<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:161-180</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:161-180</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="161"><p>τίς <lb n="15"/> γὰρ ἂν ἀθλητὴς πρὸς ταύρου δύναμιν ἢ ἐλέφαντος ἀλκὴν ἐξισωθείη;
τίς δ’ ἂν δρομεὺς πρὸς σκύλακος ἢ λαγωδαρίου ποδώκειαν; ὁ μὲν γὰρ
ἀνθρώπων ὀξυδερκέστατος πρὸς ἱεράκων ἢ ἀετῶν ὄψιν ἀμβλυωπέστατος.
ἀκοαῖς γε μὴν ἢ ὀσμαῖς πολλῷ τῷ περιόντι τὰ ἄλογα κεκράτηκεν, ὡς
καὶ ὄνος μέν, τὸ δοκοῦν ἐν ζῴοις εἶναι νωθέστατον, κωφὴν ἂν ἀποδείξαι
<lb n="20"/> τὴν ἡμετέραν ἀκοὴν ἐλθὼν εἰς ἐπίκρισιν, κύων δὲ περιττὸν ἐν ἀνθρώπῳ
μυκτῆρας μέρος δι’ ὑπερβολὴν τοῦ περὶ τὰς ὀσμὰς τάχους· ἐξικνοῦνται
γὰρ ἐπὶ μήκιστον, ὡς ὀφθαλμῶν ἁμιλλᾶσθαι φορᾷ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="162"><p><milestone unit="altref" n="47"/> καὶ τί δεῖ περὶ ἑκάστου διεξιόντα μακρηγορεῖν; ἤδη γὰρ τοῦτο παρὰ τοῖς δοκιμωτάτοις
τῶν πάλαι λογίων ὡμολόγηται, οἳ τῶν μὲν ἀλόγων μητέρα τὴν
 φύσιν, ἀνθρώπων δὲ μητρυιὰν  <milestone unit="altpage2" n="p. 257 M."/> ἔφασαν εἶναι, τὴν κατὰ σῶμα τῶν μὲν
<lb n="26"/> ἀσθένειαν, τῶν δὲ ὑπερβάλλουσαν ἐν ἅπασιν ἰσχὺν κατανοήσαντες.
<note xml:lang="mul" type="footnote"><lb/>1 Αιγύπτιον conicio
<lb/>5 αὐτοείδους U
<lb/>6 ἐπιλεαίνει Mang.: ἐπελαύνει U ἀπὸ διαιρέσεως U: ἀεὶ διαιρετῇ coni. Mang., αἰτίῳ διαιρέσεως conicio 7.
<lb/>8 σωματικῶν <add>οὐδὲν</add> ἀγαθόν ἐστιν conicio
<lb/>9 ἅ γε scripsi: ἀλλά γε U, ἅτινα Mang., ἄλλα τε, ἃ coni. Holwerda, ἄμα γὰρ Cohn
<lb/>11 μετεῖχε scripsi: μετέχῃ U, μετέχοι coni. Tisch.
<lb/>13 ἀτιθασσότατα U
<lb/>15 ἀλκὴν U: ἀρχὴν R
<lb/>16 λαγωδαρείου U
<lb/>17 ἱεράκων scripsi (cf. II p. 38,33 M): δορκάδων U
<lb/>18 ἄλογα Tisch.: ἄλλα U κεκράτηκε U ὡς Mang.: ἡ ὡς
<lb/>19 καὶ ὄνος m
<lb/>2 in mg., κόνος in textu U ἀποδείξαι Holwerda: ἀποδείξῃ U 
<lb/>21 μυκτῆρας U (non μυκτῆρα, ut Tisch. adnot.)
<lb/>25 μητρυὰν U σῶμα τῶν Holwerda: σωμάτων U, σώματα Mang.
<lb/>26 τῶν δὲ Mang.: τὴν δὲ U</note> <note xml:lang="mul" type="footnote">14—16 R fol. 91v: τίς γὰρ—ποδώκειαν
<lb/>23 cf. locos a Nordenio collectos vol. XVIII supplementi annalium philologicorum p. 305. 3*</note>  

<pb n="v.2.p.36"/>
εἰκότως οὖν κατήλεσε τὸν μόσχον ὁ τεχνίτης, τουτέστιν εἰς μέρη διελὼν
τὰ οἷς σῶμα πλεονεκτεῖ πάντα τοῦ πρὸς ἀλήθειαν ἐπέδειξεν ἀγαθοῦ
μακρὰν διεστῶτα καὶ μηδὲν τῶν ἐφ’ ὕδατος σπειρομένων διαφέροντα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="163"><p>διὸ καὶ τὸν καταλεσθέντα μόσχον ἐπὶ τὸ ὕδωρ λόγος κατέχει σπαρῆναι,
τοῦ μηδὲν γνήσιον ἀγαθοῦ φυτὸν ἐν ὕλῃ φθαρτῇ ποτε δύνασθαι <lb n="5"/>
βλαστάνειν σύμβολον. ὡς γὰρ εἰς ποταμοῦ ῥεῦμα ἢ θαλάττης καταβληθὲν
σπέρμα τὰς ἰδίους οὐκ ἂν ἐπιδείξαιτο δυνάμεις — ἀμήχανον
γάρ, εἰ <add>μὴ</add> ῥίζαις ὥσπερ ἀγκύραις ἐχυροῦ τινος γῆς
μέρους ἅπαξ λαβόμενον ἱδρυθείη, ἢ ἔρνος ἀναβλαστῆσαι, καὶ εἰ μὴ περιμηκέστατον,
ἀλλά τοι χαμαίζηλον, ἢ καρποὺς καθ’ ὥρας τὰς ἐτησίους ἐνεγκεῖν· <lb n="10"/>
φθάνει γὰρ τοὺς σπερματικοὺς ἅπαντας τόνους ἡ τοῦ ὕδατος πολλὴ καὶ
βίαιος ἀποκλύσασα φορά —, τὸν αὐτὸν τρόπον ὅσα τοῦ τῆς ψυχῆς
ἀγγείου λέγεταί τε καὶ ᾄδεται πλεονεκτήματα πρὶν ὑποστῆναι φθείρεται
 τῆς σωματικῆς οὐσίας αἰεὶ ῥεούσης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="164"><p>πῶς γὰρ νόσοι καὶ γῆρας καὶ
παντελεῖς ἐπεγίνοντο φθοραί, εἰ μὴ συνεχὴς ἦν λόγῳ θεωρητῶν ῥευμάτων <lb n="15"/>
ἀπάντλησις; τούτοις οὖν ποτίζειν ἀπαξιοῖ <add>ὁ</add> ἱεροφάντης
τὴν διάνοιαν ἡμῶν τῷ καταφλέξαι τὰς ἡδονάς, τῷ τὸ σύστημα τῶν σωματικῶν
ἀγαθῶν εἰς λεπτὸν καὶ ἀνωφελῆ χοῦν καταλέσαντας ἀναλῦσαι, τῷ
ὑπολαβεῖν ὅτι ἐξ οὐδενὸς αὐτῶν ἐβλάστησέ ποτε καὶ ἤνθησε τὸ πρὸς
ἀλήθειαν καλόν, ὥσπερ οὐδ’ ἐκ σπερμάτων ἃ σπείρεται καθ’ ὕδατος. <lb n="20"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="165"><p><milestone unit="altref" n="48"/> ταῦροι δὲ καὶ κριοὶ καὶ τράγοι, οὓς Αἴγυπτος διὰ τιμῆς ἔχει,
καὶ ὅσα ἄλλα φθαρτῆς ὕλης ἀφιδρύματα, ἀκοῇ μόνον νομίζονται θεοί,
πρὸς ἀλήθειαν οὐκ ὄντες, ψευδώνυμοι πάντες. ἁπαλαῖς γὰρ ἔτι ταῖς
τῶν νέων ψυχαῖς οἱ τραγῳδίαν τὸν βίον τύφων ἐρώντων νομίζοντες
κεκιβδηλευμένους χαρακτῆρας ἐναπομάττονται, διακόνοις ἀκοαῖς χρώμενοι, <lb n="25"/>
ὧν μυθικὸν λῆρον καταχέαντες καὶ μέχρι διανοίας αὐτῶν ἐντήξαντες
θεοπλαστεῖν τοὺς τὰ φρονήματα ἄνδρας μὲν μηδέποτε γινομένους ἀεὶ δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 κατηλέησε U
<lb/>3 μακρὰν Mang.: μακρὰ U
<lb/>7 ἰδίας v
<lb/>8 μὴ add. Mang. μέρους Mang.: μέρος U
<lb/>9 ἱδρυθείη Cohn: ἰδρυνθῆναι U εἰ καὶ conicio
<lb/>10 τοι U (non τι)
<lb/>11 φθάνει U: φθείρει Mang.
<lb/>12 ἀποκλύσασα Diels: προσκλύσαι U, προσκλύσσα Mang.
<lb/>15 ἐπεγίνοντ’ ἄν conicio λόγῳ Holwerda: λόγων U θεωρητῶν U: θεωρητικῶν ὡς Tisch., σπερματικῶν Mang.
<lb/>16 ἐπάντλησις olim coniciebam ποτίζειν ἀπαξιοῖ m2 in mg., propter rasuras legi non potest textus U οὐκ οὐκ ἀξιοῖ? ἀξιοῖ Mang. ὁ add. Tisch. 
<lb/>18 καταλέσαντας Mang.: καταλύσαντας U
<lb/>20 οὐδ’ Holwerda: οὐκ U
<lb/>24 τύφου γέμοντα conicio, τυφογερόντων coni. Tisch. βίον νομίζοντες, τύφων καὶ ἐρώτων coni. Mang.
<lb/>25 ἐναπομάττοντες U, corr. Maug.
<lb/>26 ὧν] τὸν HOlwerda αὐτὸν Mang.</note>  

<pb n="v.2.p.37"/>
θηλυδρίας ὄντας ἠνάγκασαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="166"><p>ὁ γοῦν μόσχος οὐκ ἐξ ἅπαντος τοῦ  γυναικείου κόσμου κατασκευάζεται, ἀλλ’ ἐκ τῶν ἐνωτίων  <milestone unit="altpage2" n="p. 258 M."/> αὐτὸ μόνον
(Exod. 32,2), διδάσκοντος ἡμᾶς τοῦ νομοθέτου ὅτι χειρόκμητος οὐδείς
ἐστιν ὄψει καὶ πρὸς ἀλήθειαν θεός, ἀλλ’ ἀκοῇ καὶ τῷ νομίζεσθαι, καὶ
<lb n="5"/> ἀκοῇ μέντοι γυναικός, οὐκ ἀνδρός· ἐκνενευρισμένης γὰρ ἔργον καὶ
ἐκτεθηλυμμένης τῷ ὄντι ψυχῆς τοὺς τοιούτους ὕθλους παραδέχεσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="167"><p>τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου
τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε.
<lb n="10"/> διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι“ (Deut. 33,39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι]
καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="168"><p>τὸ δ’ ὁρατὸν εἶναι τὸ ὂν οὐ κυριολογεῖται, κατάχρησις δ’ ἐστὶν ἐφ’ ἑκάστην αὐτοῦ
τῶν δυνάμεων ἀναφερομένου. καὶ γὰρ νῦν οὔ φησιν· ἴδετε ἐμέ —
<lb n="15"/> ἀμήχανον γὰρ τὸν κατὰ τὸ εἶναι θεὸν ὑπὸ γενέσεως τὸ παράπαν
κατανοηθῆναι —, ἀλλ’ ὅτι ἐγώ εἰμι ἴδετε, τουτέστι τὴν ἐμὴν ὕπαρξιν
θεάσασθε. ἀνθρώπου γὰρ ἐξαρκεῖ λογισμῷ μέχρι τοῦ καταμαθεῖν ὅτι
ἔστι τε καὶ ὑπάρχει τὸ τῶν ὅλων αἴτιον προελθεῖν· περαιτέρω δὲ
σπουδάζειν τρέπεσθαι, ὡς περὶ οὐσίας ἢ ποιότητος ζητεῖν, ὠγύγιός τις
<lb n="20"/> ἠλιθιότης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="169"><p>οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι
„τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει“ (Exod. 33,23)·
τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς
δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’
<lb n="25"/> εὐθυωρίαν προσβολῆς — διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν —, ἐκ
δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων <add>καταληπτόσ</add>·
αὗται γὰρ
οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="170"><p><milestone unit="altref" n="49"/> Γεννήσας τοίνυν ὁ νοῦς ἀρχὴν σπουδαίας διαθέσεως καὶ ἀρετῆς τινα πρῶτον τρόπον τὸν Σήθ, τὸν ποτισμόν, ἐπινεανιεύεται καλὴν καὶ
<lb n="30"/> ὁσίαν νεανιείαν. φησὶ γάρ· „ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον
<note xml:lang="mul" type="footnote"><lb/>3 χειρόκμητον οὐδὲν couicio
<lb/>6 ἐκτεθηλυμμένης scripsi: ἐκτεθηλυμένης U 
<lb/>7 ὤτων, ἀλλὰ μόνοις τοῖς conicio
<lb/>11 ἐν ἀργία U ἀντὶ seclusit Cohn 
<lb/>14 ἀναφερομένη coni. Mang.
<lb/>18 τε Mang.: τι U
<lb/>19 τρέπεσθαι] φέρεσθαι coni. Mang. περιουσίας U ὡσγύγιός. U, ὡς διωλύγιός coni. Mang. 
<lb/>24 γε scripsi: δὲ U
<lb/>25 εὐθυωρίαν Mang.: εὐθὺ θεωρίαν U
<lb/>26 καταληπτός addidi
<lb/>27 οὐσίαν Mang.: ἰδέαν U αὐτῷ scripsi: αὐτοῖς U 
<lb/>29 πρῶτον τρόπον] πρωτόγονον conicio
<lb/>30 ἐξανέστησε ex LXX Mang.: ἐξανέστησας U</note>  

<pb n="v.2.p.38"/>
ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). ἐξητασμένως γὰρ καὶ
περιττῶς εἴρηται τὸ μηδὲν τῶν θείων σπερμάτων χαμαὶ πίπτειν, ἅπαντα
 δὲ εἰς τὸ ἄνω χωρεῖν ἀπὸ τῶν περιγείων ἐξανιστάμενα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="171"><p>τὰ μὲν γὰρ
ὑπὸ τῶν θνητῶν καταβαλλόμενα σπέρματα πρὸς ζῴων <milestone unit="altpage1" n="p. 259 M."/>  ἢ φυτῶν γένεσιν
οὐ πάντα τελεσιουργεῖται, ἀγαπητὸν δ’ εἰ μὴ τὰ φθειρόμενα πλείω τῶν <lb n="5"/>
διαμενόντων ἐστί· σπείρει δ’ ὁ θεὸς ἐν ψυχαῖς ἀτελὲς οὐδέν, ἀλλ’
οὕτως καίρια καὶ τέλεια, ὡς εὐθὺς ἐπιφέρεσθαι τὴν τῶν ἰδίων καρπῶν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="172"><p> πληθὺν ἕκαστον. <milestone unit="altref" n="50"/> τὸν δὲ Σὴθ σπέρμα ἕτερον εἰπὼν ἀναβλαστῆσαι,
ὁποτέρου ἕτερον οὐ δεδήλωκε. ἆρά γε τοῦ δολοφονηθέντος Ἄβελ ἢ
τοῦ κτείναντος Κάιν; ἀλλὰ μήποτε ἑκατέρου διαφέρει τὸ γέννημα, τοῦ <lb n="10"/>
μὲν Κάιν ὡς ἐχθρόν — δίψα γὰρ ἀρετῆς αὐτομολούσῃ κακίᾳ πολεμιώτατον
—, τοῦ δὲ Ἄβελ ὡς φίλον καὶ συγγενές· ἕτερον γάρ, οὐ μὴν
ἀλλότριον, τὸ ἄρτι ἀρχόμενον τοῦ τελείου καὶ τὸ πρὸς γένεσιν τοῦ πρὸς
 τὸ ἀγένητον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="173"><p>διὰ τοῦθ’ ὁ μὲν Ἄβελ τὸ θνητὸν ἀπολιπὼν πρὸς τὴν
ἀμείνω φύσιν μεταναστὰς οἴχεται, ὁ δὲ Σὴθ ἅτε σπέρμα ὢν ἀνθρωπίνης <lb n="15"/>
ἀρετῆς οὐδέποτε τὸ ἀνθρώπων ἀπολείψει γένος, ἀλλὰ πρώτην μὲν
παραύξησιν ἄχρι δεκάδος ἀριθμοῦ τελείου λήψεται, καθ’ ἣν ὁ δίκαιος
Νῶε συνίσταται, δευτέραν δὲ καὶ ἀμείνω τὴν ἀπὸ τοῦ παιδὸς αὐτοῦ
Σὴμ εἰς ἑτέραν δεκάδα τελευτῶσαν, ἧς Ἀβραὰμ ὁ πιστὸς ἐπώνυμος,
τρίτην δὲ καὶ τελεωτέραν δεκάδος ἑβδομάδα ἀπὸ τούτου μέχρι Μωυσῆ <lb n="20"/>
τοῦ πάντα σοφοῦ παρήκουσαν· ἕβδομος γὰρ ἀπὸ Ἀβραὰμ οὗτός ἐστιν,
οὐκέτι κατὰ τὸν ἔξω τῶν ἁγίων κύκλον οἷα μύστης εἰλούμενος, ἀλλ’
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="174"><p> ὥσπερ ἱεροφάντης ἐν τοῖς ἀδύτοις ποιούμενος τὰς διατριβάς. <milestone unit="altref" n="51"/> σκόπει
δὲ τάς τε πρὸς βελτίωσιν ἐπιδόσεις τῆς ἀπλήστου καὶ ἀκορέστου τῶν
καλῶν ψυχῆς καὶ τὸν ἀπερίγραφον τοῦ θεοῦ πλοῦτον, ὃς ἄλλοις ἀρχὰς <lb n="25"/>
τὰ ἑτέρων δεδώρηται τέλη. τὸ μὲν γὰρ πέρας τῆς κατὰ Σὴθ ἐπιστήμης
ἀρχὴ τοῦ δικαίου γέγονε Νῶε, τὴν δὲ τούτου τελείωσιν Ἀβραὰμ ἄρχεται
παιδεύεσθαι, ἡ δὲ ἀκροτάτη τοῦδε σοφία Μωυσέως ἐστὶν ἄσκησις ἡ
 πρώτη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="175"><p>τοῦ δὲ ἀνωσμένου καὶ κλιθέντος ὑπὸ ψυχῆς ἀσθενείας Λὼτ
αἱ δύο θυγατέρες, βουλὴ καὶ συγκατάθεσις, ἐκ τοῦ νοῦ τοῦ πατρὸς <lb n="30"/>
αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19,32), μαχόμεναι τῷ λέγοντι·
„ἐξανέστησέ μοι ὁ θεός“. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 γὰρ] ἄγαν conicio
<lb/>3 τὸ ἄνω U (non τὸν ἄνω)
<lb/>4 ζῴων Mang.: ζωὴν U 
<lb/>10 διαφέρῃ U
<lb/>14 ἀγέννητον U
<lb/>16 πρώτην U (non πρῶτον)
<lb/>19 Σὴμ εἰς Tisch.: ἡμεῖς U
<lb/>22 τὸν Mang.: τὸ U
<lb/>24 ἐπιδόσεις scripsi: ἐπιτάσεις U
<lb/>27 δικαίου Mang.: δίκαιος U
<lb/>28 αὔξησις coni. Mang.
<lb/>29 ἀνεωσμένου conicio
<lb/>31 αὐτῶν U
<lb/>32 τοῦτ’ αὐταῖς U</note>  

<pb n="v.2.p.39"/>
νοῦν περιποιεῖσθαι δύνασθαι, μεθυούσης καὶ παραφόρου ψυχῆς δόγμα
εἰσηγούμεναι· νήφοντος μὲν γὰρ ἔργον λογισμοῦ καὶ <add>σώφρονος</add> τὸν
θεὸν ὁμολογεῖν ποιητὴν καὶ πατέρα τοῦ παντός, πίπτοντος δ’ ὑπὸ
μέθης καὶ παροινίας ἑαυτὸν ἑκάστου τῶν ἀνθρωπείων πραγμάτων εἶναι
<lb n="5"/> δημιουργόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="176"><p>πρότερον οὖν αἱ κακαὶ γνῶμαι εἰς ὁμιλίαν οὐκ ἀφίξονται τῷ πατρί, πρὶν ἐπιφορῆσαι τὸν ἀφροσύνης πολὺν ἄκρατον καὶ εἴ τι
 συνετὸν ἦν ἐν αὐτῷ κατακλύσαι. γέγραπται  <milestone unit="altpage2" n="p. 260 M."/> γὰρ ὅτι „ἐπότισαν τὸν
πατέρα οἶνον“ (Gen. 19,33)· ὥσθ’ ὁπότε μὴ ποτίζουσιν,
ὑπὸ νήφοντος
οὐδέποτε δέξονται σπορὰν ἔννομον, ὅταν δ’ ὑποβεβρεγμένος κραιπαλᾷ,
<lb n="10"/> κυοφορήσουσι καὶ ἐπιμέμπτοις μὲν ὠδῖσιν, ἐπαράτοις δὲ ταῖς γοναῖς
χρήσονται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="177"><p><milestone unit="altref" n="52"/> διὸ καὶ Μωυσῆς τὴν ἀσεβῆ καὶ ἄναγνον αὐτῶν σπορὰν συλλόγου θείου παντὸς ἀπεσχοίνισε· λέγει γάρ· „Ἀμμανῖται
καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23,2).
οὗτοι δ’ εἰσὶν ἔγγονοι τῶν Λὼτ θυγατέρων, ὑπολαβόντες ἐξ αἰσθήσεως
<lb n="15"/> καὶ νοῦ, ἄρρενός τε καὶ θήλεος, ὥσπερ ὑπὸ πατρὸς καὶ μητρὸς πάντα
γεννᾶσθαι, τοῦτο πρὸς ἀλήθειαν γενέσεως αἴτιον ὑπειληφότες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="178"><p>ἡμεῖς μέντοι καὶ ἐὰν δεξώμεθά ποτε τὴν τροπὴν ταύτην, [καὶ] ὥσπερ ἐκ
κλύδωνος ἀνανηξάμενοι λαβώμεθα μετανοίας, ἐχυροῦ καὶ σωτηρίου
πράγματος, καὶ μὴ πρότερον μεθώμεθα ἢ κατὰ τὸ παντελὲς τὸ κυμαῖνον
<lb n="20"/> πέλαγος, τὴν φορὰν τῆς τροπῆς, διεκδῦναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="179"><p>καθὰ καὶ Ῥαχὴλ πρότερον αἰτησαμένη τὸν νοῦν ὡς αἴτιον τοῦ ποιεῖν ἔκγονα καὶ ἀκούσασα· „μὴ
ἀντὶ θεοῦ ἐγώ εἰμι“; (Gen. 30,2) προσέσχε τε τῷ λεχθέντι καὶ
μαθοῦσα παλινῳδίαν ἱερωτάτην ἐποίησε· γέγραπται γὰρ Ῥαχὴλ παλινῳδία,
θεοφιλὴς εὐχή· „προσθέτω μοι ὁ θεὸς υἱὸν ἕτερον“ (Gen. 30,24),
<lb n="25"/>  ἣν οὐδενὶ τῶν ἀφρόνων ἔξεστι ποιήσασθαι τὴν ἴδιον ἡδονὴν
αὐτὸ μόνον θηρωμένων, τὰ δ’ ἄλλα πλατὺν γέλωτα καὶ χλεύην
νομιζόντων. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="180"><p><milestone unit="altref" n="53"/> χορηγὸς δ’ ἐστὶ τούτου τοῦ δόγματος ὁ τοῦ δερματίνου Ἢρ συγγενὴς Αὐνάν. „γνοὺς“ γάρ φησιν „οὗτος ὅτι οὐκ αὐτῷ
ἔσται τὸ σπέρμα, ὅταν εἰσῆλθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἐξέχει
<lb n="30"/> τοῦτο ἐπὶ τὴν γῆν“ (Gen. 38,9) φιλαυτίας καὶ φιληδονίας ὑπερβεβηκὼς
τοὺς ὅρους.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>