<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1:115-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1:115-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="115"><p><milestone unit="altref" n="35"/> λέγω δὲ ταῦτα οὐ περὶ τῶν ἀρετῶν ἀλλὰ περὶ τῶν <lb n="5"/> μέσων τεχνῶν καὶ ὧν ἄλλων ἀναγκαίων περί τε σώματος ἐπιμέλειαν
καὶ τὴν τῶν ἐκτὸς περιουσίαν πραγματεύονται, ἐπεὶ ὅ γε περὶ ἀγαθῶν
 καὶ καλῶν τελείων πόνος,  <milestone unit="altpage2" n="p. 186 M."/> κἂν ὑστερίζῃ τοῦ τέλους, ἱκανὸς ἐξ ἑαυτοῦ
προωφελῆσαι τοὺς χρωμένους, τὰ δὲ ὅσα ἐκτὸς ἀρετῆς, ἐὰν μὴ προσγένηται
τὸ πέρας, ἀνωφελῆ πάντα· ὥσπερ ἐπὶ ζῴων, ἐὰν ἀφέλῃς
<lb n="10"/> κεφαλήν, οἴχεται τἆλλα· κεφαλὴ δὲ πραγμάτων ἐστὶ τὸ τέλος αὐτῶν,
ἃ ζῇ μὲν τρόπον τινὰ ἐφαρμοζομένου, θνῄσκει δέ, ἐὰν ἐκτεμεῖν καὶ
ἀκρωτηριάζειν ἐθέλῃς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="116"><p>ὥστε καὶ ἀθληταὶ μὴ δυνάμενοι νικηφορεῖν, ἀεὶ δὲ ἡττώμενοι, καταλυέτωσαν· καὶ εἴ τις ἔμπορος ἢ ναύκληρος
θαλαττεύων ἐπαλλήλοις κακοπραγίαις χρῆται, μετατραπόμενος ἠρεμείτω·
<lb n="15"/> ὅσοι τε τὰς μέσας ἐπιτηδεύσαντες τέχνας μηδὲν ἠδυνήθησαν διὰ
σκληρότητα φύσεως μάθημα παραδέξασθαι, ἐπαινετοὶ καταλύοντες· οὐ
γὰρ ἕνεκα ἀσκήσεως ἀσκεῖται τὰ τοιαῦτα, ἀλλὰ τοῦ πρὸς ὃν ἀναφέρεται
σκοποῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="117"><p>ἐὰν οὖν ἐμποδοστατῇ πρὸς τὰς ἀμείνους ἐπιδόσεις ἡ φύσις, μὴ ἀνόνητα ἀντιτείνωμεν, συμπραττούσης δὲ ἀπαρχαῖς καὶ τιμαῖς γεραίρωμεν
<lb n="20"/> τὸ θεῖον, αἳ λύτρα τῆς ἡμετέρας ψυχῆς εἰσι, δεσποτῶν ἀνημέρων αὐτὴν
ἀπαλλάττουσαι καὶ εἰς ἐλευθερίαν ἐξαιρούμεναι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="118"><p><milestone unit="altref" n="36"/> καὶ γὰρ τοὺς Λευίτας ὁμολογεῖ Μωυσῆς τοὺς ἀντὶ τῶν πρωτοτόκων γενομένους θεραπευτὰς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἔαν μὴ Pap: ἐὰν δὲ μὴ codd. δυνηθῆς Pap UF: δύνῃ ceteri
<lb/>2 μέθες] μετάθες UF
<lb/>5 ὧν Pap UF: τῶν ceteri ἄλλα UF ἀναγκαίων om. Pap UF 
<lb/>6 τῶν om. F πραγματεύονται Pap UF: ὅσα πραγματεύονται ceteri ἐπεὶ MAUFD (Pap?): ἐπεὶ δ’ GHP
<lb/>7 ἑαυτοῦ UFD: αὐτοῦ MAH, αὐτοῦ GP 
<lb/>8 προσωφελῆσαι UF δ’ AUF ἐὰν] εἰ H
<lb/>9 ανωφεληται Pap 
<lb/>10 οἴχεται Pap UF: οἰχήσεται ceteri τἄλλα Pap U: τὰ ἄλλα MGHP, πάντα τἆλλα F, τὰ πάντα Α ἐστιν Pap
<lb/>12 ἀκρωτηριάσειν U ἐθέλῃς UF, θέλῃς Pap: ἐθελήσης ceteri καὶ om. Pap
<lb/>13 δ’ UF
<lb/>14 μετατραπόμενος Pap F: μετατρεπόμενος ceteri Ib ὅσοις Pap τε] δὲ Pap F ἐδυνήθησαν Pap
<lb/>16 προσδέξασθαι U, ὑποδέξασθαι Α κατακλύοντες F 
<lb/>18 τὰς add. Pap UF: om. ceteri ἐπιδόσεις om. Pap. UF ἡ om. Pap 
<lb/>19 ἀντικινῶμεν UF γερέρωμεν F
<lb/>20 λύτρον F ἡμετέρας om. L ἔσιν Pap
<lb/>21 γὰρ om. Pap
<lb/>22 Μώσης MAGHP γενομένας G θεραπευτὰς γιγνομένους UF</note> <note xml:lang="mul" type="footnote"><lb/>4 —
<lb/>8 D R fol. 274r (Φίλωνος): φημὶ δὲ ταῦτα οὐ περὶ τῶν μέσων τεχνῶν, ἐπεὶ ὅ γε περ ἀγαθῶν τελείων πόνος, κἄν ὑστερίζῃ τοῦ τέλους, ἱκανὸς ἐξ ἑαυτοῦ ὠφελῆσαι τοὺς χρωσμενους.</note>  

<pb n="v.1.p.250"/>
τοῦ μόνου ἀξίου θεραπεύεσθαι λύτρα τῶν ἄλλων ἁπάντων εἶναι·
„κἀγὼ“ γάρ φησιν „ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου <add>τῶν</add> υἱῶν
Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν
Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. ἐμοὶ γὰρ
πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, <lb n="5"/>
 ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ“ (Num. 3, 12. 13).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="119"><p>ὁ καταπεφευγὼς
ἐπὶ θεὸν καὶ ἱκέτης αὐτοῦ γεγονὼς λόγος ὀνομάζεται Λευίτης·
τοῦτον ἐκ τοῦ μεσαιτάτου καὶ ἡγεμονικωτάτου τῆς ψυχῆς λαβών, τουτέστι
προσλαβόμενος καὶ προσκληρώσας ἑαυτῷ, τῆς τῶν πρεσβείων ἠξίωσε
μερίδος· ὥστε ἐνθένδε δῆλον εἶναι, ὅτι ὁ μὲν Ῥουβὴν τοῦ Ἰακώβ, ὁ <lb n="10"/>
δὲ Λευὶ τοῦ Ἰσραὴλ πρωτότοκός ἐστιν, ὁ μὲν τὰ χρόνου, ὁ δὲ τὰ
 ἀξιώματος καὶ δυνάμεως φερόμενος πρεσβεῖα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg004.opp-grc1" subtype="section" n="120"><p>πόνου μὲν γὰρ καὶ
προκοπῆς, ὧν Ἰακὼβ σύμβολον, τὸ εὐφυὲς ἀρχή, καθ’ ὃ Ῥουβὴν
καλεῖται, θεωρίας δὲ τῆς τοῦ μόνου σοφοῦ, καθ’ ἣν Ἰσραὴλ τέτακται,
πηγὴ τὸ θεραπευτικῶς ἔχειν αὐτοῦ, θεραπείας δὲ ὁ Λευί ἐστι σημεῖον. <lb n="15"/>
καθάπερ οὖν τῶν Ἠσαῦ προτοτοκίων κληρονόμος Ἰακὼβ ἀνευρίσκεται,
<milestone unit="altpage1" n="p. 187 M."/>  τῆς περὶ κακίαν σπουδῆς ἡττωμένης τοῦ πρὸς τὸ καλὸν πόνου, οὕτως
καὶ τὰ Ῥουβὴν πρεσβεῖα τοῦ εὐφυοῦς ὁ κεχρημένος ἀρετῇ τελείᾳ Λευὶ
οἴσεται· τῆς δὲ τελειότητος δεῖγμα ἐναργέστατον πρόσφυγα γενέσθαι
<note xml:lang="mul" type="footnote"> λύτρον UF
<lb/>2 τῶν addidi
<lb/>3 ἀντὶ — Ἰσραήλ (4) om. G
<lb/>4 αὐτῶ F ἐμοὶ prius] μοι UF
<lb/>5 ἐν ᾖ — πρωτότοκον (6) om. UF ἐν ηι ημερα Pap: ἐν ἡμέρα ᾗ codd.
<lb/>6 ἐν om. UFGL 6.
<lb/>7 καταφεύγων Η, καταφυγὼν P, πεφευγὼς Mang.
<lb/>7 θεὸν Pap UF: τὸν θεὸν ceteri
<lb/>8 τουτέστιν MH 
<lb/>9 ἠξίωσεν Pap
<lb/>10 ἐνθάδε Pap Ρουβην Pap: Ῥουβὶν MG, Ῥουβὶμ APUF, Ῥουββὶμ H
<lb/>11 Λευις Pap Ἰσραὴλ] Ἰακὼβ Α
<lb/>12 ἀξιώματα M δυνάμενος Pap
<lb/>13 ὧν scripsi: ὢν codd. ὁ Ἰακὼβ UF τὸ εὐφυὲς Pap UF: τοῦ εὐφυοῦς ceteri ἄρχει MAG καθ’ ὃν MGHP Ρουβην Pap: Ῥουβὶν M, Ῥουβὶμ ceteri, ὁ Ῥουβὶν v
<lb/>14 καλειται Pap: νοεῖται codd. 
<lb/>15 τὸ] τοῦ G δ’ UF Λευις Pap, Λευί UF: Λευίτης ceteri ἐστιν Pap 
<lb/>16 τῶ U
<lb/>17 κακίας HP κακιασπουδης Pap τοῦ—πόνου πόνου] πρὸς τοῦ καλοῦ πόνου H
<lb/>18 Ῥουβὶν MHP, Ῥουβὶμ AGUF Λευις Pap
<lb/>19 δὲ om. UF ἐναργέστατον UF: ἐναργέστερον ceteri (Pap ?)</note> <note xml:lang="lat" type="footnote"><lb/>2 sqq. Ambros. l. l. 112,7 ... scriptum est in Numeris: Ecce tuli Levitas de medio filiorum Israel pro omni primogenito qui aperit vulvam a filiis Israel, et erunt mihi Levitae: mihi enim omne primitivum. in qua die percussi omne primogenitum Aegypti, sanctificavi omne primogenitum Israel. . . . tulit ergo Dominus Deus de medio populi Isracl Levitas, quia uon humanarum eos consortes voiuit esse curarum, sed divinae religionis ministros.</note>  

<pb n="v.1.p.251"/>
θεοῦ καταλιπόντα τὴν τῶν ἐν γενέσει πραγματείαν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>