<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="3"><p> ἀλλήλοις οἱ ἐχθροί, γένοιντ’ ἄν. <milestone unit="altref" n="2"/> σημεῖον δὲ μέγιστον, ὁ ἀσκητὴς
ἐπιστήμης τὴν ἐναντίαν διάθεσιν πολεμῶν ἀμαθίαν, ὅταν τὰς ἐν ψυχῇ
δυνάμεις ἀλόγους τρόπον τινὰ ποιμαίνῃ νουθετῶν καὶ σωφρονίζων, ἐν <lb n="15"/>
πεδίῳ θεωρεῖται· „ἀποστείλας γὰρ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ
εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια“ (Gen. 31, 4), παριστὰς ἐναργῶς ὅτι
 φιλονεικίας σημεῖον τὸ πεδίον <milestone unit="altpage1" n="p. 192 M"/>  ἐστί. καλεῖ δὲ αὐτὰς <add>διὰ τί</add>;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="4"><p>„ὁρῶ
<note xml:lang="mul" type="footnote">περὶ τοῦ τὸ χεῖρον τῶ κρείττονι φιλεῖν ἐπιτίθεσθαι: codd.
<lb/>1 αὐτοῦ codd.: αὑτοῦ V
<lb/>3 αὐτοῦ codd.: αὑτοῦ v
<lb/>4 ὁ Κάιν UH: ὁ om. FL τοιοῦτον] τοῦτο H προβλήσεως U
<lb/>5 ἀνακράτος F
<lb/>6 παραγίνεσθαι coni. Mang. 
<lb/>8 πλείστους HL: πλείους F, τελείους U
<lb/>10 μεταδιώκουσιν U
<lb/>11 καὶ ἱππομαχίας om. Η ποιῆσαι Turn.
<lb/>12 χώρων codd. (χώρων Laur. Conv. 59) 
<lb/>13 γένοιτ’ ἄν V
<lb/>14 ἐπιστήμης codd.: τῆς ἐπιστήμης v
<lb/>15 νουθετῶν] νομοθετῶν U
<lb/>16 ἐκάλη (sic) U
<lb/>18 διὰ τί addidi: καλέσας δὲ αὐτὰς coni. Benzelius, λαλεῖ δὲ οὕτως coni. Markland</note>  

<pb n="v.1.p.259"/>
τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν“ ἔφη „ὅτι οὐκ ἔστι πρὸς ἐμὲ ὡς ἐχθὲς
καὶ τρίτην ἡμέραν· ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ“ (Gen.
31, 5). διὰ τοῦτο γάρ, εἴποιμ’ ἄν, ὁ Λάβαν οὐκ ἔστι πρὸς σοῦ, ὅτι
μετὰ σοῦ ὁ θεός· ἐν ᾗ μὲν γὰρ ψυχῇ τὸ ἐκτὸς αἰσθητὸν ὡς μέγιστον
<lb n="5"/> ἀγαθὸν τετίμηται, ἐν ταύτῃ λόγος ἀστεῖος οὐχ εὑρίσκεται· ᾗ δ’ ἐμπεριπατεῖ
ὁ θεός, τὸ ἐκτὸς αἰσθητὸν ἀγαθὸν οὐχ ὑπείληπται, καθ’ ὃ νενόηται
καὶ προσηγόρευται Λάβαν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>