισμῷ παρηκολουθηκότες
ἐκείνῳ; οὐ μὲν οὖν, ἀλλὰ φήσουσιν ὅτι καὶ ἡμεῖς ἐφ’ ἡλικίας παρὰ τῶν
γονέων καὶ ἔτι ἀρχαιοτέρων φιλοπευστήσαντες οὐδὲν σαφὲς ἀνεμάθομεν·
<lb n="25"/> οὐδὲν  γὰρ εἶχον ὅ τι διδάξουσιν ἡμᾶς καὶ αὐτοὶ πάλιν ἄλλων ἀξιώσαντες
γενέσθαι ἐπιστημόνων ἀνεπιστήμονες γνώριμοι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>