<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:67-68</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:67-68</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="67"><p>διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἴ τινες UFH: οἵτινες L
<lb/>3 λήξεις HL: λέξεις UF τὸ] δὲ καὶ Η 
<lb/>6 ὁ ἀδελφὸς UF: ὁ om. HL
<lb/>7 οὐκοῦν om. Η
<lb/>9 ἐπιτρέπει om. UF 
<lb/>10 ἀρέσκειαν] ἀρχὴν ooni. Mang.
<lb/>11 πονεῖν] ποιεῖν U
<lb/>14 γὰρ] μὲν II ψυχῆς U
<lb/>15 παντελὴς F ἀσκητὰ] ἄληστα coni. Mang., ἀσκή<add>σει περιποιη</add>τὰ coni. Wendl. παραδοῦσα coni. Markland θεωρημάτων ἀγίων UF
<lb/>16 ἐπιστήμην U καλὴν] καλεῖν F φύλακι] φυλακὴ U πιστὴ UH
<lb/>18 ὅτε UF: ἣν H, ἡ L
<lb/>19 ἱκανῶς F
<lb/>24 τὰ UF: τὰς UF: τῆς L</note> <note xml:lang="mul" type="footnote">10.
<lb/>11 cf. Hesiod. Op.
<lb/>40 ὅσῳ πλέον ἥμισυ παντός. Plat. Legg. VI 753 E ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε. Pseudo-Diogen. Prov. II
<lb/>97 ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. παρῆκται δὲ ἐκ τῶν Ἡσιόδου.</note>  

<pb n="v.1.p.274"/>
θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην
σου διετήρησεν“· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ
 τὸν νόμον σου Ἰσραήλ“ (Deut. 33, 9. 10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="68"><p>οὐκοῦν ὅτι καὶ λόγων
καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ
μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν <lb n="5"/>
δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου
δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης,
ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων
καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ
φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου <lb n="10"/>
καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας
ἐνεφορήθη.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>