<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:101-102</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1:101-102</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="101"><p>ἀλλὰ χρὴ τούτων ἑκάστῳ καταχρῆσθαι μὴ πρὸς ἃ δύναται μᾶλλον ἢ πρὸς τὰ βέλτιστα· δύναται μὲν
γὰρ πάνθ’ ὁρᾶν χρώματα καὶ σχήματα ἡ ὄψις, ἀλλ’ ὁράτω τὰ φωτός,
μὴ σκότους, ἄξια· δύναται δὲ καὶ τὸ οὖς πασῶν ἀντιλαμβάνεσθαι
φωνῶν, ἀλλ’ ἐνίων παρακουέτω, μυρία γὰρ τῶν λεγομένων αἰσχρά·
 μηδ’ ὅτι γεύσεώς  <milestone unit="altpage2" n="p. 211M."/> σοι μεταδέδωκεν ἡ φύσις, ὦ τετυφωμένε, τρόπον
<lb n="11"/> αἰθυίης πάντων ἀπλήστως ἐμφοροῦ· πολλὰ γὰρ τῶν οὐ τροφίμων μόνον
ἀλλὰ καὶ περιττῶν νόσους μετὰ χαλεπῆς ὠδῖνος ἔτεκε·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg005.opp-grc1" subtype="section" n="102"><p>μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ
μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ
<lb n="15"/> νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι
γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’
ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι
δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς
δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ
<lb n="20"/> δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>