<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:77-78</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:77-78</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="77"><p>εἶτ’  οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο
<note xml:lang="mul" type="footnote"><lb/>6 δὴ om. HL
<lb/>8 εἴποι τις ἄν UF ἄν εἴποι τις HL
<lb/>10 αὐτοὺς U, αὐτοῖς F τὴν ὑμετέραν ψυχὴν om. HL1
<lb/>11 ἐπηνομρθώσασθα codd.
<lb/>12 ἑαυτῶν HL ἐρανίσατε HL συνιέντες UFH: συνθέντες L
<lb/>14 αἰεὶ U οὐ μὴν ἔτι] οὑ μὴν ἤδη coni. Mang., οὐ μέντοι coni. Wendl.
<lb/>15 ζωοπυρηθέντων FH
<lb/>19 ἰσοχρόνιον UF διαδοχὰς F
<lb/>20 εἰς ἀεὶ F: ἐς ἀεὶ ceteri οὕτω HL
<lb/>21 ἡ σῶφρον post δίκαιον transp. U ἄν otn. U
<lb/>22 ἀθανάτω UF: ἀθανάτου HL
<lb/>23 ἀρετὴ] ἀρίστη HL1
<lb/>24 καὶ post μὴ om. F τῶν] τὸν Γ’
<lb/>28 γενομένων F: γινομένων eeteri
<lb/>30 ἐνεσημήναντο Mang.: ἐσημήναντο codd.</note>  

<pb n="v.1.p.276"/>
ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας
ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν
εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’
ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας
 πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="78"><p>διὸ πᾶς φίλαυτος, ἐπίκλησιν <lb n="5"/>
Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος,
τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν
ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή
τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον;
οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ <lb n="10"/>
δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας
ἀνελών.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>