<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:49-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:49-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="49"><p><milestone unit="altref" n="15"/> Ὁ μὲν δὴ σοφὸς τεθνηκέναι δοκῶν τὸν φθαρτὸν  <milestone unit="altpage2" n="p. 201 M."/> βίον ζῇ τὸν ἄφθαρτον, ὁ δὲ φαῦλος ζῶν τὸν ἐν κακίᾳ τέθνηκε τὸν εὐδαίμονα.
ἐπὶ μὲν γὰρ τῶν διεστηκότων ζῴων τε καὶ κοινῶς σωμάτων ἕτερα μὲν
<lb n="20"/> τὰ ποιοῦντα, ἕτερα δ’ εἶναι τὰ πάσχοντα δυνατὸν καὶ ῥᾴδιον· ὁπότε
γὰρ πατὴρ υἱὸν τύπτει σωφρονίζων ἢ διδάσκαλος γνώριμον, ἕτερος ὁ
τύπτων καὶ ἕτερος ὁ τυπτόμενός ἐστιν· ἐπὶ δὲ τῶν ἡνωμένων περὶ ὃ
τὸ ποιεῖν καὶ τὸ πάσχειν εὑρίσκεται, καὶ οὔτε ἐν ἑτέρῳ χρόνῳ οὔτε
ἕτερον, ἀλλὰ κατὰ τὸν αὐτὸν καὶ τὸ αὐτό· ἐπειδὰν γοῦν ἀθλητὴς ἑαυτὸν
<lb n="25"/> τοῦ γυμνάσασθαι χάριν ἀνατρίβῃ, πάντως τρίβεται, καὶ εἴ τις μέντοι
παίει ἑαυτὸν ἢ τιτρώσκει, παίεταί τε καὶ τιτρώσκεται, καὶ γὰρ ὁ πηρῶν
ἢ κτείνων ἑαυτὸν πηροῦται καὶ κτείνεται. πρὸς τί δὴ ταῦτ’ εἶπον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="50"><p>ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ λύπης] εἰ λύπης U τρωθῇ scripsi: τρωθήσεται H, τρωθήσηται UFL δῆλον UH 
<lb/>2 καὶ προκοπῆ UH
<lb/>4 ἀτρώτου γένους] ἄτρωτον ἐν γενέσει coni. Mang. γένους om. ΗL1 εἴδους ΗL1
<lb/>5 φρονῶν τι U καὶ δαιμονῶντί om. U 
<lb/>6 αὐτοῦ F: αὐ‘τοῦ UH, αὐτοῦ L
<lb/>8 ἀκριβεστέραν U: ἀκραιφνεστάτην καὶ ἀκριβεστέραν F, ἀκριβεστάτην HL
<lb/>9 ἀλλ’] καὶ U
<lb/>10 αὐτῆς codd.
<lb/>11 ἀρετῆς UF: τῆς ἀρετῆς HL ὥσθ’ ὁ] ὡς τὸ U
<lb/>12 ἄφρενος H
<lb/>15 συνδέτου UF: συνθέτου HL
<lb/>16 δυνατὸς διαλέγεσθαι transp. U
<lb/>19 κοινῶς Mang.: κοινῶν codd.
<lb/>22 ἕτερος om. FHL δὲ om. F
<lb/>25 γυμνάσθαι (sic) F ἀνατριβείη UF
<lb/>26 ἡ τιτρώσκει—ἑαυτὸν (27) om. HL ἡ τιτρώσκει om. v τε om. V
<lb/>27 ἡ κτείνων UF: καὶ κτείνων v
<lb/>28 οὐχὶ UP: οὐ HL</note>  

<pb n="v.1.p.270"/>
πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν
τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν
ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν·
„ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“
 (Gen. 4, 23).</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>