<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:121-125</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:121-125</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="121"><p>μάρτυς δ’ ὁ νόμος <lb n="25"/>
ἐν ᾠδῇ μείζονι λέγων οὕτως· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ
ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἐπελάθετο θεοῦ σωτῆρος
αὐτοῦ“ (Deut. 32,15). ὄντως γὰρ οὐκέτι μέμνηνται τοῦ αἰωνίου, οἷς
<note xml:lang="mul" type="footnote"><lb/>3 σκοπῶν Mang.: σκοποῦ U
<lb/>5 κτίσεως U <add>τῶν</add> ὅσα 
<lb/>7 κατέστη coni. Mang.
<lb/>9 τοῖς U (nou τῆς)
<lb/>10 τὰς Tisch.: τὰ U 
<lb/>11 προσελθὼν coni. Maug. ἐμβαθύνας coni. Mang.
<lb/>12 σπλάγχνοις U, ut vid. (non σπλάγχνα) 13.
<lb/>14 ἄλλου, περὶ δὲ Mang.: ἄλλα· περὶ δὲ U, ἀλλ’ ἢ περί γε Tisch. IG ἀλλὰ νοημάτων scripsi: ἀλλ’ ὀνομάτων U φιλοσόφων U
<lb/>19 οὐδὲ U διῶνος U
<lb/>20 διαρεούλαις U
<lb/>22 καὶ τὰς ἐκτὸς ὕλας conicio
<lb/>23 τινὸς U: τι Tisch. λάχωσι scripsi: λάβωσι U ποιότητα U
<lb/>25 ψυχῆς Mang.: ψυχή U (non ψυχῆς, ut Tisch. adnot.) 
<lb/>26 ὦδὴ U
<lb/>27 ἐπελάθετο Mang.: ἐπελάθου U
<lb/>28 μέμνηνται Tisch.: μέμνηται U</note>  

<pb n="v.2.p.27"/>
πρὸς καιρὸν ὁ βίος ἤνθησε· νομίζουσι γοῦν τὸν καιρὸν θεόν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="122"><p>διὸ καὶ Μωυσῆς μαρτυρεῖ προτρέπων πολεμεῖν ταῖς ἐναντίαις δόξαις· λέγει
γάρ· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9)·
<note xml:lang="mul" type="marginal">p. 249 M.</note> ὥσθ’ | οἷς μὲν ὁ ψυχῆς βίος τετίμηται, λόγος θεῖος ἐνοικεῖ καὶ
<lb n="5"/> ἐμπεριπατεῖ, οἷς δ’ ὁ τῶν ἡδονῶν, ἐφήμερον καὶ κατεψευσμένην ἔχουσιν
εὐκαιρίαν. οὗτοι μὲν οὖν ὑπὸ διαρρεούσης πιότητός τε καὶ τέρψεως ἐπὶ
πλέον οἰδήσαντες καὶ περιταθέντες ἐξερράγησαν· οἱ δὲ τῇ τρεφούσῃ τὰς
φιλαρέτους ψυχὰς σοφίᾳ πιαινόμενοι βέβαιον καὶ ἀκράδαντον ἴσχουσι
δύναμιν, ἧς ὑπόδειγμα τὸ ὁλοκαυτούμενον ἀπὸ παντὸς ἱερείου στέαρ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="123"><p><lb n="10"/> λέγει γὰρ Μωυσῆς· „πᾶν στέαρ τῷ κυρίῳ νόμιμον αἰώνιον“ (Lev. 3, 16.17), ὡς τῆς κατὰ μὲν διάνοιαν πιότητος ἀναφερομένης ἐπὶ θεὸν καὶ
οἰκειουμένης αὐτῷ, διόπερ ἀπαθανατίζεται, τῆς δὲ κατὰ τὸ σῶμα καὶ τὰ
ἐκτὸς ἀναφερομένης ἐπὶ τὸν ἀντίθεον καιρόν, διὸ καὶ τάχιστα παρήκμασεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="124"><p><milestone unit="altref" n="36"/> Περὶ μὲν οὖν τῶν Λάμεχ γυναικῶν τε καὶ ἐκγόνων ἱκανῶς <lb n="15"/> οἶμαι δεδηλῶσθαι· τὴν δ’ ὥσπερ παλιγγενεσίαν Ἄβελ τοῦ δολοφονηθέντος
σκεψώμεθα. „ἔγνω“ φησίν „Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, καὶ συλλαβοῦσα
ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ <add>λέγουσα</add>· ἐξανέστησε
γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen.
4,25). Σὴθ ἑρμηνεύεται ποτισμός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="125"><p>ὥσπερ οὖν τὰ κατὰ γῆν σπέρματα <lb n="20"/> καὶ φυτὰ ποτιζόμενα αὔξεται καὶ βλαστάνει καὶ πρὸς καρπῶν γενέσεις
εὐτοκεῖ, στερόμενα δὲ ἐπιρροῆς ἀφαυαίνεται, οὕτως ἡ ψυχή, καθάπερ
φαίνεται, ὅταν νάματι ποτίμῳ σοφίας ἄρδηται, βλαστάνει τε καὶ ἐπιδίδωσι
πρὸς τὸ βέλτιον. ποτισμὸς δὲ ὁ μέν ἐστι ποτίζοντος, ὁ δ’ αὖ ποτιζομένου.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>