<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:89-90</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:89-90</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="89"><p>μόνον γὰρ αὐτὸ τῶν παρ’
ἡμῖν ὁ νοῦς ἅτε πάντων ὠκυδρομώτατος καὶ τὸν χρόνον, ἐν ᾧ γίνεσθαι
δοκεῖ, φθάνει καὶ παραμείβεται, κατὰ ἀοράτους δυνάμεις ἀχρόνως τοῦ <lb n="20"/>
τε παντὸς καὶ μερῶν καὶ τῶν τούτων αἰτίων ἐπιψαύων. ἤδη δὲ οὐ
μόνον ἄχρι τῶν γῆς καὶ θαλάττης ἀλλὰ καὶ ἀέρος καὶ οὐρανοῦ περάτων
ἐλθὼν οὐδ’ ἐνταῦθα ἔστη, βραχὺν ὅρον τοῦ συνεχοῦς καὶ ἀπαύστου
δρόμου νομίσας τὸν κόσμον εἶναι, προσωτέρω δὲ χωρῆσαι γλιχόμενος
καὶ τὴν ἀκατάληπτον θεοῦ φύσιν, ὅτι μὴ πρὸς τὸ εἶναι μόνον, καταλαβεῖν, <lb n="25"/>
 ἢν δύνηται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="90"><p>πῶς οὖν εἰκὸς βραχὺν οὕτως ὄντα τὸν ἀνθρώπινον
νοῦν μήνιγγι ἢ καρδίᾳ, βραχέσιν ὄγκοις, ἐγκατειλημμένον μέγεθος οὐρανοῦ
καὶ κόσμου <milestone unit="altpage1" n="p. 209 M."/>  χωρῆσαι τοσοῦτον, εἰ μὴ τῆς θείας καὶ εὐδαίμονος
ψυχῆς ἐκείνης ἀπόσπασμα ἦν οὐ διαιρετόν; τέμνεται γὰρ οὐδὲν τοῦ
θείου κατ’ ἀπάρτησιν, ἀλλὰ μόνον ἐκτείνεται. διὸ μεμοιραμένος τῆς ἐν <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ὅρος om. UF
<lb/>2 ἀόρατος] ἀοράτως coni. Mang. ψυχὴ H 
<lb/>5 θνητοὺς U
<lb/>7 ἡδύνατο om. UF
<lb/>8 ἐθῶν] ἐθνῶν UH
<lb/>11 καὶ ἐξ U
<lb/>12 ἀνίστασθαι U
<lb/>14 ἀρχῆς τε καὶ U
<lb/>16 ὅσα F 
<lb/>18 αὐτὸ UF: αὐτῶ H, αὐτὰ L τῶν] τῶ F
<lb/>20 κατὰ UFH: κατὰ τὰς L
<lb/>21 αἰτιῶν F
<lb/>24 δὲ χωρῆσαι codd.: δ’ ἐχώρησε Turn.
<lb/>26 ἢν F: ἢν U, ἦν (sic) H, ἄν L οὕτως] ὄντως F 
<lb/>27 ἡ om. U ἐγκατέιλλημμένον H
<lb/>29 διαιρετέον F 
<lb/>30 κατὰ FH</note>  

<pb n="v.1.p.279"/>
τῷ παντὶ τελειότητος, ὅταν ἐννοῇ κόσμον, τοῖς πέρασι τοῦ παντὸς
συνευρύνεται ῥῆξιν οὐ λαμβάνων· ὁλκὸς γὰρ ἡ δύναμις αὐτοῦ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>