<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:123-124</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:123-124</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="123"><p>αὕτη δέ ἐστι κακία, <milestone unit="altpage1" n="p. 215 M."/>  ἣ ταῖς τῶν ἀφρόνων
ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται
πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά,
χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· „γέλωτά μοι ἐποίησε <lb n="10"/>
κύριος“ καὶ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen.
 21, 6).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="124"><p>δημιουργὸς γὰρ ὁ θεὸς σπουδαίου γέλωτος καὶ χαρᾶς ἐστιν,
ὥστε οὐ γενέσεως πλάσμα τὸν Ἰσαάκ, ἔργον δὲ τοῦ ἀγενήτου νομιστέον·
εἰ γὰρ γέλως μὲν Ἰσαὰκ ἑρμηνεύεται, γέλωτος δὲ ποιητὴς ὁ θεὸς κατὰ
τὴν Σάρρας ἀψευδῆ μαρτυρίαν, καὶ τοῦ Ἰσαὰκ ὀρθότατα λέγοιτ’ ἂν <lb n="15"/>
εἶναι πατήρ. μεταδίδωσι δὲ καὶ τῷ σοφῷ τῆς ἰδίου κλήσεως Ἀβραάμ,
ᾧ καὶ τὸ χαίρειν, ἐπιγέννημα σοφίας, ἐκτεμὼν λύπην δεδώρηται. εἴ
τις οὖν ἱκανός ἐστιν ἀκοῦσαι τῆς θεοῦ ποιητικῆς, γέγηθε μὲν ἐξ ἀνάγκης
 αὐτός, συγχαίρει δὲ καὶ τοῖς ἀκροατικῶς πρότερον ἐσχηκόσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>