<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:55-56</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:55-56</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="55"><p>ἱππικὴ μὲν γὰρ καὶ σκυλακευτική, ἐπιστήμη θεραπείας ἡ μὲν ἵππων ἡ δὲ <lb n="30"/>
σκυλάκων οὖσα, πορίζει τοῖς ζῴοις τὰ ὠφέλιμα, ὧν ἐκεῖνα δεῖται· μὴ
πορίζουσα δὲ ἀμελεῖν ἂν δοκοίη. τὴν δὲ εὐσέβειαν θεοῦ θεραπείαν
<note xml:lang="mul" type="footnote"><lb/>1 ποιεῖ Η
<lb/>2 ἀνήρηκεν U ὁ τῆς] ὅτε U
<lb/>4 μώλοπα F
<lb/>5 ἀνδρείας codd.: ἀνδρίας V
<lb/>7 ἀναίρει H
<lb/>10 ἀποβαλεῖ coni. Μang. ἀτεχνίαν UF ἐνδεξαμένη scripsi (ἐνδεξομένη coni.. Mang.): ἐνδειξαμένη codd.
<lb/>11 οὕτω ΗL 
<lb/>12 δ’ F αὐτῶ U
<lb/>14 διήρηται F οὕτω HL
<lb/>15 τὴν] τὸν Η
<lb/>18 πεισώμεθα F τὸ addidi
<lb/>24 ἐμὲ] ἄμα coni. Markland 2() τὸν ante κόσμον addidi 
<lb/>28 τοῦτον F
<lb/>29 ὠφελεῖ H
<lb/>30 σκυλευτικὴ UF θεραπεία voluit Mang.</note>  

<pb n="v.1.p.271"/>
ὑπάρχουσαν οὐ θέμις ποριστικὴν εἰπεῖν τῶν ὠφελησόντων τὸ θεῖον·
ὠφελεῖται γὰρ ὑπ’ οὐδενός, ἅτε μήτε ἐνδεὲς ὂν μήτε τινὸς τὸ ἐν
ἅπασιν αὐτοῦ κρεῖττον πεφυκότος ὀνῆσαι, τοὐναντίον δὲ τὰ σύμπαντα
συνεχῶς καὶ ἀπαύστως ὠφελεῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="56"><p>ὥστε ὅταν τὴν εὐσέβειαν λέγωμεν εἶναι <lb n="5"/> θεοῦ θεραπείαν, ὑπηρεσίαν τινὰ τοιαύτην φαμέν, ὁποίαν δοῦλοι δεσπόταις
τὸ κελευόμενον ἀόκνως ποιεῖν ἐγνωκότες ὑπηρετοῦσι. διοίσει δὲ πάλιν,
ὅτι οἱ μὲν δεσπόται ὑπηρεσίας ἐνδεεῖς, ὁ δὲ θεὸς οὐ χρεῖος· ὥστε
ἐκείνοις μὲν τὰ ὠφελήσοντα αὐτοὺς ὑπηρετοῦσι, τῷ δ’ οὐδὲν ἔξω φιλοδεσπότου
γνώμης παρέξουσι· βελτιῶσαι μὲν γὰρ οὐδὲν εὑρήσουσι, τῶν
<lb n="10"/> δεσποτικῶν πάντων ἐξ ἀρχῆς ὄντων ἀρίστων, μεγάλα δ’ αὑτοὺς ὀνήσουσι
γνωρισθῆναι θεῷ προμηθούμενοι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>