<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:141-142</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:141-142</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="141"><p><milestone unit="altref" n="39"/> Ἀλλὰ ταῦτα μὲν ἀρκούντως λελέχθω· τὰ δ’ ἑξῆς ἐρευνήσωμεν.
„καὶ εἶπε“ φησί „Κάιν πρὸς κύριον Μείζων ἡ αἰτία μου τοῦ
ἀφεθῆναι“ (Gen. 4, 13). τοῦθ’ οἷόν ἐστιν, ἀπὸ τῶν ὁμοίων φανεῖται.
εἰ θαλαττεύουσαν ναῦν ἀπολείποι κυβερνήτης, ἆρ’ οὐκ ἀνάγκη τὰ περὶ <lb n="15"/>
πλοῦν τῇ νηὶ διαμαρτάνεσθαι; τί δ’, εἰ τέθριππον ἡνίοχος ἐν ἱπποδρομίας
ἀγῶνι, οὐκ ἀναγκαῖον ἄτακτον καὶ πλημμελῆ τὸν δρόμον γίνεσθαι
τῷ τεθρίππῳ; τί δ’, ὅταν ἀπολειφθῇ πόλις πρὸς ἀρχόντων ἢ νόμων —
ἐν ἄρχουσι δὲ γράφονται δήπου καὶ νόμοι —, οὐκ ἀναρχίᾳ καὶ ἀνομίᾳ,
κακοῖς μεγίστοις, ἡ πόλις ἐκείνη διαφθείρεται; καὶ μὴν σῶμα μὲν <lb n="20"/>
ἀπουσίᾳ ψυχῆς, ψυχὴ δὲ ἀπουσίᾳ λογισμοῦ, λογισμὸς δὲ ἐνδείᾳ
 ἀρετῆς πέφυκε παραπόλλυσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="142"><p>εἰ δ’ ἕκαστον ὧν εἶπον ζημία τοῖς
ἀπολειφθεῖσι γίνεται πρὸς αὐτῶν, πόσῃ τινὶ χρήσεσθαι κακοπραγίᾳ
τοὺς ὑπὸ θεοῦ καταλειφθέντας γνωρίζομεν, οὓς ἀποστραφεὶς καθάπερ
λιποτάκτας ἱερωτάτων θεσμῶν ἐξώρισεν ἀναξίους ἐπιστασίας καὶ ἀρχῆς τῆς <lb n="25"/>
ἑαυτοῦ δοκιμάσας; συνόλως γὰρ εἰδέναι χρή, ὅτι ὁ πρὸς τοῦ κρείττονος
καὶ ὠφελοῦντος ἀφεθεὶς ἐν αἰτίαις καὶ ἐγκλήμασι μεγίστοις γίνεται.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>