<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:101-105</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1:101-105</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="101"><p>Μωυσῆς δὲ οὔτ’ εἰς δεξιὰ οὔτ’ εἰς ἀριστερὰ οὐδ’ ὅλως εἰς μέρη τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>4 ἐνίων] ὧν D R D P
<lb/>7 τέξαντι Mang.: τάξαντι U
<lb/>8 ἀποχρόντως U 
<lb/>12 ποιμένων Mang.: ποιμνίων U
<lb/>15 ἀπληστίας U (non ἀπληστίαν)
<lb/>16 ὁ addidi
<lb/>17 ἀψύχων U καὶ add. Tisch.
<lb/>18 ὑπὸ Mang.: ὑπὲρ U 
<lb/>21 φησι Mang.: φασι U Ἰουβάλ scvipsi: Ἰωβάλ U
<lb/>25 τινὰ <add>ταλαντεύειν</add> conicio ἐπαμφοτερίζειν Tisch.: ἐπαμφοτερίζει U ἀντιρρέποντα conicio, ἀντιρρέπον τι Cohn
<lb/>27 σταθερὸν conicio
<lb/>28 οὐδὲ R</note> <note xml:lang="mul" type="footnote"><lb/>3 —
<lb/>5 D K fol. 129r Φίλωνος ἐκ τῶν ἠ’ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας D P fol. 116 Κλήμεντος στρωματέων α΄ D R fol. 136v Κλήμεωτος D v p. 435 (Φίλωνος): παιδείας ἡ ῥάβδος· ἄνευ — ἀμήχανον
<lb/>28 ᾦ 22,12.
<lb/>13 R fol. 91r: Μωυσῆς δὲ οὔτ εἰς δεξιὰ — δεξιὰ οὐδὲ ἀριστερά.</note>  

<pb n="v.2.p.22"/>
γηίνου Ἐδὼμ ἀποκλίνειν οἴεται δεῖν, τῇ δὲ μέσῃ ὁδῷ παρέρχεσθαι, ἣν
κυριώτατα καλεῖ βασιλικήν (Num. 20,17). ἐπειδὴ γὰρ πρῶτος καὶ
μόνος τῶν ὅλων βασιλεὺς ὁ θεός ἐστι, καὶ ἡ πρὸς αὐτὸν ἄγουσα ὁδὸς
ἅτε βασιλέως οὖσα εἰκότως ὠνόμασται βασιλική. ταύτην δ’ ἡγοῦ φιλοσοφίαν, οὐχ ἣν μέτεισιν ὁ νῦν ἀνθρώπων σοφιστικὸς ὅμιλος — λόγων <lb n="5"/>
γὰρ οὗτοι τέχνας μελετήσαντες κατὰ τῆς ἀληθείας τὴν πανουργίαν σοφίαν
ἐκάλεσαν ἔργῳ μοχθηρῷ θεῖον ἐπιφημίσαντες ὄνομα —, ἀλλ’ ἣν ὁ ἀρχαῖος
ἀσκητῶν θίασος διήθλει, τὰς τιθασοὺς τῆς ἡδονῆς γοητείας ἀποστρεφόμενος,
 ἀστείως καὶ αὐστηρῶς χρώμενος τῇ τοῦ καλοῦ μελέτῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="102"><p>τὴν
βασιλικὴν γοῦν ταύτην ὁδόν, ἣν ἀληθῆ καὶ γνήσιον ἔφαμεν εἶναι <lb n="10"/>
φιλοσοφίαν, ὁ νόμος καλεῖ θεοῦ ῥῆμα καὶ λόγον. γέγραπται γάρ· „οὐκ
ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος οὗ ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ
ἀριστερά“ (Deut. 28,14)· ὥστε ἐμφανῶς ἐπιδεδεῖχθαι ὅτι ταὐτόν
ἐστι τῇ βασιλικῇ ὁδῷ τὸ θεοῦ ῥῆμα, εἴγε προτρέπει μήτ’ ἀπὸ τῆς βασιλικῆς
ὁδοῦ μήτ’ ἀπὸ τοῦ ῥήματος, ὡς συνωνύμων ὄντων, ἀποκλίνοντας ὀρθῇ <lb n="15"/>
διανοίᾳ τὴν ἐπ’ εὐθείας ἄγουσαν ἀτραπὸν μέσην τε καὶ λεωφόρον
βαδίζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="103"><p><milestone unit="altref" n="31"/> „Ὁ δὲ Ἰουβὰλ οὗτος“ φησίν „ἐστὶ πατὴρ ὁ καταδείξας <note xml:lang="mul" type="marginal">p. 245 Μ.</note>
ψαλτήριον καὶ κιθάραν“ (Gen. 4,21). πατέρα μουσικῆς καὶ τῶν
κατὰ μουσικὴν πάντων ὀργάνων τὸν γεγωνὸν λόγον προσφυέστατα καλεῖ· τὸ <lb n="20"/>
γὰρ φωνητήριον ὄργανον ζῴοις ἡ φύσις πρῶτον καὶ τελειότατον ἐργασαμένη
πάσας αὐτῷ τὰς ἁρμονίας καὶ τὰ γένη τῶν μελῳδιῶν εὐθὺς
ἐχαρίζετο, ἵν’ ᾖ τοῖς ἐκ τέχνης μέλλουσι δημιουργεῖσθαι προειργασμένον
 παράδειγμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="104"><p>[καὶ] καθάπερ γὰρ τὸ οὖς ἡμῶν κύκλους ἐν κύκλοις,
ἐλάττους ἐν μείζοσι, γράφουσα σφαιρικὸν ἐτόρνευε τοῦ τὴν προσιοῦσαν <lb n="25"/>
φωνὴν μὴ χεομένην ἔξω σκεδάννυσθαι, εἴσω δ’ ὑπὸ τῶν κύκλων συναγομένην
καὶ σφιγγομένην οἷα διαχεομένην τὴν ἀκοὴν εἰς τὰς τοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἔδων U, ἑδῶν R παρέρχεσθαι Mang.: περιέρχεσθαι U, προέρχεσθαι R 
<lb/>2 κυριω΄ U
<lb/>4 δὲ R
<lb/>8 τιθασσοὺς UR, πιθανοὺς Maug.
<lb/>9 ἀστείως καὶ αὐστηρῶς scripsi: ἀστείω καὶ αὐστηρῷ UR
<lb/>10 γοῦν R: om. U
<lb/>12 ἐκων κλινεῖς Mang.: ἐκκλίνης UR
<lb/>15 συννὸ΄ U
<lb/>16 εὐθείας U: εὐθεῖαν 
<lb/>18 Ἰουβὰλ scripsi: Ἰωβὰλ U
<lb/>21 ζῴοις Mang.: ζωρὶς U
<lb/>24 καὶ sedusit Cohn, καὶ <add>ἀρχέτυπον</add> coui. Holwerda
<lb/>26 χεομένην U (non χεομένου) τῶν scripsi: τὸν κύκλον U
<lb/>27 διαχεομἐτην τὴν ἀκοὴν scripsi: διαχεομένης τῆς ἀκοῆς U</note> <note xml:lang="mul" type="footnote">19.
<lb/>20 R fol. 90v Φίλωνος: πατέρα μουσικῆς—καλεῖ.</note>  

<pb n="v.2.p.23"/>
ἡγεμονικοῦ δεξαμενὰς ἐπαντλεῖσθαι — καὶ τοῦτ’ εὐθὺς ἦν παράδειγμα
θεάτρων τῶν κατὰ πόλεις εὐδαίμονας· πρὸς <add>γὰρ</add> τὸ ὤτων σχῆμα ἄκρως
ἡ θεάτρων κατασκευὴ μεμίμηται —, οὕτως καὶ τὴν τραχεῖαν ἀρτηρίαν
ἡ τὰ ζῷα φύσις διαπλάσασα ὥσπερ μουσικὸν κανόνα τείνασα τὰ ἐναρμόνια
<lb n="5"/> καὶ χρωματικὰ καὶ διατονικὰ γένη συνυφαίνουσα κατὰ τὰς τῶν συνημμένων
καὶ διεζευγμένων μελῳδιῶν παμπληθεῖς ποικιλίας παντὸς ὀργάνου
μουσικοῦ παράδειγμα ἱδρύετο. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.opp-grc1" subtype="section" n="105"><p><milestone unit="altref" n="32"/> ὅσα γοῦν αὐλοὶ καὶ λύραι καὶ τὰ παραπλήσια μελῳδοῦσι, τῆς ἀηδόνων ἢ κύκνων μουσικῆς τοσοῦτον
ἀπολείπεται, ὅσον ἀπεικόνισμα καὶ μίμημα ἀρχετύπου παραδείγματος,
<lb n="10"/> φθαρτὸν εἶδος ἀφθάρτου γένους. τὴν μὲν γὰρ ἀνθρώπων μουσικὴν
οὐδενὶ τῶν ἄλλων συγκρίνειν ἄξιον ἔχουσαν γέρας ἐξαίρετον, ᾧ τετίμηται,
τὴν ἔναρθρον σαφήνειαν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>