<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:166-170</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:166-170</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="166"><p>ὁ γοῦν μόσχος οὐκ ἐξ ἅπαντος τοῦ  γυναικείου κόσμου κατασκευάζεται, ἀλλ’ ἐκ τῶν ἐνωτίων  <milestone unit="altpage2" n="p. 258 M."/> αὐτὸ μόνον
(Exod. 32,2), διδάσκοντος ἡμᾶς τοῦ νομοθέτου ὅτι χειρόκμητος οὐδείς
ἐστιν ὄψει καὶ πρὸς ἀλήθειαν θεός, ἀλλ’ ἀκοῇ καὶ τῷ νομίζεσθαι, καὶ
<lb n="5"/> ἀκοῇ μέντοι γυναικός, οὐκ ἀνδρός· ἐκνενευρισμένης γὰρ ἔργον καὶ
ἐκτεθηλυμμένης τῷ ὄντι ψυχῆς τοὺς τοιούτους ὕθλους παραδέχεσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="167"><p>τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου
τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε.
<lb n="10"/> διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι“ (Deut. 33,39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι]
καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="168"><p>τὸ δ’ ὁρατὸν εἶναι τὸ ὂν οὐ κυριολογεῖται, κατάχρησις δ’ ἐστὶν ἐφ’ ἑκάστην αὐτοῦ
τῶν δυνάμεων ἀναφερομένου. καὶ γὰρ νῦν οὔ φησιν· ἴδετε ἐμέ —
<lb n="15"/> ἀμήχανον γὰρ τὸν κατὰ τὸ εἶναι θεὸν ὑπὸ γενέσεως τὸ παράπαν
κατανοηθῆναι —, ἀλλ’ ὅτι ἐγώ εἰμι ἴδετε, τουτέστι τὴν ἐμὴν ὕπαρξιν
θεάσασθε. ἀνθρώπου γὰρ ἐξαρκεῖ λογισμῷ μέχρι τοῦ καταμαθεῖν ὅτι
ἔστι τε καὶ ὑπάρχει τὸ τῶν ὅλων αἴτιον προελθεῖν· περαιτέρω δὲ
σπουδάζειν τρέπεσθαι, ὡς περὶ οὐσίας ἢ ποιότητος ζητεῖν, ὠγύγιός τις
<lb n="20"/> ἠλιθιότης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="169"><p>οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι
„τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει“ (Exod. 33,23)·
τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς
δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’
<lb n="25"/> εὐθυωρίαν προσβολῆς — διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν —, ἐκ
δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων <add>καταληπτόσ</add>·
αὗται γὰρ
οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="170"><p><milestone unit="altref" n="49"/> Γεννήσας τοίνυν ὁ νοῦς ἀρχὴν σπουδαίας διαθέσεως καὶ ἀρετῆς τινα πρῶτον τρόπον τὸν Σήθ, τὸν ποτισμόν, ἐπινεανιεύεται καλὴν καὶ
<lb n="30"/> ὁσίαν νεανιείαν. φησὶ γάρ· „ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον
<note xml:lang="mul" type="footnote"><lb/>3 χειρόκμητον οὐδὲν couicio
<lb/>6 ἐκτεθηλυμμένης scripsi: ἐκτεθηλυμένης U 
<lb/>7 ὤτων, ἀλλὰ μόνοις τοῖς conicio
<lb/>11 ἐν ἀργία U ἀντὶ seclusit Cohn 
<lb/>14 ἀναφερομένη coni. Mang.
<lb/>18 τε Mang.: τι U
<lb/>19 τρέπεσθαι] φέρεσθαι coni. Mang. περιουσίας U ὡσγύγιός. U, ὡς διωλύγιός coni. Mang. 
<lb/>24 γε scripsi: δὲ U
<lb/>25 εὐθυωρίαν Mang.: εὐθὺ θεωρίαν U
<lb/>26 καταληπτός addidi
<lb/>27 οὐσίαν Mang.: ἰδέαν U αὐτῷ scripsi: αὐτοῖς U 
<lb/>29 πρῶτον τρόπον] πρωτόγονον conicio
<lb/>30 ἐξανέστησε ex LXX Mang.: ἐξανέστησας U</note>  

<pb n="v.2.p.38"/>
ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). ἐξητασμένως γὰρ καὶ
περιττῶς εἴρηται τὸ μηδὲν τῶν θείων σπερμάτων χαμαὶ πίπτειν, ἅπαντα
 δὲ εἰς τὸ ἄνω χωρεῖν ἀπὸ τῶν περιγείων ἐξανιστάμενα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>