<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="61"><p><milestone unit="altref" n="16"/> τὸ γὰρ τῆς ἀκράτορος ψυχῆς νᾶμα ἔξω ῥέον διὰ στόματός τε καὶ γλώττης πάσαις ἀκοαῖς ἐπαντλεῖται,
ὧν αἱ μὲν εὐρυχώρους δεξαμενὰς ἔχουσαι τὸ ἐπεισχεόμενον φυλάττουσιν,
αἱ δὲ διὰ στενότητα πόρων ἀδυνατοῦσιν ἄρδεσθαι· τὸ δ’ ὑπερβλύζον
<lb n="5"/> ἀκατασχέτως ἐκχεόμενον σκίδναται πάντῃ, ὡς ὑπαναπλεῖν καὶ ἐπινήχεσθαι
τὰ κεκρυμμένα καὶ φορυτοῦ τρόπον εἰκαίου τὰ πάσης ἄξια
σπουδῆς μετὰ συρμοῦ καταφέρεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="62"><p>παρό μοι δοκοῦσιν ὀρθῶς βεβουλεῦσθαι οἱ πρὸ τῶν μεγάλων τούτων τὰ μικρὰ μυστήρια μυηθέντες·
„ἔπεψαν γὰρ τὸ σταῖς αὐτῶν, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας
<lb n="10"/> ἀζύμους“ (Exod. 12, 39), τουτέστι τὸ ἀτίθασον καὶ ὠμὸν πάθος
κατειργάσαντο ὥσπερ τροφὴν λόγῳ πεπαίνοντι, καὶ τὸν τρόπον τῆς
πεπάνσεως καὶ βελτιώσεως ἔκ τινος θείας κατοκωχῆς γεγενημένον οὐκ
ἐξελάλησαν, ἀλλὰ ἐν ἀποκρύφοις αὐτὸν ἐθησαυρίσαντο, οὐκ ἐπαρθέντες
τῇ τελετῇ, ὑπενδόντες δὲ καὶ ταπεινωθέντες τὸ αὔχημα. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="63"><p><milestone unit="altref" n="17"/> πρὸς <lb n="15"/> οὖν εὐχαριστίαν καὶ τιμὴν τοῦ παντοκράτορος εὔζωνοι καὶ εὐτρεπεῖς ἀεὶ
γινώμεθα μέλλησιν παραιτούμενοι. καὶ γὰρ τὸ Πάσχα, τὴν ἐκ παθῶν
εἰς ἄσκησιν ἀρετῆς διάβασιν, προστέτακται ποιεῖσθαι „τὰς ὀσφῦς περιεζωσμένους“
ἑτοίμως πρὸς ὑπηρεσίαν ἔχοντας, καὶ τὸν σάρκινον ὄγκον,
„τὰ ὑποδήματα“ λέγω, περιειληφότας ἀκλινῶς καὶ παγίως ἑστῶσι
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐστιν Pap τῆς om. Pap
<lb/>2 νᾶμ’ M γλώσσης F ἐπαντλεῖν τε U, διαντλεῖται Α
<lb/>3 επισχεομενον Pap, ἐπεισχεόμενον U: ἐπιχεόμενον ceteri φυλάττουσιν Pap F: φυλάττουσιν ἀρεσκείᾳ καὶ παγίωι (sic)M, φυλάττουσιν ἀρεσκείᾳ ceteri 
<lb/>4 υπερβλυον Pap
<lb/>5 ὑπανατλεῖν G, ἐπαναπλεῖν Η corr.
<lb/>6 φόρτου Pap
<lb/>8 οἱ] τὰ Pap
<lb/>9 πέψαν HP, ἔπεμψαν FL τὸ om. UF σταῖς] ταῖς UF, στᾶς M αὐτῶν codd.: αὑτῶν v ἐξ Pap F: ἀπ’ ceteri
<lb/>10 τουτεστιν Pap ἀτίθασσον AGUF
<lb/>11 κατείργασται P λόγων P πεπαίνοντες GH 
<lb/>12 κατοκωχῆς Pap: κατακωχῆς codd.
<lb/>13 ἀλλὰ Pap M: ἀλλ’ ceteri αὐτὸν Pap UF: αὐτῶν MAGP, αὐτῶν H corr. ἐθησαυρίσαντο Pap UF: ἐθησαύρισαν ceteri
<lb/>14 τελευτὴ GU
<lb/>15 εὐπρεπεῖς F ἀεὶ add. Pap UF: om. ceteri 
<lb/>16 γινόμεθα M, γενώμεθα Α μέλησιν U τὸ] τὰ F τὴν] τοῖς PH corr. 
<lb/>17 διάβασιν codd.: διαβᾶσιν v
<lb/>18 ἔχοντες Pap καὶ] καὶ γὰρ Pap σαρκικὸν Pap
<lb/>19 λέγω Markland: λόγω codd. et Pap ἑστῶτες Pap; ἑστῶτας coni. Wendl.</note> <note xml:lang="lat" type="footnote"><lb/>14 sqq. Amhros. de Cain et Abel
<lb/>1 8,31 ... iustus igitur Yotum suum celeritate commendat. et patres nostri festinautes manducabant Pascha, succincti lumbos et pedes suos calceamentorum induti vinculis et tamquam corporeum onus deponentes, ut essent parati ad transitum; Pascha enim Domini transitus est a passionibus ad exercitia virtutis, et ideo Pascha Domini dicitur.</note>  

<pb n="v.1.p.228"/>
„τοῖς ποσί“, καὶ τὴν παιδείαν „διὰ χειρὸς“ ἔχοντας „ῥάβδον“ πρὸς τὴν
τῶν ἐν τῷ βίῳ πραγμάτων πάντων ἄπταιστον κατόρθωσιν, καὶ τὸ
τελευταῖον „μετὰ σπουδῆς” ἐντραφῆναι (Exod. 12, 11)· διάβασις γάρ
ἐστιν οὐ θνητή, ἐπεὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου τὸ Πάσχα εἴρηται· καὶ
σφόδρα προσηκόντως· οὐδὲν γάρ ἐστι τῶν καλῶν, ὃ μὴ θεοῦ τε καὶ <lb n="5"/>
 θεῖον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="64"><p>ταχέως οὖν αὐτὸ ἀναζήτησον, ὦ ψυχή, καθάπερ ὁ ἀσκητὴς
Ἰακώβ, ὃς πυνθανομένου τοῦ πατρὸς „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον;“
δογματικῶς ἀποκρίνεται „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον ἐμοῦ“
(Gen. 27, 20)· πολλῶν γὰρ ἔμπειρος πραγμάτων γεγονὼς <milestone unit="altpage1" n="p. 175 M."/>  ἠπίστατο, ὅτι
ἃ μὲν ἂν διδῷ γένεσις ψυχῇ χρόνῳ μακρῷ βεβαιοῦται, ὥσπερ οἱ τὰς <lb n="10"/>
τέχνας καὶ τὰ τῶν τεχνῶν παραγγέλματα τοῖς μανθάνουσι παραδιδόντες·
οὐ γὰρ εὐθὺς ὥσπερ οἱ προχέοντες εἰς ἄγγος ἰσχύουσιν ἀποπληρῶσαι
τὴν τῶν εἰσαγομένων διάνοιαν· ἐπειδὰν δὲ ἡ πηγὴ τῆς σοφίας, ὁ θεός,
παραδιδῷ τὰς ἐπιστήμας τῷ θνητῷ γένει, παραδίδωσιν ἀχρόνως· οἱ δ’
ἅτε τοῦ μόνου σοφοῦ μαθηταὶ γεγονότες εὐφυεῖς ταχέως τὰς εὑρέσεις <lb n="1.5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="65"><p> ὧν ἐζήτησαν ἔλαβον. <milestone unit="altref" n="18"/> πρώτη δὲ τῶν εἰσαγομένων ἀρετὴ τὸ
διδάσκαλον ὡς ἔνεστι τέλειον ἀτελεῖς μιμεῖσθαι γλίχεσθαι. ὁ δὲ διδάσκαλος
φθάνει καὶ τὸν χρόνον οὐδ’ ὅτε τὸ πᾶν ἐγέννα συνεργήσαντα,
ἐπειδὴ καὶ αὐτὸς γινομένῳ τῷ κόσμῳ συνυφίστατο· ὁ γὰρ θεὸς λέγων
<note xml:lang="mul" type="footnote"><lb/>1 παιδείας coni. Mang. ἔχοντες Pap τῷ om. HP πάντων πραγμάτων transp. DF ἀπταίστων Pap διόρθωσιν F
<lb/>3 ἐντραγεῖν coni. Wendl. 3.
<lb/>4 θύσις (sic) γὰρ ἐστιν οὐ θνητὴ ἔπι του ἀγενήτου καὶ ἀφθάρτου Pap, διάβασις γάρ ἐστιν οὐ θνητή, ἐπεὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου UFL2, διάβασις ἐν ἄλλω· διάβασις γάρ ἐστιν οὐ θνητὴ ἐπὶ τοῦ ἀγεννήτου· καὶ γὰρ ἐπὶ θεὸν τοῦ γεννητοῦ καὶ φθαρτοῦ Α: διάβασις γὰρ ἐπὶ θεὸν τοῦ γεννητοῦ καὶ φθαρτοῦ ceteri
<lb/>4 τὸ Πάσχα] τὸ πάσχειν G, τὸ om. UF
<lb/>5 ἐστιν Pap
<lb/>6 αὐτὸν UF καθάπερ καὶ UFL2
<lb/>7 πυνθανομενου Pap: πυθομένου codd.
<lb/>8 παρέδωκεν Pap ὁ θεός σου UF ἐμοῦ Pap UF: μου ceteri
<lb/>10 ἁ om. Α
<lb/>11 παραδιδόντες <add>χρόνου ·πολλοῦ δέονται</add> fort. γὰρ deleto scribendum παραδιδόντες οὑκ εὐθὺς
<lb/>12 προχέοντες] προερῶντες UF1, προεκροῶντες F2 ἄγχος U
<lb/>13 τῶν om. F
<lb/>14 οἱ δὲ UF 
<lb/>15 ἅτε om. UF μαθηταὶ γεγονότες UF: γεγονότες μαθηταὶ ceteri εὐφυεῖς] εὐθεῖς P, εὐθὺς Η εὑρήσεις PF
<lb/>16 τὸ] τὸν MAGP
<lb/>17 ὡς ἔνεστι om. Η τέλειον om. Α ἀτελεῖς Pap UF: καὶ τελείως ceteri
<lb/>18 ὃς ante οὐδ’ add. H2 συνειργάσατο H2
<lb/>19 καὶ om. G αὐτὸς] ὁ χρόνος δηλονότι αὐτὸς U (Mang.) συνυφίσταται UFL2</note> <note xml:lang="lat" type="footnote"><lb/>6 sqq. ibicl. §
<lb/>32 Cito ergo hoc quaere, anima, ut cito etiam audias, sicut audivit et lacob: Quid est hoc quod tam cito invenisti, fili? et ilie secundum dogma respondit: Quod tradidit Dominus Deus tuus in manus meas. 
<lb/>19 sqq. ibid. . . . cilo dat Dcus, quia dixit et facta sunt, mandavit et creata sunt.</note>  

<pb n="v.1.p.229"/>
ἅμα ἐποίει, μηδὲν μεταξὺ ἀμφοῖν τιθείς· εἰ δὲ χρὴ δόγμα κινεῖν ἀληθέστερον,
ὁ λόγος ἔργον ἦν αὐτοῦ. λόγου δὲ ὀξυκινητότερον οὐδὲν καὶ
παρὰ τῷ θνητῷ γένει, παραμείβεται γὰρ ἡ ῥύμη τῶν ὀνομάτων καὶ
ῥημάτων τὴν ἐπ’ αὐτοῖς φθάνουσα κατάληψιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="66"><p>ὥσπερ οὖν τὰ διὰ κρουνῶν <lb n="5"/> ἐκχεόμενα ἀέναα ῥεῖθρα ἄληκτον ἔχει τὴν φοράν, ἐπικαταλαμβάνοντος
ἀεὶ τὴν λῆξιν τοῦ ἐπιόντος ῥεύματος, οὕτως ἡ τοῦ λόγου πλήμμυρα,
ὅταν ἄρξηται φέρεσθαι, τῶν ἐν ἡμῖν τῷ ὀξυκινητοτάτῳ διανοίᾳ, ὃ καὶ
τὰς πτηνὰς παραμείβεται φύσεις, συντρέχει. καθάπερ οὖν ὁ ἀγένητος
φθάνει πᾶσαν γένεσιν, οὕτως καὶ ὁ τοῦ ἀγενήτου λόγος παραθεῖ τὸν
<lb n="10"/> γενέσεως, κἂν ὀξύτατα ἐπὶ νεφῶν καταφέρηται· διὸ καὶ παρρησιάζεται
φάσκων· „ἤδη ὄψει, εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ“
(Num. 11, 23), ὡς πάντα ἐφθακότος καὶ κατειληφότος τοῦ θείου λόγου.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="67"><p>εἰ δὲ ὁ λόγος ἔφθακε, πολὺ μᾶλλον ὁ λέγων αὐτός, καθάπερ ἐν ἑτέροις μαρτυρεῖ φάσκων· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σέ“ (Exod. 17, 6)·
<note xml:lang="mul" type="footnote"><lb/>1 ποίει Pap ἀμφῶν U
<lb/>2 ἦν add. Pap UF: om. ceteri δ’ DF ὀξυκινητότερον Pap UF: εὐκινητότερον ceteri
<lb/>3 περὶ F ἡ ῥύμη UF (Pap?): τῆ ῥύμη ceteri ὀνομάτων] ἐπ’ αὐτῶ G
<lb/>4 τῶν ῥημάτων A ἐπ’ αὐτοῖς Pap UF: ἐπ’ αὐτοὺς ceteri φθάνουσα MH: φθάνουσαν ceteri
<lb/>5 εγχεομενα Pap, ἐκχεόμενα UF: ἐκρεόμενα ceteri ἀέναα P: ἀένναα ceteri εριθρα Pap, ῥεῖθρα DF: νάματα ceteri ἄληκτον] ἄδεικτον Pap UF
<lb/>6 αὑτοῦ add. ante ἀεὶ FL2 ἀεὶ Pap λῆξιν] δεῖξιν Pap UF πλημύρα Pap πλήμμυρα] φορὰ καὶ ῥύμη FL2 
<lb/>7 τῶ Pap M: τῆ ceteri οξυκινητατωι Pap, ὀξυκινητάτω G διανοίας (om. ὃ) Pap ὃ codd. (ὡς F2) ἣ Mang.
<lb/>8 οὖν] γὰρ HPL1 ἀγέννητος U, γενητὸς γεννητὸς AH
<lb/>9 πᾶσαν γένεσιν] πάντα τὰ ἐν γενέσει M γένεσιν] νεῦσιν AGHP οὕτως Pap UF: οὕτω ceteri ἀγεννήτου MAHU
<lb/>10 κἂν Pap UFL2: κω ceteri ὀξύτατος HPL1, ὀξύτητα L2 ἐπινήφων FL2 καταφέρηται Pap UF: καταφέρεται MAGP, παραφέρεται H διὸ Pap UFL2: οἶς ceteri 
<lb/>11 εἰ καταλιψεται Pap, εἰ ἐπικαταλήψεται UF: ἐπεὶ καταλήψεται ceteri ἢ οὔ add. Pap UFL2: om. ceteri
<lb/>13 δ’ AUF ἔφθακεν Pap U, πέφθακε MA πολὺ Pap UF: πολλῶ ceteri
<lb/>14 φάσκων Pap UF: λέγων ceteri ὧδε] ὅδε Pap, ὅδε U ἐκεῖ ἕστηκα transp. UF, ἐκεῖ om. Pap</note> <note xml:lang="lat" type="footnote">verbum enim Dei non, sicut quidam ait, opus est, sed operans . . . praevenit omnia; est enim ante omnia sicut Pater et in omnibus sicut idem Pater, penetrans omnia; validum enim et acutum et omni gladio acutius est ... praeveniens omnium cogitationes, de quo ait Pater Deus: lam videbis., si comprebendit te verbum meum aut non. ubi enim Deus, et verbum est ... et sicut habes in aliis de Deo lectum: Ego steti hic priusquam tu . . . . et cum hic est, etiam alibi est, non mutato loco, sed repleto utique sui praesentia; ubique enim est, qui per omnia et in omnibus, nullum locum immunem sui relinquens; et ubi adest, erat, et ubi erat, adest. et ideo qui novit velox esse verbum Dei, cito petit et cito impetrat.</note>  

<pb n="v.1.p.230"/>
δηλοῖ γὰρ ὅτι πρὸ παντὸς ὑφέστηκε τοῦ γενομένου καὶ ὁ ἐνταῦθα ὢν
κἀκεῖ καὶ ἀλλαχόθι καὶ πανταχοῦ πεπληρωκὼς πάντα διὰ πάντων καὶ
 οὐδὲν ἔρημον ἑαυτοῦ καταλελοιπὼς ὑπάρχει·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="68"><p>οὐ γάρ φησιν „ὧδε ἐγὼ
στήσομαι καὶ ἐκεῖ“, ἀλλὰ καὶ νῦν ὅτε πάρειμι ἕστηκα κατὰ τὸν αὐτὸν
<milestone unit="altpage1" n="p. 176 M."/>  χρόνον κἀκεῖθι, ἄλλ’ οὐ μεταβατικῶς κινούμενος, ὡς τὸν μὲν ἐπιλαμβάνειν
τὸν δὲ ἀπολείπειν τόπον, ἀλλὰ τονικῇ χρώμενος τῇ κινήσει. <lb n="6"/>
δεόντως οὖν μιμούμενοι τὴν τοῦ πατρὸς φύσιν οἱ ὑπήκοοι παῖδες ἀμελλητὶ
μετὰ σπουδῆς πάσης τὰ καλὰ δρῶσιν, ὧν ἔργον ἐστὶ κάλλιστον ἡ ἀνυπέρθετος
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="69"><p> θεοῦ τιμή. <milestone unit="altref" n="19"/> Φαραὼ δὲ ὁ σκεδαστὴς τῶν καλῶν ἀχρόνων δυνάμεων
φαντασίαν οὐχ οἷός τε ὢν δέξασθαι, τὰ ψυχῆς ὄμματα πεπηρωμένος, <lb n="10"/>
οἷς μόνοις αἱ ἀσώματοι καταλαμβάνονται φύσεις, οὐδὲ ὠφεληθῆναι
δι’ ἀχρόνων ὑπομένει, ἀλλὰ ταῖς ἀψύχοις δόξαις, λέγω δὲ „βατράχοις“,
πιεσθεὶς ἦχον καὶ ψόφον ἔρημον καὶ κενὸν πραγμάτων ἀποτελούσαις,
εἰπόντος Μωυσέως „τάξαι πρὸς μέ, πότε εὔξομαι περὶ σοῦ καὶ τῶν
θεραπόντων σου, ἀφανίσαι τοὺς βατράχους“ (Exod. 8, 9), δέον ἐν <lb n="15"/>
ἀνάγκαις σφοδραῖς ὄντα εἰπεῖν „εὐθὺς εὔχου“, ὑπερτίθεται λέγων „εἰς
αὔριον“, ἵνα διὰ πάντων τὴν ὁμαλότητα τῆς ἀθεότητος διαφυλάξῃ.
<note xml:lang="mul" type="footnote"><lb/>1 ὑφέστηκεν Pap ἐνταῦθα Pap UF: ἐνθάδε ceteri
<lb/>2 πανταχοῦ] πάντα Α 
<lb/>3 οὔ φησι γὰρ F ὧδε] ὅδε U, om. F
<lb/>4 στήσομαι UF (Pap?): ἕστηκα ceteri καὶ ἔκει Pap: ἐκεῖ U, ὧδε ἐκεῖ F, κἀκεῖθι ceteri post ἕστηκα add. κἀκεῖ MAGHP
<lb/>5 κἀκεῖθι F, καὶ κεῖθι U, κεῖθι Pap: om. ceteri ἀλλ’ οὐ Pap, ἀλλὰ οὐ U, ἀλλὰ καὶ οὐ F: ἀλλ’ om. ceteri 5.
<lb/>6 ἀπολαμβάνειν UF
<lb/>6 τῶν τόπων F τονικῇ] τὸ νικᾶν P
<lb/>7 μειμυμενος Pap ἀμελητὶ UF 
<lb/>8 πάσης σπουδῆς transp. Η, πολλῆς σπουδῆς U τὰ om. UF ἔργων Pap ἐστιν Pap, κάλλιστόν ἐστιν transp. G
<lb/>9 τοῦ θεοῦ G ο σκεδαστὴς τῶν κάλων Pap: ὁ et τῶν καλῶν om. codd. ἀχρόνων Pap UF: τῶν ἀχρόνων ceteri 
<lb/>10 ψυχῆς] τῆς ψυχῆς AHP
<lb/>11 οὐδ’ AUF
<lb/>12 δι’ ἀχρόνων U: διὰ χρόνων ceteri ὑπομένει Pap DF: ὑπέμεινεν ceteri
<lb/>13 πιεσθεὶς Pap UFL2: βιασθεὶς ceteri ἔρημον] ἥμερον Pap ἀποτελούσης HP, ἀποτελοῦσιν v 
<lb/>14 Μώσεως Pap MG, Μωϋσέος AP εὔξωμαι Α, ἶνα εὔξωμαι H
<lb/>15 σου om. Pap UF
<lb/>16 ὁ δὲ add. ante ὑπερτίθεται Η
<lb/>17 διὰ πάντων Pap F: διὰ παντὸς ceteri ὁμαλότητα Pap UFG: ἁπαλότητα ceteri</note> <note xml:lang="lat" type="footnote"><lb/>9 sqq. ibid. I 9,33 At vero Pharao qui opinionibus vanis et inanibus studium impendebat suum, ranis repleta Aegypto sonum inanem rerum et strepitum vanum reddentibus, dicenti Moysi: Constitue mihi, quando pro te orem et pro famulis tuis et pro populo tuo, ut exterminet Dominus ranas, cum debuerit in tanta positus necessitate rogare, ut iam oraret nec differret, respondit: crastina die, otiosus et neglegens, morae poenam Aegypti soluturus excidio.</note>  

<pb n="v.1.p.231"/>
τοῦτο σχεδὸν ἅπασι παρακολουθεῖ τοῖς ἐπαμφοτερισταῖς,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="70"><p>κἂν μὴ διὰ τῶν ὀνομάτων καὶ ῥημάτων ὁμολογῶσιν· ἐπειδὰν γὰρ συμβῇ τι τῶν
ἀβουλήτων, ἅτε μὴ πεπιστευκότες παγίως τῷ σωτῆρι θεῷ πρότερον
καταφεύγουσιν ἐπὶ τὰς ἐν γενέσει βοηθείας, ἰατρούς, βοτάνας, φαρμάκων
<lb n="5"/> συνθέσεις, δίαιταν ἠκριβωμένην, τἆλλα πάνθ’ ὅσα παρὰ τῷ θνητῷ γένει
βοηθήματα· κἂν ἄρα εἴπῃ τις „καταφεύγετε, ὦ μάταιοι, ἐπὶ τὸν μόνον
ἰατρὸν ψυχῆς ἀρρωστημάτων μεθέμενοι τὴν ἀπὸ γενέσεως τῆς παθητῆς
ψευδώνυμον ὠφέλειαν“, γελῶσι καὶ χλευάζουσιν ἐπιφωνοῦντες „ταῦτα
εἰς αὔριον“, ὡς οὐδ’ ἂν εἴ τι γένοιτο περὶ τῆς τῶν παρόντων κακῶν
<lb n="10"/> ἀποτροπῆς ἱκετεύσοντες τὸ θεῖον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="71"><p>ἀλλ’ ὅταν γε τῶν ἀνθρωπείων μηδὲν ἀρκῇ, πάντα δὲ εὑρίσκηται καὶ τὰ παιώνια βλαβερά, τηνικαῦτα ἐξ
ἀμηχανίας πολλῆς, τὴν ἀπὸ τῶν ἄλλων ὠφέλειαν ἀπογνόντες, ἄκοντες
οἱ δείλαιοι καταφεύγουσιν ὀψὲ καὶ μόλις ἐπὶ τὸν μόνον σωτῆρα θεόν·
ὁ δ’ ἅτε εἰδὼς τὰ ἐν ἀνάγκαις ἄκυρα οὐκ ἐπὶ πάντων χρῆται τῷ νόμῳ,
<lb n="15"/> ἀλλ’ ἐφ’ ὧν καλὸν καὶ συμφέρον χρῆσθαι. πᾶς οὖν λογισμὸς κτήματα
ἑαυτοῦ τὰ πάντα ἡγούμενος καὶ ἑαυτὸν προτιμῶν θεοῦ — τὸ γὰρ „μεθ’
ἡμέρας θύειν“ τοιοῦτον ὑποβάλλει νοῦν — ἔνοχος ὢν ἀσεβείας ἴστω
γραφῇ.</p><note xml:lang="mul" type="footnote"><lb/>1 παρακαλεῖ GHP1 ἐπαμφοτέροις H, ἐπ’ ἀμφοτέραις P
<lb/>2 τι συμβῇ transp. UF 
<lb/>3 παγίως om. F καὶ πρότερον Η
<lb/>5 τἆλλα UF, τὰ ἀλλ’ Pap: om. ceteri πάντα UF, om. Pap θνητῶν H
<lb/>6 εἴποι Η καταφύγετε UF ὦ μάταιοι] ὠμότεροι H, ὦ μογεροί V
<lb/>7 τὴν] τῆς U
<lb/>8 ὠφέλειαν ψευδώνυμον transp. Α γέλωσιν Pap
<lb/>9 τι] τις Pap τῆς om. G
<lb/>10 ἱκετεύοντες P γε] τε Pap ἀνθρωπείων Pap UF: ἀνθρώπων ceteri
<lb/>11 δ’ ADF εὑρίσκεται Μ παιώνεια GU, παιόνια Α, ἐπ(??)ο(??)νια Η γρ. παιώνια mgH), ἐπαιώνια L ἐξ om. UF
<lb/>12 τῆς ἁ. τ. ἄ. ἀπογνόντες ὠφελείας UF
<lb/>13 ὀψὲ μόγις (om. καὶ) Pap μόνον add. Pap UFL2: om. ceteri
<lb/>14 ἄ(??)κυρα FH, ἄκρα Α τῷ νόμῳ] τῇ εὐμενείᾳ coni. Mang., τῇ δυνάμει coni. Wendl. 
<lb/>15 ἐφ’ ὧ Pap UF καὶ συμφέρον χρῆσθαι καὶ καλόν Α, χρῆσθαι καλὸν καὶ συμφέρον G κτήμαθ’ UF
<lb/>16 ἑαυτοῦ UF: αὑτοῦ H, αὐτοῦ ceteri ἑαυτὸν UF: αὐτὸν AH corr., αὐτὸν MGP
<lb/>17 ἡμέραν UF</note><note xml:lang="lat" type="footnote"><lb/>1 sqq. ibid. I 10,
<lb/>40 . . . factus est (Cain) indicium resupini, cum ipsa postulatio voti matura esse debeat, ne videamur de humanis artibus hoc est medendi peritia herbarumque sucis sperasse magis remedium quam de Deo subsidium poroscisse; ad ipsum enim prius est confugiendum, qui nostrae curare possit animae passiones. verum homines quidam praepostero ordine ante sibi ab hominibus opem arcessunt; ubi autem humana subsidia defecerint, tunc opinantur divini postulandam favoris gratiam.</note><pb n="v.1.p.232"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="72"><p><milestone unit="altref" n="20"/> Καὶ τὸ μὲν πρότερον ἔγκλημα τοῦ Κάιν ἀποχρώντως
ἐπεξήλθομεν. τὸ δ’ ἕτερον τοιοῦτον ἦν· τί δήποτε ἀπὸ τῶν καρπῶν,
ἀλλ’ οὐκ ἀπὸ <milestone unit="altpage1" n="p. 177 M."/>  τῶν πρώτων καρπῶν φέρει τὴν ἀπαρχήν; μήποτε διὰ
τὴν αὐτὴν αἰτίαν, ἵνα τὰ μὲν πρεσβεῖα γενέσει δῷ, τοῖς δὲ δευτερείοις
ἀμείψηται τὸ θεῖον· ὥσπερ γὰρ εἰσί τινες οἳ ψυχῆς προκρίνουσι σῶμα, <lb n="5"/>
τῆς δεσποίνης τὸ δοῦλον, οὕτως εἰσὶν οἳ γένεσιν μᾶλλον θεοῦ τετιμήκασι,
πρόσταγμα τεθεικότος τοῦ νομοθέτου, ἵνα „τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων
τῆς γῆς εἰσφέρωμεν εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ“
(Exod. 23, 19), ἀλλὰ μὴ ἑαυτοῖς ἐπιγράφωμεν· καὶ γὰρ δίκαιον
τῶν τῆς ψυχῆς κινημάτων ὅσα πρῶτα ἢ τάξει ἢ δυνάμει θεῷ <lb n="10"/>
 ὁμολογεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="73"><p>τὰ μὲν οὖν τῇ τάξει πρῶτα τοιαῦτά ἐστιν, οἷς κατὰ τὴν
πρώτην γένεσιν εὐθὺς ἐκοινωνήσαμεν, τροφὴ αὔξησις ὅρασις ἀκοὴ γεῦσις
ὄσφρησις ἁφὴ λόγος νοῦς, μέρη ψυχῆς, μέρη σώματος, αἱ τούτων
ἐνέργειαι, συνόλως κινήσεις αὐτῶν καὶ σχέσεις αἱ κατὰ φύσιν· τὰ δὲ
ἀξιώματι καὶ δυνάμει τὰ κατορθώματα, αἱ ἀρεταί, αἱ κατ’ ἀρετὰς <lb n="15"/>
 πράξεις. δίκαιον οὖν ἀπὸ τούτων ἀπάρχεσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="74"><p>αἱ δὲ ἀπαρχαὶ λόγος
ἐστὶν ἐκ διανοίας ἀληθοῦς ἀναπεμπόμενος εὐχαριστητικός· τέμνε δὲ
αὐτὸν κατὰ τὰς οἰκείας τομάς, ὅνπερ τρόπον ἡ λύρα καὶ τὰ ἄλλα
<note xml:lang="mul" type="footnote"><lb/>1 ἔγκλημα] ὄνομα U
<lb/>2 τὸ δ’ ἕτερον UF (Pap?): τὸ δὲ δεύτερον ceteri 
<lb/>4 δευτέροις UF
<lb/>5 ἀμείβη UF
<lb/>6 τετιμήκασι UF (Pap?): προτετιμήκασι ceteri 7.
<lb/>8 πρωτογενημάτων MHP
<lb/>8 τῆς γῆς om. Pap εἰσφέροιμεν H, εἰσφέρειν μὲν P, εἰσφέρωσιν (?) Pap εἰς — ἐπιγράφωμεν (9) om. UF κυρίου om. HP
<lb/>9 μή γε ἑαυτοῖς P, μὴ ἑαυτοῖς γε Α ἐπιγράφομεν Pap 
<lb/>10 κινημάτων] γεννημάτων coni. Mang.
<lb/>1 1 πρῶτα τῆ τάξει transp. UF τοιαῦτ’ U οἷς] ὧν UFL2
<lb/>13 ἁφὴ ὄσφρησις transp. F
<lb/>14 κινήσεις αὐτῶν Pap UFL2: αὐτῶν om. ceteri ’δε Pap: δ’ codd.
<lb/>15 τὰ ante κατορθώματα om. Pap αἱ ἀρεταὶ — πράξεις] ἆ διαιρεῖται ἑκατέρων τὰς πράξεις UF
<lb/>16 ἀπὸ] αὐτῷ Turn. ἄρχεσθαι MAHP δ’ UF
<lb/>17 ἀληθείας Α εὐχαριστητικός Pap M: εὐχαριστικός ceteri τέμνε Pap: τέμνει codd.
<lb/>18 αὐτὸ UF ὅνπερ] ὂν πέρι Pap ἡ om. HL1 τὰ ἄλλα τὰ UF, Μᾶ om. HL1</note> <note xml:lang="lat" type="footnote"><lb/>1 sqq. ihid. §41 Concluso ergo illo et convicto Cain crimine, aliud oblationis vitium discutiamus. obtulit, inquit, ex fructibus terrae, non a primis fructibus, primitias (leg. munus?) Deo: hoc est primitias sibi prius vindicare, Deo autem sequentia deferre. itaque cum vere anima corpori tamquam servo domina sit praeferenda, utique primitias eius, hoc est animae, prius quam corporis offerre debemus. llsqq. ibid. ... primitiae animae primatus sunt bonarum disciplinarum; quae licet tempore posteriores sint quam corporis primitiae, quae sunt esca incrementum visus auditus et tactus odor vox mens . . ., <add>dignitate</add> tamen priores suut quarum primitiva est puro corde et simplici sermone oblata Deo gratiarum actio.</note>  

<pb n="v.1.p.233"/>
μουσικῆς ὄργανα τέτμηται· τῶν γὰρ ἐν τούτοις φθόγγων καὶ καθ’ αὑτὸν
ἕκαστος ἥρμοσται καὶ πρὸς τὴν ἑτέρου συμφωνίαν μάλιστα ᾠκείωται
καθάπερ καὶ τῶν ἐν γραμματικῇ στοιχείων τὰ λεγόμενα φωνήεντα, ἃ
καὶ καθ’ αὑτὰ φωνεῖται καὶ σὺν ἑτέροις ὁλόκληρον ἀποτελεῖ φωνήν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="75"><p><lb n="5"/> πολλὰς γὰρ δυνάμεις αἰσθητικάς τε καὶ λογικὰς καὶ νοητὰς ἐν ἡμῖν αὐτοῖς ἡ φύσις δημιουργήσασα καὶ πρός τι τῶν οἰκείων ἑκάστην τείνασα
ἔργων καὶ πάλιν πάσας ἁρμοσαμένη δι’ ἀναλογίας κοινωνίᾳ καὶ συμφωνίᾳ
τῇ πρὸς ἀλλήλας ὀρθότατα ἂν καὶ ἐφ’ ἑκάστῃ καὶ ἐφ’ ἁπάσαις εὐδαιμονίζοιτο.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="76"><p><milestone unit="altref" n="21"/> διόπερ „ἐὰν προσφέρῃς θυσίαν πρωτογεννημάτων“, <lb n="10"/> οὕτως διαίρει, ὡς ὑφηγεῖται ὁ ἱερὸς λόγος (Lev. 2, 14)· „νέα“ τὸ
πρῶτον, εἶτα „πεφρυγμένα“, ἔπειτα „χίδρα“, καὶ ἐπὶ πᾶσιν „ἐρικτά“.
„νέα“ μὲν διὰ τόδε· τοὺς τὸν παλαιὸν καὶ γέροντα καὶ μυθώδη χρόνον
ἀσπαζομένους, ταχεῖαν δὲ καὶ ἄχρονον θεοῦ δύναμιν μὴ συνεωρακότας
ἐκδιδάσκει νέα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα προτρέπων ἐνθύμια
 λαμβάνειν, ἵνα μὴ παλαιαῖς ἐντρεφόμενοι μυθοποιίαις,  <milestone unit="altpage2" n="p. 178 M."/> ἃς ὁ μακρὸς
<lb n="16"/> αἰὼν ἐπὶ ἀπάτῃ τοῦ θνητοῦ παραδέδωκε, ψευδοδοξῶσιν, ἀλλὰ παρὰ τοῦ
ἀεὶ ἀγήρω [νέου] θεοῦ τὰ νέα καὶ καινὰ ἀγαθὰ μετὰ πάσης ἀφθονίας
λαμβάνοντες ἐκδιδάσκωνται μηδὲν ἡγεῖσθαι παρ’ αὐτῷ παλαιὸν ἢ
συνόλως παρεληλυθός, ἀλλὰ γινόμενόν τε ἀχρόνως καὶ ὑφεστηκός.
<lb n="20"/> </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="77"><p><milestone unit="altref" n="22"/> οὗ χάριν καὶ δι’ ἑτέρων φησίν· „ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου“ (Lev. 19, 32), ὡς παμμεγέθους
διαφορᾶς οὔσης· πολιὸς μὲν γὰρ ὁ μηδὲν ἐνεργῶν ἐστι χρόνος,
<note xml:lang="mul" type="footnote"><lb/>1 τέμνεται U τὸν γὰρ F τούτοις UF (Pap ?): αὐτοῖς ceteri φθόγγων] φθόνον F ἑαυτὸν HP
<lb/>2 ἑτέρου] ἑτέραν Η, οἰκείαν Α, ἑτέρων coni. Markland οἰκείωται MA 
<lb/>3 ἃ] η Pap
<lb/>4 καθ’ αὑτὰ φωνεῖται Pap UF: καθ’ ἑαυτὰ ἐκφωνεῖται ceteri 
<lb/>5 γὰρ Pap UF: δὲ ceteri τε καὶ λογικὰς om. HP καὶ νοητὰς om. Mang., καὶ νοητικὰς Turn.
<lb/>6 τείνασα] τινας Pap
<lb/>7 καὶ κοινωνία G κοινωνία συμφωνίας (om. καὶ) H
<lb/>8 ἐφ’ ἁπάσαις Pap UF: ἐπὶ πάσαις ceteri 8.
<lb/>9 εὐδαιμονίζοιτο Pap FL2: εὐδαιμονίζοντο U, εὐδαιμονίζει Η, εὐδαιμονίζοι ceteri
<lb/>9 ἄν τῆ ἐάνπερ G προσφερηι Pap πρωτογενημάτων MGP
<lb/>10 οὕτως Pap F: οὕτω ceteri
<lb/>11 πεφυρμένα Pap χέδρα M, χίεδρα Α, χλιαρὰ FL2 ἐρικτά Pap MAF: ἐρεικτά ceteri 
<lb/>12 μὲν Pap UF: μὲν οὑν ceteri διὰ τόδε Pap UFL2: τόδε om. ceteri γέροντα Pap UF: γηραιὸν ceteri θυμώδη GL1
<lb/>13 ἀσπαζόμενος F μὴ] ἡ μὴ MAH, ἣ μὴ GP
<lb/>14 ἐκδιδάσκειν U ἀνηβῶντα Pap UF: ἡβῶντα ceteri
<lb/>15 παλαιαῖς] πολιαῖς Pap
<lb/>16 τῶν θνητῶν Mang., τοῦ θνητοῦ <add>γένους</add> coni. παραδέδωκεν Pap
<lb/>17 ἀγήρω νέου Pap UFL-: γενναίου MAGP, γενέου HL1, ἀγήρω καὶ νέου V νέου seclusi
<lb/>18 ἐκδιδάσκοντες G
<lb/>19 παραλελυθος Pap γινόμενόν τε Pap UF : τε om. ceteri ὑφεστηκώς FH corr. 20.
<lb/>21 ἐξαναστήσῃ Pap UF: ἀναστήση ceteri</note>  

<pb n="v.1.p.234"/>
ἀφ’ οὗ μετανίστασθαι καὶ ἀποδιδράσκειν δεῖ τὴν μυρίους ἀπατῶσαν
ἐκκλίνοντας ὑπόληψιν, ὡς ἄρα τι ποιεῖν οὗτος πέφυκε· πρεσβύτερος δὲ ὁ
τιμῆς καὶ γέρως καὶ πρεσβείων ἐπάξιος ὤν, ὃν Μωυσῇ τῷ θεοφιλεῖ
δοκιμάζειν ἐπιτέτραπται· „οὓς γὰρ σὺ οἶδας,“ φησίν „οὗτοί εἰσι
πρεσβύτεροι“ (Num. 11, 16), ὡς ἂν μηδεμίαν ἀποδεχομένου νεωτεροποιίαν, <lb n="5"/>
ἀλλὰ πρεσβυτέρων καὶ τῆς ἀνωτάτω τιμῆς ἀξίων δογμάτων
 εἰωθότος ἐρᾶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="78"><p>ὠφέλιμον μὲν οὖν, εἰ καὶ μὴ πρὸς ἀρετῆς κτῆσιν
τελείας, ἀλλά τοι πρὸς πολιτείαν, καὶ τὸ παλαιαῖς καὶ ὠγυγίοις ἐντρέφεσθαι δόξαις καὶ ἀρχαίαν ἀκοὴν ἔργων καλῶν μεταδιώκειν, ἅπερ
ἱστορικοὶ καὶ σύμπαν τὸ ποιητικὸν γένος τοῖς τε καθ’ αὑτοὺς καὶ τοῖς <lb n="10"/>
ἔπειτα μνήμῃ παραδεδώκασιν. ἀλλ’ ὅταν γε μὴ προϊδομένοις μηδὲ
ἐλπίσασι φέγγος αἰφνίδιον ἐπιλάμψῃ τὸ αὐτομαθοῦς σοφίας, ἡ δὲ τὸ
μεμυκὸς ὄμμα ψυχῆς διοίξασα ἀντὶ ἀκροατῶν θεατὰς ἐπιστήμης
ἐργάσηται τὴν ὠκυδρομωτάτην αἰσθήσεων ὄψιν πρὸ τῆς βραδυτέρας ἀκοῆς
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="79"><p> ἐν διανοίᾳ θεῖσα, μάταιον ἔτι διὰ λόγων ὦτα γυμνάζειν. <milestone unit="altref" n="23"/> διὸ καὶ <lb n="15"/>
λέγεται· „φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, ἀλλὰ καὶ παλαιὰ ἐκ
προσώπου νέων ἐξοίσετε“ (Lev. 26, 10), ὡς δέον πολιὸν μὲν μάθημα
χρόνῳ μηδὲν ἀρνεῖσθαι πειρωμένους καὶ γράμμασι σοφῶν ἀνδρῶν
ἐντυγχάνειν καὶ γνώμαις καὶ διηγήσεσιν ἀρχαιολογούντων παρεῖναι καὶ
φιλοπευστεῖν ἀεὶ περὶ τῶν προτέρων καὶ ἀνθρώπων καὶ πραγμάτων, <lb n="20"/>
τοῦ μηδὲν ἀγνοεῖν ὄντος ἡδίστου, νέας δὲ ὅταν ἀνατείλῃ βλάστας αὐτοδιδάκτου
σοφίας ὁ θεὸς ἐν ψυχῇ, τὰ ἐκ διδασκαλίας εὐθὺς περιγράφειν
καὶ περισύρειν ὑπονοστοῦντα καὶ ὑπορρέοντα ἐξ ἑαυτῶν· τὸν γὰρ θεοῦ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀφ’ οὗ καὶ ἀνίστασθαι Α
<lb/>2 ὑπόληψιν ἐκκλίνοντας transp. UF οὗτος] οὕτως MPH1, οὕτω G
<lb/>3 Μωση Pap, Μωυσῆ UF: Μωσεῖ ceteri
<lb/>4 εἰσιν Pap 4.
<lb/>5 εἰσι πρεσβύτεροι codd.: πρεσβύτεροί εἰσιν Mang.
<lb/>5 πρεσβυτέρων HP1, πρεσβύτεροι om. L ὡς — πρεσβυτέρων (6) om. P ὡς ἄν Pap UF: ἄν om. ceteri ἀποδεχόμενοι coni. Mang.
<lb/>7 εἰωθότες P (coni. Mang.) ὠφελεῖ ΑΗ μὲν om. GP
<lb/>8 τελείας] τημελείας G καὶ πρὸς Α πολιτείας HP παλαιὰς Pap
<lb/>10 τε om. F αὑτοὺς (Pap) U: ἑαυτοὺς ceteri 
<lb/>11 προειδομένους U, προειδομένοις ceteri (Pap) μηδ’ AUF
<lb/>12 αἰφνίδιον om. GHP1L1 επιλαμψη τὸ Pap: ἐπιλάμψῃ (om. τὸ) UF, ἐπιλάμψαιτο ceteri, ἐπιλάμψηται V ἡ δὲ Pap MAGP: ἥδε F, εἰ ἑ U, ἣ δὴ H
<lb/>13 τῆς ψυχῆς AF ἐπιστήμης θεατὰς transp. Α ἐπιστήμας F
<lb/>14 ἐργάσηται Pap F: ἐργάσεται U, ἐργάζεται ceteri ὠκυδρονωτάτην Α αἰσθήσεως L, αἴσθησιν UF
<lb/>15 ἔτι Pap MUFL2: ἐπὶ ceteri, ἐστι v διαλόγων G, δὲ λόγων H
<lb/>16 παλαιὰ ἐκ παλαιῶν UF παλαιὰς ἐκ MA
<lb/>17 νέω Α ἐξοίσεται Α πολιὸν codd. et Pap: παλαιὸν Mang.
<lb/>18 γράμμασι] πράγμασιν Pap
<lb/>20 πρότερον Pap 
<lb/>21 ὄντως G δ’ UH αντειλη Pap
<lb/>22 ὁ om. Pap ἐκ ψυχῆς UF 
<lb/>23 ὑπονοσοῦντα MAP ὑπορέοντα U, υπερεοντα Pap αὐτῶν U</note>  

<pb n="v.1.p.235"/>
φοιτητὴν ἢ γνώριμον ἢ μαθητὴν ἢ ὅ τί ποτε χρὴ θεμένους ὄνομα
καλεῖν αὐτὸν ἀμήχανον ἔτι θνητῶν ὑφηγήσεως ἀνέχεσθαι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="80"><p><milestone unit="altref" n="24"/> ἔστω  δὲ ἡ νέα ψυχῆς ἀκμὴ „πεφρυγμένη“, τουτέστιν,  <milestone unit="altpage2" n="p. 179 M."/> ὡς πυρὶ χρυσός,
λόγῳ δυνατῷ βεβασανισμένη· τοῦ δὲ βεβασανίσθαι καὶ δεδοκιμάσθαι
<lb n="5"/> σημεῖον τὸ πεπηγέναι· καθάπερ γὰρ ὁ τῶν τεθηλότων ἀσταχύων καρπός,
ἵνα μηκέτι πλαδᾷ, φρύγεται, τοῦτο δ’ οὐκ ἄνευ πυρὸς πέφυκε συμβαίνειν,
οὕτως καὶ τὴν νέαν πρὸς ἀρετῆς ἀκμὴν ἀνάληψιν δυνατῷ καὶ ἀνικήτῳ
λόγῳ χρὴ πάγιον καὶ σταθερωτάτην ἀπεργάζεσθαι· πέφυκε δὲ ὁ λόγος
οὐ μόνον πήττειν ἐν ψυχῇ τὰ θεωρήματα διαρρεῖν αὐτὰ κωλύων, ἀλλὰ
<lb n="10"/> καὶ τὴν τοῦ ἀλόγου πάθους ὁρμὴν εὐτόνως ἐκλύειν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>