<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:106-110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:106-110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="106"><p>τὰ μὲν γὰρ ἄλλα τῇ περὶ τὴν φωνὴν κλάσει χρώμενα καὶ ταῖς ἐπαλλήλοις τῶν τόνων μεταβολαῖς ἀκοὰς αὐτὸ μόνον
ἡδύνει, ὁ δ’ ἄνθρωπος, ὥσπερ πρὸς τὸ λέγειν, οὕτως καὶ πρὸς τὸ ᾄδειν
<lb n="15"/> ἀρθρωθεὶς ὑπὸ φύσεως ἑκάτερον, ἀκοήν τε καὶ νοῦν, ἐπάγεται, τὴν μὲν
τῷ μέλει κηλῶν, τὸν δὲ τοῖς νοήμασιν ἐπιστρέφων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="107"><p>καθάπερ γὰρ ὄργανον ἀμούσῳ μὲν παραδοθὲν ἀνάρμοστον, μουσικῷ δὲ κατὰ τὴν ἐν
αὐτῷ τέχνην εὐάρμοστον γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος ὑπὸ
μὲν φαύλου νοῦ κινούμενος ἀνάρμοστος, ὑπὸ δὲ σπουδαίου πάνυ ἐμμελὴς
<lb n="20"/> εὑρίσκεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="108"><p>λύρα γε μὴν ἢ εἴ τι τῶν ὁμοίων, εἰ μὴ πληχθείη πρός <note xml:lang="mul" type="marginal">p. 246 M.</note> τινος, ἠρεμεῖ· λόγος τε αὖ | μὴ πληχθεὶς ὑφ’ ἡγεμονικοῦ κατὰ τἀναγκαῖον
ἡσυχίαν ἄγει. καὶ μὴν ὥσπερ ὄργανα κατὰ τὰς τοῦ μέλους ἀπείρους
ὅσας κράσεις μεθαρμόττεται, οὕτως καὶ ὁ λόγος συνῳδός τις ἑρμηνεὺς
πραγμάτων γινόμενος ἀμυθήτους λαμβάνει μεταβολάς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="109"><p>τίς γὰρ ἂν <lb n="25"/> ὁμοίως γονεῦσι καὶ τέκνοις διαλεχθείη, τῶν μὲν φύσει δοῦλος, τῶν δὲ
γένει δεσπότης ὤν; τίς δ’ ἂν ἀδελφοῖς καὶ ἀνεψιοῖς ἢ συνόλως τοῖς
ἐγγὺς γένους καὶ μακρὰν οὖσιν; τίς δ’ ἂν οἰκείοις καὶ ἀλλοτρίοις, ἢ
<note xml:lang="mul" type="footnote"><lb/>2 γὰρ add. Mang., ἐπεὶ τὸ conicio
<lb/>4 φύσις Mang.: φωνῇ U διπλάσασα U 
<lb/>5 χρωματικὰ scripsi: χρωματιστικὰ U διατονικὰ Mang.: διὰ τὸν· κὰ U
<lb/>7 ὅσα (vel ἴσως) Mang.: ὅσως U, ὅλως coni. Holwerda
<lb/>8 μελῳδοῦσι U: μελῳδίας ὄργανα Maug.
<lb/>9 ἀπολείπεται scripsi: ἀπολείπονται U
<lb/>10 φθαρτὸν Mang.: ἄφθαρτον U γένους Mang.: γένος U
<lb/>11 ᾦ Mang.: ὡς U
<lb/>12 κλάσει scripsi: κλάσιν U, κράσει Mang.
<lb/>13 ταῖς Cohn: τῆ U ἐπαλλήλοις U ἐπαλλήλῳ Mang. μεταβολαῖς Cohn: μεταβολῆ U
<lb/>16 κηδῶν an κηλῶν habeat U, incertum
<lb/>19 ἐμμελὴς scripsi: εὐμελὴς U
<lb/>20 εἴ secludit Cohn
<lb/>21 πλεχθεὶς U τἀγκαῖον U
<lb/>23 τις scripsi: ἐστιν U, ἐστι καὶ Mang.
<lb/>25 τέκνοις Mang.: τέχναις U
<lb/>26 γενέσει conicio καὶ Cohn: ἢ U</note>  

<pb n="v.2.p.24"/>
πολίταις καὶ ξένοις, οὐ μικρὰς οὐδὲ * * * τύχης ἢ φύσεως ἢ ἡλικίας ἔχουσι
διαφοράς; πρεσβύτῃ γὰρ ἑτέρως ὁμιλητέον καὶ νέῳ, καὶ πάλιν ἐνδόξῳ
καὶ ταπεινῷ, καὶ πλουσίῳ καὶ πένητι, καὶ ἄρχοντι καὶ ἰδιώτῃ, καὶ θεράποντι
 καὶ δεσπότῃ, γυναικί τε αὖ καὶ ἀνδρί, καὶ ἀτέχνῳ καὶ τεχνίτῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="110"><p>καὶ τί δεῖ
τὰς τῶν προσώπων ἀμυθήτους ἰδέας καταλέγεσθαι, πρὸς ἃς ὁ λόγος <lb n="5"/>
τρεπόμενος ἄλλοτε ἀλλοῖα λαμβάνει σχήματα; καὶ γὰρ αἱ τῶν πραγμάτων
ἰδιότητες τυποῦσιν αὐτὸν κατὰ τοὺς ἰδίους χαρακτῆρας· μεγάλα γὰρ καὶ
μικρὰ ἢ πολλὰ καὶ ὀλίγα ἢ ἰδιωτικὰ καὶ δημόσια ἢ ἱερὰ καὶ βέβηλα
ἢ ἀρχαῖα καὶ νέα οὐ τὸν αὐτὸν ἂν ἑρμηνεύσαι τρόπον, ἀλλὰ τὸν ἑκάστοις
ἐφαρμόζοντα τῷ πλήθει καὶ ἀξιώματι καὶ μεγέθει, τοτὲ μὲν ὑψηλὸν <lb n="10"/>
 αἴρων ἑαυτόν, τοτὲ δ’ ἔμπαλιν συνάγων τε καὶ συστέλλων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>