<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:61-62</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:61-62</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="61"><p> ᾐτήσατο. <milestone unit="altref" n="18"/> τούτῳ μὲν οὖν ἡ ἀπόκρισις ἔπαινον ἤνεγκεν ὁμολογοῦντι
μηδὲ τὴν ἀρετὴν ἄνευ θείας ἐπιφροσύνης ἱκανὴν ἐξ ἑαυτῆς ὠφελεῖν <lb n="10"/>
εἶναι, τῷ δὲ Κάιν ἀκολούθως ψόγον φάσκοντι μὴ εἰδέναι, ποῦ ὁ δολοφονηθείς
ἐστι παρ’ αὐτοῦ· δόξει γὰρ τὸν ἀκούοντα ἀπατήσειν ὡς οὐ
πάντα διορῶντα καὶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι προκατειληφότα·
ἔκθεσμος δὲ καὶ ἔκφυλος πᾶς ὁ τὸν τοῦ θεοῦ ὀφθαλμὸν οἰόμενός τι
 παρορᾶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="62"><p>ὁ δέ γε καὶ ἐπινεανιεύεται φάσκων· „μὴ φύλαξ τοῦ ἀδελφοῦ <lb n="15"/>
μού εἰμι ἐγώ“ (Gen. 4, 9) ; πάνυ γάρ, εἴποιμ’ ἂν, ἀθλίως ἔμελλε
βιώσεσθαι, εἰ σὲ φρουρὸν καὶ φύλακα ἡ φύσις ἀγαθοῦ τοσούτου κατέστησεν.
ἢ οὐχ ὁρᾷς ὅτι τὴν τῶν ἁγίων διατήρησίν τε καὶ φυλακὴν οὐ τοῖς
ἐπιτυχοῦσιν ὁ νομοθέτης ἀλλὰ τοῖς τὰς γνώμας ἱερωτάτοις Λευίταις
ἐπιτρέπει; ὧν ἀνάξιος κλῆρος γῆ καὶ ὕδωρ καὶ ἀὴρ ἔτι δὲ οὐρανὸς καὶ <lb n="20"/>
πᾶς ὁ κόσμος ἐνομίσθη, μόνος δ’ ἀξιόχρεως ὁ δημιουργός, ᾧ προσπεφεύγασιν
ἱκέται γνήσιοι καὶ θεράποντες αὐτοῦ γινόμενοι, τὸ φιλοδέσποτον διὰ τῆς συνεχοῦς ὑπηρεσίας καὶ τῆς τῶν ἐπιτραπέντων ἀοκνοτάτης
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>