<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1:97-102</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1:97-102</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="97"><p>„ἐὰν οὖν δῷ σοι ὁ θεός, ἀφελεῖς“ (Exod.
<note xml:lang="mul" type="footnote"><lb/>2 συμβέβηκεν Pap ὅρκῳ] ὅρκον MAGPH1
<lb/>3 δι’ ὅρκων Pap AP, δι’ ὅρκων G 
<lb/>4 ὁ om. UFP1 ἔδοξεν Pap αὑτὸν post ἔδοξεν transp. U
<lb/>5 γεννητοῦ GHUF
<lb/>6 κατηγορήσῃ AP
<lb/>7 ταμιεύεσθαι Pap UF: ταμιεῦσαι ceteri 
<lb/>8 πάντα Pap UFG : ἅπαντα ceteii
<lb/>9 ἀπέχοντες Pap ἑαυτῶν Pap UF: αὐτῶν ceteri
<lb/>10 μηδὲ Pap, μηδ’ UF: μήτε ceteri ἰδίους Pap F: ἰδίας ceteri ἀλλὰ M εἰς τὸν Pap F
<lb/>11 ἑαυτοὺς Pap UF: αὑτοὺς HP, αὐτοὺς MAG οἱ ἐχῖνοι UF, ἐχῖνοι Pap: ἐκεῖνοι ceteri
<lb/>12 φαρηδον Pap, εἰλούμενοι MU τὰ αὐτὰ om. HP ἃ add. UF: om. ceteri
<lb/>13 αὑτῶν Η corr., αὐτῶν P δοξάζωμεν Pap P ατοπειαν Pap, ἀνομίαν UF
<lb/>14 δ’ AUF 
<lb/>15 ἐπαναιρούμενοι UF (Pap?): ἐπανορθούμενοι ceteri
<lb/>16 ἀπαλλοτριώσεις F 
<lb/>17 καὶ μέρη Pap UF: καὶ om. ceteri ὁ om. HP1
<lb/>18 ἐπίκουρος ἀσθενείας Pap UF: ἀσθενείας ἐπικουρία ceteri ἐὰν οὖν Pap UF: οὖν om. ceteri δῷ σοι] δώσει P, δώσῃ σοι Mang. ἀφελεῖς Pap UF: ἃ θέλεις ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>10 —
<lb/>13 Clcm. Alex. Strom. V 686 P. οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων τὸ θνητὸν ἐνδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ τὰς αὑτῶν ἀκρασίας ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι περὶ τοῦ μακαρίου καὶ ἀφθάρτου θεοῦ τοιαῦτα οἷα καὶ περὶ αὑτῶν δοξάζουσιν. 
<lb/>15 —
<lb/>17 CleiH. Alex. Strom. V 687 P. διὸ καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀργὰς καὶ ἀπειλὰς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἑβραίοις λέγεσθαι μηδαμῶς, ἀλληγορεῖσθαι δέ τινα ἐκ τούτων τῶν ὀνομάτων ὁσιώτερον.</note>  

<pb n="v.1.p.242"/>
13, 11) λέγει Μωυσῆς ὁριζόμενος· μὴ δόντος γὰρ οὐχ ἕξεις, ἐπεὶ πάντα
αὐτοῦ κτήματα, καὶ τὰ ἐκτὸς καὶ τὸ σῶμα καὶ ἡ αἴσθησις καὶ ὁ λόγος
καὶ ὁ νοῦς καὶ αἱ πάντων ἐνέργειαι καὶ οὐ σὺ μόνος ἀλλὰ καὶ ὅδε ὁ
κόσμος· ὅ τι ἂν ἀποτέμνῃ καὶ διαιρῇ, τοῦτ’ ἀλλότριον εὑρήσεις· καὶ
γὰρ γῆν καὶ ὕδωρ καὶ πνεῦμα καὶ οὐρανὸν καὶ ἀστέρας καὶ ζῴων καὶ <lb n="5"/>
φυτῶν ἀφθάρτων τε καὶ φθαρτῶν ἰδέας ἁπάσας οὐκ ἴδια κέκτησαι, ὥσθ’
ὅ τι ἂν αὐτῶν ἱερείου τρόπον προσάγῃς, τὸ θεοῦ προσάξεις κτῆμα, οὐ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="98"><p> τὸ σαυτοῦ. <milestone unit="altref" n="30"/> παρατήρει δὲ ὡς πάνυ εὐαγῶς ἀπὸ τῶν δοθέντων
ἀφελεῖν διείρηται, οὐχ ὅλα προσάγειν τὰ δοθέντα. μυρία γὰρ ἡμῖν
ἡ φύσις ἐπιβάλλοντα ἀνθρώπων γένει δεδώρηται, ὧν ἀμέτοχος ἁπάντων <lb n="10"/>
ἐστὶν αὐτή, γένεσιν ἀγένητος οὖσα, τροφὴν τροφῆς οὐ δεομένη, αὔξησιν
ἐν ὁμοίῳ μένουσα, τὰς κατὰ χρόνον ἡλικίας ἀφαίρεσιν ἢ πρόσθεσιν οὐκ
ἐπιδεχομένη, σῶμα ὀργανικὸν ᾧ λαβεῖν, ᾧ δοῦναι, προελθεῖν, ἰδεῖν,
ἀκοῦσαι, προσενέγκασθαι τροφήν, τὴν ἐξικμασθεῖσαν ἀποπέμψασθαι πάλιν,
ἀτμῶν ἐπικρῖναι διαφοράς, λόγῳ χρήσασθαι γεγωνῷ, πολλὰ καὶ ἄλλα <lb n="15"/>
 τῶν εἰς τὰς ἀναγκαίας ἅμα καὶ ὠφελίμους ὑπηρεσίας ἔνεστιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="99"><p>ἀλλὰ
ταῦτα μὲν ἀδιάφορα ἄν τις εἴποι, τὰ δὲ ὁμολογούμενα ἀγαθὰ δεῖν
<note xml:lang="mul" type="footnote"><lb/>1 Μώσης MAGHP ἐπεὶ] ἐπὶ Pap AU
<lb/>2 λόγους H
<lb/>3 ἐνέργειαι Pap UF: ἐνέργειαι καὶ οὐσίαι ceteri σὺ] σοι Pap ὁ om. U
<lb/>4 ὅ τι Pap UF: καὶ ὅ τι ceteri διαιρῇ] αἴρηι Pap τοῦτ’ Pap UF: τοῦτο ceteri
<lb/>5 καὶ γῆν U
<lb/>6 οὐχ Α ἰδία UH κέκτησαι Mang.: κέκτηται Pap et codd. (κέκτηνται F)
<lb/>7 αὐτῶν om. AF ἱέρου Pap προσάγῃς scripsi: δὴ Pap, ἄγη UF, προσάγῃ ceteri προσάξεις UF: προσάξει Pap MA, προσάγει G, προσάξῃ HP
<lb/>8 σαυτοῦ scripsi: ἑαυτοῦ codd. et Pap (?) δ’ UF
<lb/>9 διήρηται AG ἡμῖν] ὑμῶν F
<lb/>10 ἡ φύσις om. M ανθρώπω(??) U γένει om. UF 
<lb/>11 ἐστὶν om. UF αὐτή UF: αὕτη ceteri γένεσιν UF (Pap?): γέννησιν ceteri ἀγένητος F: ἀγέννητος celeri οὖσαν Pap
<lb/>12 χρόνους UF
<lb/>13 ὧ λαβεῖν Pap UF: ὃ λαβεῖν ceteri ὦι δοῦναι Pap: δοῦναι MAGPUF, οὐ δύναται Η προσελθεῖν UF, προῆλθεν Pap
<lb/>15 χρῆσθαι UF γεγονω Pap, γεγώω (sic) UF: γέλωτα ceteri
<lb/>16 εἰς τὰς Pap F, εἰς τοὺς U: τὰς om. ceteri ἀναγκαίας Pap UF: χρείας MAG, χρείαν HP ἔνεστι Pap
<lb/>17 ἄν] τάχα ἄν U, τάχ’ ἄν F εἴπῃ G δ’ AUF</note> <note xml:lang="lat" type="footnote"><lb/>8 sqq. Amhros. l. l. §
<lb/>45 . . . non totum exigit a te Deus, qui totum donavit. multa enim ad usum substantiae largitur humanae, et hoc non potest esse divinum sacrificium, ubi est usus naturae: edere bibere dormire aliaque etiam ministeria corporis dono sunt tibi collata, non a te relata Deo munera.
<lb/>9 sqq. Clem. Alex. Strom. V 687 P. λέληθεν δ’ αὐτούς, κἀν πλησίον ἡμῶν τύχωσιν, ὡς μυρία ὅσα δεδώρηται ἡμῖν ὁ θεός, ὧν αὐτὸς ἀμέτοχος, γένεσιν μὲν ἀγένητος ὤν, τροφὴν δὲ ἀνενδεὴς ὤν, καὶ αὔξησιν ἐν ἰσότητι ὤν, εὐγηρίαν τε καὶ εὐθανασίαν ἀθάνατός τε καὶ ἀγήρως ὑπάρχων.</note>  

<pb n="v.1.p.243"/>
ἀνῆφθαι τὴν φύσιν. φέρ’ οὖν ἐξετάσωμεν καὶ τῶν πρὸς ἀλήθειαν
ἀγαθῶν τὰ μάλιστα παρ’ ἡμῖν θαυμαζόμενα, ὧν ἁπάντων μὲν τυχεῖν
κατὰ καιροὺς τοὺς ἁρμόζοντας εὐχόμεθα, τυχόντες δὲ εὐδαιμονέστατοι
νομιζόμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="100"><p>τίς οὖν ἀγνοεῖ ὅτι εὐγηρία καὶ εὐθανασία μέγιστα τῶν <lb n="5"/> ἀνθρωπείων ἀγαθῶν ἐστιν, ὧν οὐδετέρου κοινωνὸς ἡ φύσις ἀγήρως τε
 καὶ ἀθάνατος οὖσα; καὶ τί παράδοξον, εἰ τὸ  <milestone unit="altpage2" n="p. 183 M."/> ἀγένητον γενητῶν ἀγαθοῖς
οὐκ ἀξιοῖ προσχρῆσθαι, ὁπότε καὶ τὸ γενόμενον αὐτὸ κατὰ τὰς τῶν
εἰδῶν εἰς ἃ τέμνεται διαφορὰς ἀνομοίων μεταποιεῖται ἀρετῶν; ἄνδρες
γοῦν <add>οὐ</add> γυναιξὶν οὐδὲ γυναῖκες ἀνδράσιν ἁμιλλήσαιντο ἂν περὶ ὧν
<lb n="10"/> μόνοις τοῖς ἑτέροις ἁρμόττει προσεῖναι· ἀλλ’ αἱ μὲν γυνάνδρων, εἰ
ζηλώσαιεν τὰ ἀνδρῶν, οἱ δὲ ἀνδρογύνων, εἰ τοῖς γυναικῶν ἐπίθοιντο
ἐπιτηδεύμασι, δύσκλειαν οἴσονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="101"><p>ἐνίας δὲ ἀρετὰς ἡ φύσις οὕτως διακέκρικεν, ὡς μηδὲ ἐξ ἐπιτηδεύσεως εἰς κοινωνίαν ἀχθῆναι δύνασθαι·
τὸ γοῦν σπείρειν καὶ γεννᾶν κατ’ ἀρετὴν ἀνδρῶν ἴδιον, οὐκ ἂν εὕροι τοῦτό
<lb n="15"/> γε γυνή· καὶ μὴν ἀγαθὸν οὖσαν γυναικῶν εὐτοκίαν ἀνδρὸς οὐ δέχεται
φύσις. ὥστε οὐδὲ τὸ „ὡς ἄνθρωπος“ (Deut. 1,31) ἐπὶ θεοῦ κυριολογεῖται,
κατάχρησις δὲ ὀνομάτων ἐστὶ παρηγοροῦσα τὴν ἡμετέραν ἀσθένειαν.
ἀφελεῖς οὖν, ὦ ψυχή, πᾶν γενητὸν θνητὸν μεταβλητὸν βέβηλον ἀπὸ
ἐννοίας τῆς περὶ θεοῦ τοῦ ἀγενήτου καὶ ἀφθάρτου καὶ ἀτρέπτου καὶ
<lb n="20"/> ἁγίου καὶ μόνου μακαρίου. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="102"><p><milestone unit="altref" n="31"/> τὸ δὲ „παντὸς διανοίγοντος μήτραν τὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 φέρ’ οὑν Pap, φέρε οὖν UF: φέρε δ’ οὑν ceteri
<lb/>2 ὦν] ὧνπερ P1 ἀπάντων] ἀπὸ τῶν UF, τῶν P1
<lb/>4 ἀγηρία καὶ ἀθανασία Η ευγηρεια Pap
<lb/>5 ἀνθρωπίνων L οὐδετέρου F, οὐδ’ ἑτέρου U: οὔθ’ ἑτέρου MAG, οὐθετέρου HP
<lb/>6 καὶ τί] καίτοι P ἀγένητον Pap HP: ἀγέννητον ceteri γενητῶν Pap, γεννητῶν U, γεννητὸν F : om. ceteri
<lb/>7 τὸ γεννώμενον αὐτῶ Α
<lb/>8 ἰδὼν Pap, εἰδῶν UF: εἰδέων P, ἰδεῶν ceteri ἁ UF (Pap?): ἅς ceteri <add>οὐ</add> μεταποιεῖται coni. 
<lb/>9 οὐ om. Pap et codd., add. Turn. ἁμιλλήσοιντ᾿ ἄν GHP, ἀμελήσοιντ᾿ ἄν MA 
<lb/>10 τοῖς om. UF ἁρμόττει ἑτέροις transp. UF ἀλλ’ αἱ μὲν γυνάνδρων Pap UF: ἀλλὰ μὲν γυναικῶν γυναιξὶ πρὸς ἀνδρῶν M, ἀλλ’ ἆ μὲν ἀλλὰ μὲν P-) γυναῖκες γυναιξὶ πρὸς ἀνδρῶν AP2, ἀλλὰ γυναῖκες γυναιξὶ πρὸς ἀνδρῶν GHP1
<lb/>11 ζηλώσαιε U γυναικῶν — δύσκλειαν (12) om. U ἐπιθοῖντο F, ἐπιθεῖντο G corr., επιτιθοιντο Pap 
<lb/>12 δυσκολίαν οἴσονται F, λίαν οἴσονται U ante ἡ φύσις add. οὖ MAGP, οὐκ Η οὐτῶ G
<lb/>13 μήδ’ AUF ἐξ om. UF ἐπιτηδεύσω F
<lb/>14 κατὰ MGHP κατ’ ἀρετὴν] κατ’ ἐξαίρετον coni. Wendl. ἰδίων P 14.
<lb/>15 τοῦτό γε] τόπον U, τόποτε F 
<lb/>15 ἀγαθὸν Pap UH: ἀγαθῶν ceteri ἀνδρὸς Pap UF: ἀνδρῶν ceteri
<lb/>16 φύσις] σύστασις UF ὥστ’ UF τὸ „ὡς ἄνθρωπος“ Wendl.: τὰ ὅσα ὡς ἄνθρωπος F, τὰ ὅσα ὡς ἄνθρωποι U, τὰ ὅσα ἀνθρώποις ceteri
<lb/>17 ἐστιν παρηγοροῦσαν Pap 
<lb/>18 ἀφέλοις P ὦ om. Α γεννητὸν AGHU
<lb/>19 τοῦ om. MUF ἀγεννήτου AGHU καὶ ἀφθάρτου καὶ ἀτρέπτου om. Pap
<lb/>20 πᾶν διανοῖγον G τὰ om. UF</note>  

<pb n="v.1.p.244"/>
ἀρσενικὰ τῷ κυρίῳ“ (Exod. 13, 12) φυσικώτατα ἔχει. ὥσπερ γὰρ
ταῖς γυναιξὶ πρὸς ζῴων γένεσιν οἰκειότατον μέρος ἡ φύσις ἔδωκε μήτραν,
οὕτως πρὸς γένεσιν πραγμάτων ὥρισεν ἐν ψυχῇ δύναμιν, δι’ ἧς κυοφορεῖ
 καὶ ὠδίνει καὶ ἀποτίκτει πολλὰ διάνοια.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>