<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="61"><p> ᾐτήσατο. <milestone unit="altref" n="18"/> τούτῳ μὲν οὖν ἡ ἀπόκρισις ἔπαινον ἤνεγκεν ὁμολογοῦντι
μηδὲ τὴν ἀρετὴν ἄνευ θείας ἐπιφροσύνης ἱκανὴν ἐξ ἑαυτῆς ὠφελεῖν <lb n="10"/>
εἶναι, τῷ δὲ Κάιν ἀκολούθως ψόγον φάσκοντι μὴ εἰδέναι, ποῦ ὁ δολοφονηθείς
ἐστι παρ’ αὐτοῦ· δόξει γὰρ τὸν ἀκούοντα ἀπατήσειν ὡς οὐ
πάντα διορῶντα καὶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι προκατειληφότα·
ἔκθεσμος δὲ καὶ ἔκφυλος πᾶς ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι
 παρορᾶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="62"><p>ὁ δέ γε καὶ ἐπινεανιεύεται φάσκων· „μὴ φύλαξ τοῦ ἀδελφοῦ <lb n="15"/>
μού εἰμι ἐγώ“ (Gen. 4, 9) ; πάνυ γάρ, εἴποιμ’ ἂν, ἀθλίως ἔμελλε
βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν.
ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς
ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις
ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ <lb n="20"/>
πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ’ ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν
ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="63"><p> ἐπιδεικνύμενοι φυλακῆς. <milestone unit="altref" n="19"/> καὶ οὐδ’ ἅπασιν ἐξεγένετο τοῖς
<note xml:lang="mul" type="footnote"><lb/>1 ὅτι HL: ὅτε UF (Mang.)
<lb/>3 εὐδαιμονῶν L
<lb/>6 αὐτὴν UF: αὑτὸς HL 
<lb/>7 τελείας] τελείως T
<lb/>8 κυρίως U
<lb/>11 φάσκων Η 11.
<lb/>12 δόλος φονηθεὶς H 
<lb/>12 ἐστι UF: ἔσται HL ἔδοξε coci. Mang. ἀπατήσειν UF: ἀπατῆσαι HL
<lb/>13 ᾗ] ἣν F προκατειληφότα codd.: οὐ προκατειληφότα v
<lb/>14 πᾶς] ἅπας I) 
<lb/>16 εἴποιμ’ ἄν Mang.: εἴποιμεν codd.
<lb/>17 βιώσασθαι U εἰ om. U 
<lb/>18 ὅτι] ἐπὶ Η
<lb/>20 ἀνάξιος corr. Turn.: ἄξιος codd. ἔτι δὲ] καὶ F
<lb/>22 αὐτοῦ Mang.: ἑαυτοῦ codd. γενόμενοι F
<lb/>23 ἀοκνότητος H</note> <note xml:lang="mul" type="footnote"><lb/>7 Clem. Alex. Paed. II 174 P. εὐδαιμονία δὲ ἐν χρήσει ἀρετῆς ἐξετάζεται. 
<lb/>14 —
<lb/>15 DC fol. 34r Φίλωνος) ἐκ τοῦ ζ΄ τῶν αὐτῶν (scil. τῆς νόμων ἱερῶν ἀλληγορίας): ἔκφυλος καὶ ἔκθεσμος ἅπας ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν. DR fol. 51r ἐκ τῆς ζ΄ τῶν αὐτῶν) DP fol. 42v DM fol. 45v DL fol. 67v. ἐκ τοῦ δ΄ τῶν αὐτῶν) DV p.,301 Φίλωνος): ἔκθεσμος ἅπας καὶ ἔκφυλος ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι παρορᾶν.</note>  

<pb n="v.1.p.273"/>
ἱκέταις γενέσθαι φύλαξιν ἱερῶν, ἀλλ’ εἴ τινες ἀριθμὸν πεντηκοστὸν
ἔλαχον ἄφεσιν καὶ ἐλευθερίαν παντελῆ καὶ ἐπάνοδον εἰς τὰς ἀρχαίας
λήξεις προκηρύττοντα. „τοῦτο“ γάρ φησιν „ἐστὶ τὸ περὶ τῶν Λευιτῶν·
 ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν εἰσελεύσεται  <milestone unit="altpage2" n="p. 204 M."/> ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ
<lb n="5"/> μαρτυρίου, καὶ ἀπὸ πεντήκοντα ἐτῶν ἀποστήσεται τῆς λειτουργίας, καὶ
οὐκ ἐργάσεται ἔτι, λειτουργήσει δὲ ὁ ἀδελφὸς αὐτοῦ· ὁ δὲ φυλάξει
φυλακάς, ἔργα δὲ οὐκ ἐργάσεται“ (Num. 8, 24 — 26).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="64"><p>οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα — τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν
πέντε καὶ εἴκοσιν ἥμισυ μέρος — ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια
<lb n="10"/> τὴν δι’ ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ — ἀρχὴ δέ, ὡς ἔφη τις τῶν
πάλαι, τοῦ παντὸς ἥμισυ μέρος —, τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ’
ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην
ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="65"><p>ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ
<lb n="15"/> φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων,
ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης
πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ
εὐθυβόλως καλεῖ φύλακα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="66"><p>οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου
<lb n="20"/> δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας
χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει
ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς
φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος
λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ
<lb n="25"/> θεωρήματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="67"><p>διὸ καὶ ὁ Μωυσῆς ἐν ταῖς εὐλογίαις Λευὶ πολλὰ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 εἴ τινες UFH: οἵτινες L
<lb/>3 λήξεις HL: λέξεις UF τὸ] δὲ καὶ Η 
<lb/>6 ὁ ἀδελφὸς UF: ὁ om. HL
<lb/>7 οὐκοῦν om. Η
<lb/>9 ἐπιτρέπει om. UF 
<lb/>10 ἀρέσκειαν] ἀρχὴν ooni. Mang.
<lb/>11 πονεῖν] ποιεῖν U
<lb/>14 γὰρ] μὲν II ψυχῆς U
<lb/>15 παντελὴς F ἀσκητὰ] ἄληστα coni. Mang., ἀσκή<add>σει περιποιη</add>τὰ coni. Wendl. παραδοῦσα coni. Markland θεωρημάτων ἀγίων UF
<lb/>16 ἐπιστήμην U καλὴν] καλεῖν F φύλακι] φυλακὴ U πιστὴ UH
<lb/>18 ὅτε UF: ἣν H, ἡ L
<lb/>19 ἱκανῶς F
<lb/>24 τὰ UF: τὰς UF: τῆς L</note> <note xml:lang="mul" type="footnote">10.
<lb/>11 cf. Hesiod. Op.
<lb/>40 ὅσῳ πλέον ἥμισυ παντός. Plat. Legg. VI 753 E ἀρχὴ γὰρ λέγεται μὲν ἥμισυ παντὸς ἐν ταῖς παροιμίαις ἔργου, καὶ τό γε καλῶς ἄρξασθαι πάντες ἐγκωμιάζομεν ἑκάστοτε. Pseudo-Diogen. Prov. II
<lb/>97 ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. παρῆκται δὲ ἐκ τῶν Ἡσιόδου.</note>  

<pb n="v.1.p.274"/>
θαυμάσια προειπὼν ἐπιφέρει· „ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην
σου διετήρησεν“· εἶθ’ ἑξῆς· „δηλώσουσι τὰ δικαιώματά σου Ἰακὼβ καὶ
 τὸν νόμον σου Ἰσραήλ“ (Deut. 33, 9. 10).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="68"><p>οὐκοῦν ὅτι καὶ λόγων
καὶ διαθήκης θεοῦ φύλαξ ὁ ἀστεῖός ἐστιν, ἐναργῶς παρίστησι· καὶ
μὴν ὅτι δικαιωμάτων καὶ νόμων ἑρμηνεὺς καὶ ὑφηγητὴς ἄριστος, πάλιν <lb n="5"/>
δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου
δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης,
ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων
καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ
φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου <lb n="10"/>
καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας
ἐνεφορήθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="20"/><milestone unit="altpage1" n="p. 205 M"/>  „Καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ
σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). τὸ „τί ἐποίησας„ καὶ
ἀγανάκτησιν ἐμφαίνει ἐπὶ οὐκ εὐαγεῖ πράξει καὶ χλευασμὸν ἐπὶ τῷ <lb n="16"/>
δολοφονῆσαι δοκοῦντι. ἡ μὲν οὖν ἀγανάκτησις ἐπὶ <add>τῇ</add> τοῦ δεδρακότος
γνώμῃ γίνεται, ὅτι τὸ καλὸν ἀνελεῖν ἐβούλευσεν· ἡ δὲ χλεύη διὰ τὸ
οἴεσθαι μὲν ἐπιβεβουλευκέναι τῷ κρείττονι, ἐπιβεβουλευκέναι δ’ οὐκ
 ἐκείνῳ μᾶλλον ἢ ἑαυτῷ· ζῇ</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="70"><p>μὲν γάρ, ὡς καὶ πρότερον ἔφην, ὁ τεθνάναι
δοκῶν, εἴ γε καὶ ἱκέτης ὢν θεοῦ καὶ φωνῇ χρώμενος εὑρίσκεται, τέθνηκε <lb n="20"/>
δὲ ὁ περιεῖναι νομιζόμενος τὸν ψυχικὸν θάνατον, ἀρετῆς καθ’ ἣν ἄξιον
μόνην ἐστὶ ζῆν ἀποσχοινισθείς· ὥστε καὶ τὸ „τί ἐποίησας“ ἴσον εἶναι
 τῷ „οὐδὲν ἐποίησας“, οὐδὲν ἤνυσας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="71"><p>οὐδὲ γὰρ ὁ σοφιστὴς Βαλαάμ,
μάταιος ὢν ὄχλος ἐναντίων καὶ μαχομένων δοξῶν, βουληθεὶς ἀρὰς
τίθεσθαι καὶ βλάπτειν τὸν ἀστεῖον ἴσχυσε, τοῦ θεοῦ τὰς κατάρας εἰς
εὐλογίαν τρέποντος (Num. 23, 8), ἵνα καὶ τῆς πανουργίας ἀπελέγξῃ τὸν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="72"><p> ἄδικον καὶ ἑαυτοῦ τὸ φιλάρετον παραστήσῃ. <milestone unit="altref" n="21"/> πεφύκασι δὲ οἱ
σοφισταὶ πολεμίοις χρῆσθαι ταῖς ἐν αὑτοῖς δυνάμεσι, λόγων ἐνθυμήμασι
καὶ βουλημάτων λόγοις ἀντιστατούντων καὶ μηδαμῇ μηδαμῶς συνᾳδόντων·
ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα, τὴν δικαιοσύνην κοινωνικόν, τὴν <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>3 λόγων] λογίων coni. Markland
<lb/>9 καὶ post δὴ om. L
<lb/>10 κεκρυμμένου U, κεκραμένου coui. Mang.
<lb/>14 τῆς om. HL
<lb/>15 ἐπὶ prius] ἐπεὶ II χλευασμῶ U
<lb/>16 ἀνάκτησις Η τῇ add. Wendl.
<lb/>17 γίνεται] τείνεται F fort. scribenduin ἐπεβούλευσεν διὰ τὸ corr. Turn.: διὰ τοῦ FII, διὰ οὖ (sic) U, διατοῦ (sic) L
<lb/>18 ἐπιβεβουλευκέναι τῶ κρείττονι om. U
<lb/>21 δὲ om. F ἄξιον UF: ἄξιος HL
<lb/>22 ὥστε] ἅτε U
<lb/>23 οὐδὲ ἐποίησας H γὰρ om. F 
<lb/>28 αὐτοῖς UF, αὐταῖς H λόγων UF: καὶ λόγων HL
<lb/>29 βουλημάτων UF: βουλευμάτων HL
<lb/>30 ἀποκναίουσιν F</note>  

<pb n="v.1.p.275"/>
σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον,
τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες, καὶ
πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον,
τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="73"><p>καὶ ὅμως τὰ ἐναντία τοῖς <lb n="5"/> λεγομένοις φρονοῦντες οὐ παύονται, ἀλλ’ ὅταν φρόνησιν καὶ σωφροσύνην
καὶ δικαιοσύνην καὶ εὐσέβειαν ὑμνῶσι, τότε δὴ μάλιστα ἀφραίνοντες ἀκολασταίνοντες
ἀδικοῦντες ἀσεβοῦντες πάνθ’ ὡς ἔπος εἰπεῖν ἀνθρώπεια καὶ
θεῖα συγχέοντές τε καὶ ἀνατρέποντες εὑρίσκονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="74"><p>πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε
<lb n="10"/> αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν
ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’;
οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες
τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ
δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι
<lb n="15"/> γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="75"><p>διὰ τοῦτο ἕκαστος ὑμῶν οὐ περίεστιν. ὥσπερ γὰρ μουσικοῦ τινος ἢ  γραμματικοῦ τελευτήσαντος ἡ μὲν ἐν  <milestone unit="altpage2" n="p. 206 M."/> τοῖς ἀνδράσι μουσικὴ καὶ γραμματικὴ
συνέφθαρται, αἱ δὲ τούτων ἰδέαι μένουσι καὶ τρόπον τινὰ βιοῦσιν
ἰσοχρόνιοι τῷ κόσμῳ, καθ’ ἃς οἵ τε ὄντες καὶ οἱ μέλλοντες διαδοχαῖς
<lb n="20"/> ταῖς εἰσαεὶ μουσικοί τε καὶ γραμματικοὶ γενήσονται, οὕτως καὶ τὸ ἔν τινι
φρόνιμον ἢ σῶφρον ἢ ἀνδρεῖον ἢ δίκαιον ἢ συνόλως σοφὸν ἂν ἀναιρεθῇ,
οὐδὲν ἧττον ἐν τῇ τοῦ παντὸς ἀθανάτῳ φύσει φρόνησις ἀθάνατος καὶ
ἀρετὴ σύμπασα ἄφθαρτος ἐστηλίτευται, καθ’ ἣν καὶ νῦν εἰσιν ἀστεῖοί
τινες καὶ αὖθις γενήσονται·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="76"><p>εἰ μὴ καὶ ἀνθρώπου τινὸς τῶν ἐν μέρει <lb n="25"/> θάνατον φθορὰν ἐργάσασθαι φήσομεν ἀνθρωπότητι, ἣν εἴτε γένος εἴτε
ἰδέαν εἴτε ἐννόημα εἴθ’ ὅ τί ποτε χρὴ καλεῖν οἱ ζητητικοὶ τῶν κυρίων
ὀνομάτων εἴσονται. μία σφραγὶς πολλάκις μυρίας ὅσας ἀπείρους οὐσίας
τυπώσασα πάντων ἔστιν ὅτε τῶν τύπων ἐξιτήλων αὐταῖς οὐσίαις γενομένων
ἐν τῇ ἑαυτῆς φύσει μηδὲν βλαβεῖσα κατὰ χώραν ἔμεινεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="77"><p>εἶτ’  οὐκ οἰόμεθα τὰς ἀρετάς, κἂν πάντες οἱ χαρακτῆρες, οὓς ἐνεσημήναντο
<note xml:lang="mul" type="footnote"><lb/>6 δὴ om. HL
<lb/>8 εἴποι τις ἄν UF ἄν εἴποι τις HL
<lb/>10 αὐτοὺς U, αὐτοῖς F τὴν ὑμετέραν ψυχὴν om. HL1
<lb/>11 ἐπηνομρθώσασθα codd.
<lb/>12 ἑαυτῶν HL ἐρανίσατε HL συνιέντες UFH: συνθέντες L
<lb/>14 αἰεὶ U οὐ μὴν ἔτι] οὑ μὴν ἤδη coni. Mang., οὐ μέντοι coni. Wendl.
<lb/>15 ζωοπυρηθέντων FH
<lb/>19 ἰσοχρόνιον UF διαδοχὰς F
<lb/>20 εἰς ἀεὶ F: ἐς ἀεὶ ceteri οὕτω HL
<lb/>21 ἡ σῶφρον post δίκαιον transp. U ἄν otn. U
<lb/>22 ἀθανάτω UF: ἀθανάτου HL
<lb/>23 ἀρετὴ] ἀρίστη HL1
<lb/>24 καὶ post μὴ om. F τῶν] τὸν Γ’
<lb/>28 γενομένων F: γινομένων eeteri
<lb/>30 ἐνεσημήναντο Mang.: ἐσημήναντο codd.</note>  

<pb n="v.1.p.276"/>
ταῖς τῶν προσεληλυθότων ψυχαῖς, ὑπὸ μοχθηρᾶς διαίτης ἤ τινος ἑτέρας
ἐξ αἰτίας ἐξίτηλοι γένωνται, τὴν ἀκήρατον ἑαυτῶν καὶ ἄφθαρτον φύσιν
εἰσαεὶ σχήσειν; οὐκ εἰδότες οὖν οἱ παιδείας ἀμύητοι διαφορὰς οὔθ’
ὅλων πρὸς μέρη οὔτε γενῶν πρὸς εἴδη οὔτε τὰς ἐν τούτοις ὁμωνυμίας
 πάντα διὰ πάντων συγχέουσι καὶ φύρουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="78"><p>διὸ πᾶς φίλαυτος, ἐπίκλησιν <lb n="5"/>
Κάιν, διδαχθήτω ὅτι τὸ ὁμώνυμον τοῦ Ἄβελ ἀνῄρηκε, τὸ εἶδος,
τὸ μέρος, τὸν ἀπεικονισθέντα τύπον, οὐ τὸ ἀρχέτυπον, οὐ τὸ γένος, οὐ τὴν
ἰδέαν, ἅπερ οἴεται μετὰ ζῴων ἄφθαρτα ὄντα συνεφθαρκέναι. λεγέτω δή
τις κατακερτομῶν αὐτὸν κἀπιχλευάζων· τί πεποίηκας, ὦ κακόδαιμον;
οὐχ ἣν μὲν δοκεῖς ἀνῃρηκέναι φιλόθεον δόξαν, ζῇ παρὰ θεῷ; σαυτοῦ <lb n="10"/>
δὲ γέγονας αὐθέντης, ᾧ μόνῳ βιοῦν ἀνυπαιτίως ἠδύνασο ἐξ ἐνέδρας
ἀνελών.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="79"><p><milestone unit="altref" n="22"/> Πάνυ δὲ πεφώνηται καὶ πρὸς κάλλος ἑρμηνείας καὶ πρὸς
νοημάτων εὕρεσιν τὰ ἐπιλεγόμενα ταῦτα· „φωνὴ αἵματος τοῦ ἀδελφοῦ
σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς“ (Gen. 4, 10). ἡ μὲν οὖν κατὰ τὴν <lb n="15"/>
φράσιν ὑψηγορία πᾶσι τοῖς μὴ λόγων ἀμυήτοις γνώριμος· τὰ δ’ ἐμφαινόμενα
νοήματα, ὡς ἂν οἷοί τε ὦμεν, ἐπισκεψώμεθα, καὶ πρότερόν γε
 περὶ τοῦ αἵματος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="80"><p>πολλαχοῦ μὲν γὰρ τῆς νομοθεσίας οὐσίαν τῆς ψυχῆς
ἀποφαίνεται τὸ αἷμα λέγων ἄντικρυς· „ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμά
ἐστιν“ (Lev. 17, 11 al.)· ὁπότε δὲ πρῶτον μετὰ τὴν οὐρανοῦ καὶ γῆς <lb n="20"/>
καὶ τῶν μεταξὺ γένεσιν ἐδημιούργει <milestone unit="altpage1" n="p. 207 M."/>  <add>τὸν</add> ἄνθρωπον ὁ ζῳοπλάστης,
φησὶν ὅτι „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς, καὶ ἐγένετο
ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), πάλιν διὰ τούτου παριστάς,
 ὅτι πνεῦμά ἐστιν ἡ ψυχῆς οὐσία.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>