<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:19-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:19-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="19"><p>ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ
ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον
ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις
χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς <lb n="25"/>
περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ
ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι
 ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="20"><p>μηδ’ εἴ τις περιρραντηρίοις ἢ
καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα
φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις <lb n="30"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐν prius om. HL
<lb/>2 πυρίζουσι U διήρηται Η
<lb/>5 ταπεινωτέραν Η
<lb/>6 αὐτὴν] αὐτῆς Η
<lb/>7 διαγωγῆς FL2, διανομῆς HL1
<lb/>9 εἰσδεδεκότα F
<lb/>10 σπάσαι] πᾶσαι Η πρὸς τοὺς UF: πρὸς αὐτοὺς IIL
<lb/>12 αὐτὸν ἄνθρωπος U: ἄνθρωπος αὐτὸν FHL
<lb/>15 φράσαι] τὶ φράσαι UF
<lb/>17 σωφροσύνην] σωφρονίζειν F 
<lb/>18 ἀνδρείαν codd.: ἀνδρίαν v τινὰ τῶν VF: τῶν om. HL
<lb/>19 ὁμολογούμενα UF 19.
<lb/>20 ταῦτα πάντα U: πάντα ταῦτα FHL
<lb/>24 χαυμευνίαις (sic) F 
<lb/>27 ἐπετήδευσε U, ἐπετήδευσαν FH ἀνηνύτοις καὶ ἀτρύτοις πόνοις UF
<lb/>28 ἐκτραχηλιάζοντες F
<lb/>29 ῥυπαίνη U
<lb/>30 φαιδρύνει <add>,μετὰ καθαρῶν,</add> Markland νίων F ἵδρυται HL</note>  

<pb n="v.1.p.263"/>
χορηγίαις καὶ δαπάναις χρώμενος ἢ ἑκατόμβας ἀνάγει καὶ βουθυτῶν οὐ
παύεται ἢ πολυτελέσιν ἀναθήμασι κοσμεῖ τὸ ἱερὸν ἀφθόνους μὲν ὕλας
τέχνας δὲ παντὸς ἀργύρου καὶ χρυσοῦ τιμιωτέρας εἰσάγων, μετ’ εὐσεβῶν
ἀναγεγράφθω·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>