<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:126-130</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:126-130</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="126"><p>ἢ οὐκ ἂν εἴποι τις τῶν αἰσθήσεων ἑκάστην ὥσπερ ἀπὸ πηγῆς τοῦ
<lb n="25"/> νοῦ ποτίζεσθαι τὰς δυνάμεις καθάπερ ὀχετοὺς ἀνευρύνοντός τε καὶ
τείνοντος; οὐδεὶς γοῦν εὖ φρονῶν εἴποι ἂν ὀφθαλμοὺς ὁρᾶν, ἀλλὰ νοῦν
δι’ ὀφθαλμῶν, οὐδ’ ὦτα ἀκούειν, ἀλλὰ δι’ ὤτων ἐκεῖνον, οὐδὲ μυκτῆρας
ὀσφραίνεσθαι, ἀλλὰ διὰ μυκτήρων τὸ ἡγεμονικόν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="127"><p><milestone unit="altref" n="37"/> διὸ καὶ ἐν
<note xml:lang="mul" type="footnote"><lb/>1 γοῦν] γὰρ conicio διὸ] ὃ δὴ conicio
<lb/>4 ψυχὴ U
<lb/>5 δ’ ἡ τῶν U 
<lb/>6 εὐκαιρίαν U: ἀκαιρίαν v
<lb/>7 πρησθέντες coni. Mang.
<lb/>8 σοφίᾳ πιαινόμενοι Mang.: σοφίας πεπαινόμενοι U
<lb/>9 ἱερείου U (non ἱεροῦ, ut Tisch. adnot.) 
<lb/>11 <add>τὴν</add> διάνοιαν conicio
<lb/>12 αὐτῷ U (non αὐτῶν)
<lb/>13 διὸ scripsi: ὃν U
<lb/>16 σκεψώμεθα Cohn: σκύψωμεν U, σκέψωμεν Mang., σκέψομεν Holwerda 
<lb/>17 λέγουσα ex LXX addidi
<lb/>18 μοι] μὴ U
<lb/>21 ἐπιροῆς U ἀφεαίνεται U καθάπερ φαίνεται] σπερμαίνεται Tisch., καθάπερ φυτόν τι vel tale aliquid subesse videtur, καθάπερ ἐμφαίνεται coni. Cohn
<lb/>22 τε] γὰρ V</note> <note xml:lang="lat" type="footnote">27.
<lb/>28 cf. Epicharmi fragm. p. 255 Lorenz.</note>  

<pb n="v.2.p.28"/>
Γενέσει λέγεται· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ
πρόσωπον τῆς γῆς“ (Gen. 2,6). ἐπεὶ γὰρ ὅλου τοῦ σώματος μέρος
ἐξαίρετον ἔνειμεν ἡ φύσις τὸ πρόσωπον αἰσθήσεσιν, ἡ ἀνιοῦς’ ἀφ’
ἡγεμονικοῦ πηγὴ σχιζομένη πολλαχῇ καθάπερ τινὰς ὑδρορρόας ἀναστείλασα
μέχρι προσώπου, δι’ αὐτῶν τὰς δυνάμεις ἐφ’ ἕκαστον ἄγει τῶν <lb n="5"/>
αἰσθητικῶν ὀργάνων. οὕτως μέντοι καὶ ὁ θεοῦ λόγος <milestone unit="altpage1" n="p. 250 M."/>  ποτίζει τὰς
 ἀρετάς· ἀρχὴ γὰρ καὶ πηγὴ καλῶν πράξεων οὗτος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="128"><p>δηλοῖ δ’ ὁ νομοθέτης
φάσκων· „ποταμὸς δ’ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον.
ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρος ἀρχάς“ (Gen. 2,10). γενικαὶ μὲν γάρ
εἰσιν ἀρεταὶ τέσσαρες, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη· τούτων <lb n="10"/>
δ’ ἡγεμονὶς ἑκάστη καὶ βασιλίς ἐστι, καὶ ὁ κτησάμενος αὐτὰς ἄρχων καὶ βασιλεὺς
 εὐθέως, κἂν μηδεμιᾶς ὕλης εὐπορῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="129"><p>τὸ γὰρ „ἀφορίζεται εἰς τέσσαρας
ἀρχὰς“ οὐ τούτων διάστασιν, ἀλλ’ ἀρετῶν ἡγεμονίαν ἐμφαίνει καὶ κράτος.
αὗται δὲ καθάπερ ἐκ μιᾶς ῥίζης ἐκπεφύκασι τοῦ θείου λόγου, ὃν εἰκάζει
ποταμῷ διὰ τὴν ἀένναον καὶ συνεχῆ φορὰν ποτίμων λόγων καὶ δογμάτων, <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="130"><p> οἷς τὰς φιλοθέους τρέφει καὶ συναύξει ψυχάς. <milestone unit="altref" n="38"/> ποῖαι δ’ αὗται,
κατ’ ὀλίγον ἐπάγων ἐκδιδάσκει, ποιούμενος ἀπὸ τῶν φύσει τὴν ὑφήγησιν
τεχνῶν. εἰσάγει γὰρ τὴν Ἄγαρ πληροῦσαν ἀσκὸν ὕδατος καὶ τὸ παιδίον
ποτίζουσαν—ἔστι <add>δ’ ἡ</add> Ἄγαρ θεραπαινὶς Σάρρας, τῆς τελείας ἀρετῆς
[καὶ] μέση παιδεία—φυσικώτατα· ἐπειδὰν οὖν ἄχρι τοῦ βάθους <lb n="20"/>
ἐλθοῦσα τῆς ἐπιστήμης, ἣν ὀνομάζει φρέαρ, ἀρύσηται ὥσπερ εἰς ἄγγος
τὴν ψυχὴν τά τε δόγματα καὶ θεωρήματα, ἃ μέτεισιν, οἷς τέθραπται,
 τούτοις τρέφειν τὸ παιδίον ἀξιοῖ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>