<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:176-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:176-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="176"><p>πρότερον οὖν αἱ κακαὶ γνῶμαι εἰς ὁμιλίαν οὐκ ἀφίξονται τῷ πατρί, πρὶν ἐπιφορῆσαι τὸν ἀφροσύνης πολὺν ἄκρατον καὶ εἴ τι
 συνετὸν ἦν ἐν αὐτῷ κατακλύσαι. γέγραπται  <milestone unit="altpage2" n="p. 260 M."/> γὰρ ὅτι „ἐπότισαν τὸν
πατέρα οἶνον“ (Gen. 19,33)· ὥσθ’ ὁπότε μὴ ποτίζουσιν,
ὑπὸ νήφοντος
οὐδέποτε δέξονται σπορὰν ἔννομον, ὅταν δ’ ὑποβεβρεγμένος κραιπαλᾷ,
<lb n="10"/> κυοφορήσουσι καὶ ἐπιμέμπτοις μὲν ὠδῖσιν, ἐπαράτοις δὲ ταῖς γοναῖς
χρήσονται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="177"><p><milestone unit="altref" n="52"/> διὸ καὶ Μωυσῆς τὴν ἀσεβῆ καὶ ἄναγνον αὐτῶν σπορὰν συλλόγου θείου παντὸς ἀπεσχοίνισε· λέγει γάρ· „Ἀμμανῖται
καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23,2).
οὗτοι δ’ εἰσὶν ἔγγονοι τῶν Λὼτ θυγατέρων, ὑπολαβόντες ἐξ αἰσθήσεως
<lb n="15"/> καὶ νοῦ, ἄρρενός τε καὶ θήλεος, ὥσπερ ὑπὸ πατρὸς καὶ μητρὸς πάντα
γεννᾶσθαι, τοῦτο πρὸς ἀλήθειαν γενέσεως αἴτιον ὑπειληφότες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="178"><p>ἡμεῖς μέντοι καὶ ἐὰν δεξώμεθά ποτε τὴν τροπὴν ταύτην, [καὶ] ὥσπερ ἐκ
κλύδωνος ἀνανηξάμενοι λαβώμεθα μετανοίας, ἐχυροῦ καὶ σωτηρίου
πράγματος, καὶ μὴ πρότερον μεθώμεθα ἢ κατὰ τὸ παντελὲς τὸ κυμαῖνον
<lb n="20"/> πέλαγος, τὴν φορὰν τῆς τροπῆς, διεκδῦναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="179"><p>καθὰ καὶ Ῥαχὴλ πρότερον αἰτησαμένη τὸν νοῦν ὡς αἴτιον τοῦ ποιεῖν ἔκγονα καὶ ἀκούσασα· „μὴ
ἀντὶ θεοῦ ἐγώ εἰμι“; (Gen. 30,2) προσέσχε τε τῷ λεχθέντι καὶ
μαθοῦσα παλινῳδίαν ἱερωτάτην ἐποίησε· γέγραπται γὰρ Ῥαχὴλ παλινῳδία,
θεοφιλὴς εὐχή· „προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον“ (Gen. 30,24),
<lb n="25"/>  ἣν οὐδενὶ τῶν ἀφρόνων ἔξεστι ποιήσασθαι τὴν ἴδιον ἡδονὴν
αὐτὸ μόνον θηρωμένων, τὰ δ’ ἄλλα πλατὺν γέλωτα καὶ χλεύην
νομιζόντων. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="180"><p><milestone unit="altref" n="53"/> χορηγὸς δ’ ἐστὶ τούτου τοῦ δόγματος ὁ τοῦ δερματίνου Ἢρ συγγενὴς Αὐνάν. „γνοὺς“ γάρ φησιν „οὗτος ὅτι οὐκ αὐτῷ
ἔσται τὸ σπέρμα, ὅταν εἰσῆλθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἐξέχει
<lb n="30"/> τοῦτο ἐπὶ τὴν γῆν“ (Gen. 38,9) φιλαυτίας καὶ φιληδονίας ὑπερβεβηκὼς
τοὺς ὅρους.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>