<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:145-146</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:145-146</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="145"><p>ἢ οὐκ ἀμείνους μὲν τῶν ἀπαιδαγωγήτων οἱ ὑπὸ παιδαγωγῶν <lb n="10"/> ἐν οἷς ἁμαρτάνουσιν ἐπιπληττόμενοι, ἀμείνους δὲ τῶν ἀνεπιτιμήτων οἱ
ὑπὸ διδασκάλων ἐν οἷς περὶ τὰς τέχνας οὐ κατορθοῦσιν ὀνειδιζόμενοι,
εὐτυχέστεροι δὲ καὶ κρείττους τῶν ἀνεπιτροπεύτων νέων οἱ μάλιστα μὲν
ἐπιστασίας καὶ ἀρχῆς ἀξιωθέντες φυσικῆς, ἣν οἱ γεννήσαντες ἐπὶ τέκνοις
κεκλήρωνται, εἰ δὲ μή, δευτέρων γοῦν ἡγεμόνων ἐπιλαχόντες, οὓς
<lb n="15"/> ὀρφανίας ἔλεος ἐπιτρόπους εἴωθε χειροτονεῖν τὴν γονέων ἐν ἅπασι τοῖς
συμφέρουσι τάξιν ἐκπλήσοντας; </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="146"><p><milestone unit="altref" n="40"/> ἱκετεύωμεν οὖν τὸν θεὸν οἱ συνειδήσει τῶν οἰκείων ἀδικημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς
ἢ παρεῖναι· παρεὶς μὲν γὰρ οὐκέτι τοῦ ἵλεω δούλους ἑαυτοῦ, γενέσεως
δὲ τῆς ἀνηλεοῦς ἀπεργάσεται, κολάζων δὲ ἐπιεικῶς τε καὶ πρᾴως ἅτε
<lb n="20"/> χρηστὸς ὢν ἐπανορθώσεται τὰ ἁμαρτήματα, τὸν σωφρονιστὴν ἔλεγχον,
τὸν ἑαυτοῦ λόγον, εἰς τὴν διάνοιαν ἐκπέμψας, δι’ οὗ δυσωπήσας καὶ
ὀνειδίσας περὶ ὧν ἐπλημμέλησεν αὐτὴν ἰάσεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>