<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:131-135</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:131-135</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="131"><p>παιδίον δὲ καλεῖ τὴν ἄρτι διδασκαλίας
ὀρεγομένην ψυχὴν καὶ πρὸς τῷ μαθεῖν νυνὶ τρόπον τινὰ γεγενημένην,
παρὸ καὶ ἀνδρωθεὶς ὁ παῖς γίνεται σοφιστής, ὃν προσαγορεύει τοξότην· <lb n="25"/>
ἐφ’ ὃ γὰρ ἂν προθῆται κεφάλαιον ὥσπερ σκοπόν, εὐστόχως ἀποδείξεις
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="132"><p> ὥσπερ ὀϊστοὺς ἀφίησι. <milestone unit="altref" n="39"/> Ῥεβέκκα δ’ οὐκέτι προκοπαῖς ἀλλὰ
τελειότητι ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ
νόμος. „ἡ γὰρ παρθένος“ φησίν „ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος
ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν <lb n="30"/>
ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῇ καὶ εἶπε·
πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε.
καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν
<note xml:lang="mul" type="footnote"><lb/>4 ὑδρορόας U
<lb/>12 ἀφορίζεσθαι Tisch.
<lb/>17 ??ύ U
<lb/>19 ἔστι δ’ ἡ ἔστιν U
<lb/>20 καὶ seclusi, atit scrib. <add>ἐγκύκλιος</add> καὶ μέση: καὶ νέα v οὑν] coni. Cohn βάθους Tisch.: πάθους U, βαθείας Mang.
<lb/>22 <add>τὰ</add> conicio
<lb/>23 ἀξιοῖ Mang.: ἄξιον U
<lb/>24 νυνὶ] νεωστὶ conicio
<lb/>28 τελειότησι conicio
<lb/>30 ἦν ex LXX Cohn: ἣν U</note>  

<pb n="v.2.p.29"/>
 αὐτόν, ἕως ἐπαύσατο πίνων·  <milestone unit="altpage2" n="p. 251 M."/> καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι,
ἕως ἂν πᾶσαι πίωσι. καὶ σπεύσασα ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ
ποτιστήριον, καὶ δραμοῦσα ἐπὶ τὸ φρέαρ ὑδρεύσατο ταῖς καμήλοις“ (Gen.
24,16 — 20).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="133"><p>τίς οὐκ ἂν θαυμάσειε τὴν περὶ πάντα ἀκρίβειαν τοῦ <lb n="5"/> νομοθέτου; παρθένον εἶπε τὴν Ῥεβέκκαν, καὶ πάνυ καλὴν παρθένον, ὅτι
ἀμιγὴς καὶ ἄδολος καὶ ἀμίαντος ἡ ἀρετῆς φύσις καὶ μόνη τῶν ἐν γενέσει
καλή τε καὶ ἀγαθή· ἀφ’ ἧς καὶ τὸ στωικὸν ἐβλάστησε δόγμα τὸ μόνον
εἶναι τὸ καλὸν ἀγαθόν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="134"><p><milestone unit="altref" n="40"/> τῶν δ’ ἀρετῶν αἱ <add>μέν</add> εἰσιν αἰεὶ παρθένοι, αἱ δὲ ἐκ γυναικῶν εἰς παρθένους μετέβαλον, ὥσπερ ἡ Σάρρα·
<lb n="10"/> „ἐξέλιπε γὰρ γίνεσθαι τὰ γυναικεῖα“ (Gen. 18,11), ὁπότε ἄρχεται τὸ
εὔδαιμον γένος κυοφορεῖν, Ἰσαάκ. ἡ δ’ ἀεὶ παρθένος ὑπὸ ἀνδρός, ᾗ
φησι, συνόλως οὐ γινώσκεται. θνητῶν γὰρ πρὸς ἀλήθειαν οὐδενὶ τὴν
ἀδιάφθορον φύσιν μιαίνειν ἐφεῖται, ἀλλ’ οὐδ’ ἥτις ἐστὶν εἰλικρινῶς
εἰδέναι· ἐὰν μέντοι καὶ γνῶναι δυνηθῇ, μισῶν καὶ προβεβλημένος οὐ
<lb n="15"/> παύεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="135"><p>διὸ καὶ Λείαν φυσικῶς εἰσάγει μισουμένην (Gen. 29, 31)· οὓς γὰρ τὰ φίλτρα τῶν κατὰ Ῥαχήλ, τὴν αἴσθησιν, ἡδονῶν ἐπάγεται,
τούτους οὐκ ἀνέχεται ἡ ἐκτὸς τῶν παθῶν Λεία, διόπερ σκορακιζόμενοι
μισοῦσιν αὐτήν· τῇ δὲ ἡ πρὸς τὸ γενητὸν ἀλλοτρίωσις πρὸς θεὸν
οἰκείωσιν εἰργάσατο, παρ’ οὗ τὰ φρονήσεως παραδεξαμένη σπέρματα
<lb n="20"/> ὠδίνει καὶ ἀποτίκτει καλὰς καὶ ἀξίας ἐννοίας τοῦ γεννήσαντος πατρός.
ἐὰν οὖν καὶ σὺ μιμησαμένη Λείαν, ὦ ψυχή, <add>τὰ</add> θνητὰ ἀποστραφῇς,
ἐξ ἀνάγκης ἐπιστρέψει πρὸς τὸν ἄφθαρτον, ὃς ὅλας ἐπομβρήσει σοι τὰς
τοῦ καλοῦ πηγάς. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>