<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="61"><p><milestone unit="altref" n="19"/> ἡ δὲ εὐθὺς γενομένη δι’ ἑκάστου τῶν μερῶν αὑτῆς ὥσπερ διά τινων ὀπῶν
<lb n="10"/> ἀθρόον φῶς εἰς τὸν νοῦν ἐπεισέχεε καὶ τὴν ἀχλὺν ἀποσκεδάσασα
τηλαυγῶς καὶ σφόδρα ἐκδήλως τὰς φύσεις τῶν σωμάτων ἰδεῖν καθάπερ
δεσπότην παρεσκεύασεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="62"><p>ὁ δ’ ὥσπερ ἐκ νυκτὸς ἡλιακῷ φέγγει καταυγασθεὶς ἀπαστράπτοντι ἢ ἐκ βαθέος ὕπνου περιαναστὰς ἢ οἷα τυφλὸς
ἐξαίφνης ἀναβλέψας ἐνετύγχανε πᾶσιν ἀθρόως ὧν γένεσίς ἐστιν, οὐρανῷ,
<lb n="15"/> γῇ, ὕδατι, ἀέρι, φυτοῖς, ζῴοις, σχέσεσιν αὐτῶν, ποιότησι, δυνάμεσιν,
ἕξεσι, διαθέσεσι, κινήσεσιν, ἐνεργείαις, πράξεσι, μεταβολαῖς, φθοραῖς,
καὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, τῶν δὲ ἐγεύετο, τῶν δὲ ὠσφραίνετο,
τῶν δὲ ἥπτετο· καὶ πρὸς ἃ μὲν ἐπικλινῶς εἶχεν, ἡδονὰς ἐργαζόμενα,
τῶν δὲ ἀπεστρέφετο, ἐμποιούντων ἀλγηδόνας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="63"><p>περιβλεψάμενος οὖν ὧδε <lb n="20"/> κἀκεῖσε καὶ περιαθρήσας ἑαυτόν τε καὶ τὰς δυνάμεις ἐτόλμησε ταὐτὸν
αὔχημα αὐχῆσαι τῷ βασιλεῖ Μακεδόνων Ἀλεξάνδρῳ· καὶ γὰρ ἐκεῖνόν
φασιν, ἡνίκα Εὐρώπης καὶ Ἀσίας ἔδοξεν ἀνάψασθαι τὸ κράτος, ἐν ἐπικαίρῳ χώρῳ στάντα καὶ πάντα περιαθρήσαντα εἰπεῖν, ὅτι „καὶ τὰ τῇδε
καὶ τὰ τῇδε ἐμά“, μειρακιώδους καὶ νηπίας καὶ ἰδιωτικῆς τῷ ὄντι ψυχῆς,
<lb n="25"/> οὐ βασιλικῆς, ἐπιδειξάμενον κουφότητα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="64"><p>πρότερος δ’ ὁ νοῦς τὴν
<note xml:lang="mul" type="footnote"><lb/>1 εὐπχές] ἔτυχες F οὐκ seclusi (om. v) οὐκ ἄνευ MAPGH: κἄν μετὰ UF; ἐὰν μὴ βάκτρων . . . τυγχάνῃ coni. Wendl.
<lb/>2 ἐτύγχανεν scripsi: τυγχάνει MH, τυγχάνῃ UFG, τυγχάνοι AP σκηρύπτεσθαι, σκιρρίπτεσθαι F παρ᾿] δι’ UF
<lb/>3 κατά πάντων U, πάπων om. HF κατακέχυτο F σωμάτων] ὀμμάτων UFL
<lb/>2 4 ᾧ] τῶ F
<lb/>5 στερεὰν AP
<lb/>7 τὸ προειργασμένον AP
<lb/>8 ὀνοματικῶς APH
<lb/>9 αὐτῆς codd.
<lb/>10 ἀθρόον U: ἀθροῦν F, ἄθρουν ceteri εἰς τὸν νοῦν ἐπεισέχεε Μ: ἐπεισ εἰς τὸν νοῦν ἔπεισεν ἐλθεῖν APG, ἐτεισέχεεν καὶ εἰς τ. ν. ἔ. ἐ. Η, εἰς τὸν νοῦν ἐπεισενεχθὲν UF ἀποσκεδάσασα] ἀποστεγάσαν UF·
<lb/>11 ἐκδήλως ὡς F
<lb/>12 δεσπότη GH κατεσκεύασεν U
<lb/>13 ἀστράπτοντι UF ἢ prius om. U
<lb/>14 ἀθρόοις UF
<lb/>16 ἕξεσι διαθέσεσι κινήσεσιν om. GH
<lb/>17 τῶν δὲ ὠσφραίνετο om. GH 
<lb/>18 ἐπικίνως F ἔσχεν UF ἐργαζομένων APUF
<lb/>19 ἀπετρΰφετο U 
<lb/>20 αὐτόν UF τὸ αὐτὸ UF
<lb/>23 χώρω MAPGH: χωρίω UFL
<lb/>2 περιαθροίπρότερον σαντα U καὶ post ὅτι om. UF
<lb/>24 τῇδ’ ἐμά U
<lb/>25 ἐπιδεξάμενον AP F ὁ μὲν νοῦς F</note>  

<pb n="v.1.p.186"/>
αἰσθητικὴν δύναμιν ἐξαψάμενος καὶ δι’ αὐτῆς πᾶσαν ἰδέαν θηρεύσας
σώματος, ὑποπλησθεὶς ἀλόγου φρονήματος, ἐφυσήθη, ὡς τὰ πάντα
ἑαυτοῦ νομίσαι κτήματα <milestone unit="altpage1" n="p. 151 M."/>  καὶ μηδενὸς ἄλλου τὸ παράπαν μηδέν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="65"><p><milestone unit="altref" n="20"/> οὗτός ἐστιν ὃν χαρακτηρίσας Μωυσῆς τρόπον ἐν ἡμῖν ἐπεφήμισε
Κάιν, ἑρμηνευόμενον κτῆσιν, εὐηθείας μᾶλλον δὲ ἀσεβείας μεστὸν ὄντα· <lb n="5"/>
ἀντὶ γὰρ τοῦ νομίσαι θεοῦ πάντα κτήματα, ὑπέλαβεν ἑαυτοῦ, μηδ’
αὑτὸν ἔχειν βεβαίως δυνάμενος, ἀλλὰ μηδ’ ὅστις ἐστὶ τὴν οὐσίαν εἰδώς.
ἀλλ’ ὅμως εἰ πεπίστευκε ταῖς αἰσθήσεσιν ὡς ἱκαναῖς θηρεῦσαι τὸ ἐκτὸς
αἰσθητόν, εἰπάτω, πῶς παρορᾶν ἢ παρακούειν ἢ κατά τινα ἄλλην
 αἴσθησιν μὴ ἁμαρτάνειν ἔτι δυνήσεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="66"><p>καὶ μὴν τοὺς ὀλίσθους ἀνάγκη <lb n="10"/>
τούτους περὶ ἕκαστον ἡμῶν ἀεὶ συμβαίνειν, κἂν τὰ μάλισθ’ ἡμεῖς ἠκριβωμένοις
τοῖς ὀργάνοις χρώμενοι τυγχάνωμεν· τὰς γὰρ φυσικὰς κῆρας
καὶ τὸν ἀκούσιον πλάνον εἰσάπαν ἐκδῦναι χαλεπόν, μᾶλλον δ’ ἀμήχανον,
ἀπείρων ὅσων ψευδοῦς δόξης ποιητικῶν ἔν τε ἡμῖν καὶ περὶ ἡμᾶς καὶ
ἐκτὸς ἡμῶν ἐν ἅπαντι τῷ θνητῷ γένει ὑπαρχόντων. οὐκ ἄρα ὑγιῶς <lb n="15"/>
κτήμαθ’ ἑαυτοῦ ὑπέλαβε τὰ πάντα, κἂν φρυαττόμενος ὑψαυχενῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="67"><p><milestone unit="altref" n="21"/> Γέλωτά μοι πλατὺν καὶ Λάβαν ὁ τῶν ποιοτήτων ἠρτημένος
δοκεῖ παρασχεῖν Ἰακὼβ τῷ πρὸ τούτων τὴν ἄποιον φύσιν ὁρῶντι, ἡνίκα
ἐτόλμα πρὸς αὐτὸν λέγειν, ὅτι "αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ
υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρᾷς ἐμά ἐστι καὶ <lb n="20"/>
τῶν θυγατέρων μου“ (Gen. 31,43 )· ἐφ’ ἑκάστου γὰρ οὗτος τὸ „ἐμὸν“
 προστιθεὶς περὶ αὑτοῦ λέγων ἅμα καὶ σεμνομυθῶν οὐ παύεται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="68"><p>τὰς θυγατέρας,
εἰπέ μοι, — τέχναι δέ εἰσι καὶ ἐπιστῆμαι ψυχῆς — θυγατέρας
σαυτοῦ λέγεις εἶναι; τίνα τρόπον; οὐ πρῶτον μὲν παρὰ τοῦ διδάξαντος
αὐτὰς νοῦ παραλαβὼν ἔχεις; εἶτα καὶ πέφυκας ἀποβάλλειν, ὥσπερ ἄλλ’ ἄττα, <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>3 μηδέν om. UF
<lb/>4 Μώσης MAPGH ὡς τρόπον AP ἐπεφήμισε om. AP
<lb/>5 δ’ AP
<lb/>6 πάντα om. F ταῦτα ὑπέλαβεν UF 
<lb/>7 αὐτὸν FGH1 μηδὲ U, μὴ AP ὅστις] ὅς F, τί AP
<lb/>8 εἰ πεπίστευκε F: ἐπεπίστευκε U, ἐμπεπίστευκε ceteri ἐσθήσεσιν F ἱκανὸς AP, ἱκανῶς F 
<lb/>10 δυνήσηται AP
<lb/>11 κἀν] καὶ εἰ U, καὶ F μάλιστα APU ἡμεῖς] ἡμῶν UF
<lb/>12 τυγχάνομεν UF
<lb/>13 ἐκδοῦναι A δὲ U
<lb/>14 ὅσον AP 
<lb/>15 ἐν ἅπαντι] ἐναντίων UF
<lb/>16 κτήματα U, κτῆμα Γ’ αὐτοῦ UF ὑπέλαβεν εἶναι F ὑψαυχενῇ] ἐξαυχῆ UF
<lb/>17 ποιοτήτων GH : ποιητητῶν M, ποιητῶν APUF
<lb/>18 δοκεῖ MAPGU: ἐδόκει UF παρασχεῖν APUF: παρέχειν MGH πρὸ τούτου APUF ἄποιον] ἄπειρον AP
<lb/>19 θυγατέρες θυγατέρες U: alter utrum om. ceteri οἱ om L
<lb/>20 υἱοὶ υἱοί U: alterutrum om. ceteri κτήνη κτήνη U: alterutrum om. ceteri πάντα UF: πάνθ’ ceteri
<lb/>22 αὑτοῦ MPF λέγων] λογῶν (sic) M σεμνύνων UF οὐ παύεται] ἀναπαύεται F
<lb/>24 σαυτοῦ] ἑαυτοῦ F οὐ om. UF
<lb/>25 νοῦ παραλαβὼν] οὐ παρὰ σαυτοῦ λαβὼν UF ἔσχες U καὶ om. F ἄλλ’ ἄττα] ἀλλάτα MP, ἀλλάττων UF</note>  

<pb n="v.1.p.187"/>
καὶ ταύτας ἢ διὰ μέγεθος ἑτέρων φροντίδων ἐκλαθόμενος ἢ διὰ
χαλεπὰς καὶ ἀνηκέστους ἀρρωστίας σώματος ἢ διὰ τὴν ὡρισμένην τοῖς
πρεσβύταις ἀθεράπευτον νόσον γῆρας ἢ δι’ ἄλλα μυρία, ὧν ἀριθμὸν
ἄπορον εὑρεῖν. τί δέ;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="69"><p>τοὺς υἱοὺς — υἱοὶ δέ εἰσιν οἱ κατὰ μέρος τῆς <lb n="5"/> ψυχῆς λογισμοί — φάσκων εἶναι σαυτοῦ σωφρονεῖς ἢ μέμηνας τοιαῦτα
δοξάζων; αἱ γὰρ μελαγχολίαι σου καὶ παράνοιαι καὶ φρενῶν ἐκστάσεις
καὶ εἰκασίαι ἀβέβαιοι καὶ φαντασίαι πραγμάτων ψευδεῖς καὶ κενοί τινες
ἐννοημάτων ὀνείροις ἐοικότες <add>λογισμοὶ</add> ἑλκυσμοὺς καὶ σπασμοὺς ἐνδιδόντες
ἐξ ἑαυτῶν καὶ ἡ σύντροφος ψυχῆς νόσος λήθη καὶ ἄλλα τῶν εἰρημένων
<lb n="10"/> πλείω τὸ ἐχυρόν σου τῆς δεσποτείας ἀφαιρεῖται καὶ ἐπιδείκνυται
ταῦτα ἑτέρου τινός, οὐχὶ σά, κτήματα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="70"><p>πῶς δὲ τὰ κτήνη — κτήνη δέ εἰσιν αἱ αἰσθήσεις, ἄλογον γὰρ καὶ κτηνῶδες αἴσθησις — σαυτοῦ
  <milestone unit="altpage2" n="p. 152 M."/> λέγειν εἶναι τολμᾷς; παρορῶν, εἰπέ μοι, παρακούων ἀεί, τοὺς γλυκεῖς
χυλοὺς ἁλμυροὺς ἔστιν ὅτε καὶ ἔμπαλιν τοὺς πικροὺς γλυκεῖς ἡγούμενος
<lb n="15"/> καὶ κατὰ πᾶσαν αἴσθησιν πλείω τῶν κατορθουμένων εἰωθὼς διαμαρτάνειν
οὐκ ἐρυθριᾷς, ἀλλ’ ὥσπερ ἀπταίστοις κεχρημένος ταῖς περὶ ψυχὴν
ἁπάσαις δυνάμεσί τε καὶ ἐνεργείαις γαυριᾷς καὶ πεφύσησαι; </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="71"><p><milestone unit="altref" n="22"/> ἀλλ’ ἐὰν μεταβάλῃς καὶ ὧν χρὴ φρενῶν μοιραθῇς, ἐρεῖς πάντα τοῦ θεοῦ
κτήματα, οὐχὶ σαυτοῦ, τὰς διανοήσεις, τὰς ἐπιστήμας, τὰς τέχνας, τὰ
<lb n="20"/> θεωρήματα, τοὺς ἐν μέρει λογισμούς, τὰς αἰσθήσεις, τὰς διὰ τούτων
καὶ ἄνευ αὐτῶν ψυχῆς ἐνεργείας· ἐὰν δὲ μέχρι παντὸς ἀπαιδαγώγητον
καὶ ἀδίδακτον ἐάσῃς σεαυτόν, δουλεύσεις τὸν αἰῶνα χαλεπαῖς δεσποίναις,
οἰήσεσιν, ἐπιθυμίαις, ἡδοναῖς, ἀδικίαις, ἀφροσύναις, ψευδέσι δόξαις.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="72"><p>„εἰ“ γάρ φησιν „ἀποκριθεὶς εἴποι ὁ παῖς Ἠγάπηκα τὸν κύριόν μου καὶ <lb n="25"/> τὴν γυναῖκά μου καὶ τὰ παιδία, οὐκ ἄπειμι ἐλεύθερος“, ἀχθεὶς πρὸς τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 ταύτας CF: ταῦτα ceteri φροντίδων ἑτέρων transp. DF
<lb/>2 ἀνηκέστους scripsi: μηκίστους codd., μηκίστας v τοῖς] ταῖς G
<lb/>3 τὸ γῆρας UF 3.
<lb/>4 ὦν οὐδ’ ἀριθμὸν εὔπορον εὑρεῖν UF
<lb/>4 δ’ εἰσὶν UF οἱ] οὐ AP
<lb/>6 σου om. MGH παράνοιαι H: αἱ παροινίαι M, παρανομίαι ceteri
<lb/>8 ἐννοημάτων] νοημάτων M, φρονημάτων Mang. λογισμοὶ addidi ἑλκυσμοὺς MAPGH: ἑλκυσμοὶ UFL2 καὶ om. UF
<lb/>9 ψυχῆς σύντροφος transp. F ψυχὴ AP
<lb/>10 ἐνέχυρον APF 
<lb/>11 ταῦτα] πάντα GH κτήνη alterum om. G
<lb/>12 αἱ om. MAP αἴσθησις] αἰσθήσεις MGH
<lb/>13 λέγεις F
<lb/>14 χυμοὺς APUF καὶ ἁλμυροὺς U ἔστι δ’ ὅτε UF γλυκεῖς πικροὺς transp. APUF
<lb/>15 κατωρθωμένων U
<lb/>16 ἀπταίστως Η, ἀmαὶς (sic) G
<lb/>17 ἁπάσαις] ἀπταίστοις τὶ
<lb/>18 μεταβάλλῃς H μοίρα θῆς A
<lb/>21 post ἀπαιδαγώγητον add. ἑαυτὸν F
<lb/>22 ἐάσας ’ ἐάσῃς σεαυτόν om. F ἑαυτόν U δουλεύσῃς AP δεσποτείαις UF
<lb/>24 ἠνάπησα F καὶ om. UF
<lb/>25 post παιδία add. ἀποτρέχω M (cf. LXX) οὐκ ἄπειμι scripsi: οὐκέτ’ εἰμὶ MGH, οὐκ ἔτ’ εἰμὶ AP, οὐκ ἐξελεύσομαι UF ἀχθεὶς ἐλεύθερος transp. UF πρὸς] εἰς U</note>  

<pb n="v.1.p.188"/>
κριτήριον τοῦ θεοῦ καὶ δικαστοῦ τυχὼν αὐτοῦ βέβαιον σχήσει ὃ ᾐτήσατο, πρότερον τρυπηθεὶς τὸ οὖς ὀπητίῳ (Exod. 21, 5. 6), ἵνα μὴ
 δέξηται θείαν ἀκοὴν ὑπὲρ ἐλευθερίας ψυχῆς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="73"><p>ἐκκεκριμένου γάρ ἐστιν
ὥσπερ ἐξ ἀγῶνος ἱεροῦ καὶ ἀποδεδοκιμασμένου παιδὸς ὄντως νηπίου
κομιδῇ λογισμοῦ σεμνολογεῖν ἐπὶ τῷ τὸν νοῦν ἠγαπηκέναι καὶ <lb n="5"/>
τὸν νοῦν νομίζειν ἑαυτοῦ κύριον εἶναι καὶ εὐεργέτην καὶ ἐπὶ τῷ τὴν
αἴσθησιν σφόδρα στέργειν καὶ κτῆμα ἴδιον αὐτὴν καὶ ἀγαθῶν τὸ μέγιστον
ἡγεῖσθαι καὶ τὰ τούτων ἀμφοῖν παιδία, τοῦ μὲν τὸ νοεῖν, τὸ λογίζεσθαι,
τὸ διανοεῖσθαι, τὸ βουλεύεσθαι, τὸ στοχάζεσθαι, τῆς δὲ τὸ ὁρᾶν, τὸ
ἀκούειν, τὸ γεύεσθαι, τὸ ὀσφραίνεσθαι, τὸ ἅπτεσθαι, κοινῶς τὸ αἰσθάνεσθαι. <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="74"><p><milestone unit="altref" n="23"/> ἀνάγκη μέντοι τὸν τούτοις οἰκειούμενον μηδ’ ὄναρ ἐλευθερίας ἐπῃσθῆσθαι· φυγῇ γὰρ αὐτῶν καὶ ἀλλοτριώσει μεταποιούμεθα
ἀδείας. ἄλλος δέ τις πρὸς τῷ φιλαύτῳ καὶ τὸ μανιῶδες ἐπιδεικνύμενός
φησιν ὅτι, κἂν ἀφαιρῆταί μέ τις, ὡς περὶ οἰκείων ἀγωνισάμενος οἴσομαι
τὸ κράτος· „διώξας“ γάρ φησιν „καταλήψομαι, μεριῶ σκῦλα, <lb n="15"/>
ἐμπλήσω ψυχήν μου· ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου“
 (Exod. 15, 9).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="75"><p>πρὸς ὃν εἴποιμ’ ἄν· λέληθέ σε, ὦ μωρέ, ὅτι πᾶς ὁ
δοκῶν ἐν γενέσει διώκειν διώκεται· νόσοι γὰρ καὶ γῆρας καὶ θάνατος
μετὰ τῆς ἄλλης τῶν ἑκουσίων καὶ ἀκουσίων <add>κακῶν</add> πληθύος ἕκαστον ἡμῶν
ἐλαύνουσι καὶ στροβοῦσι καὶ διώκουσι, καὶ ὁ νομίζων καταλαμβάνειν <lb n="20"/>
ἢ κρατεῖν καταλαμβάνεται καὶ κρατεῖται, καί τις λαφυραγωγήσειν ἐλπίσας
καὶ μοίρας λείας διατιθεὶς ἡττηθεὶς ὑπὸ κεκρατηκόσιν ἐχθροῖς <milestone unit="altpage1" n="p. 153 M."/>  ἐγένετο,
κένωσιν ἀντὶ πλησμονῆς καὶ δουλείαν ἀντὶ δεσποτείας ψυχῇ δεξάμενος
τῇ ἑαυτοῦ καὶ ἀντὶ τοῦ ἀνελεῖν ἀναιρεθεὶς καὶ πάνθ’ ὅσα δράσειν
 ἐνενόησε παθὼν ἀνὰ κράτος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="76"><p>ἦν μὲν γὰρ ὡς ἀληθῶς ἐχθρὸς οὗτος <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τυχὼν αὐτοῦ om. UF ὃ ᾐτήσατο] τί ὃ ἡγήσαιο UF
<lb/>2 ὀπητίῳ add. M om. ceteri
<lb/>3 ἐκκρινομένου UF, ἐκκεκρινομένου AP
<lb/>4 ὄνος PUF, corr. ex ὄντως Α νηπίου τε Mang.
<lb/>5 τὸν νοῦν om. UF
<lb/>7 καὶ prius om. UF 
<lb/>8 τοῦ δὲ τὸ λογίζεσθαι ’
<lb/>10 γεύσασθαι F
<lb/>11 τούτοις οἰκειούμενον] τούτων αἰσθανόμενον FL2 μηδ’ ὄναρ MUF: μηδενὸς APGH
<lb/>12 ἐπησθήναι U, ἐπαισθηθῆναι F
<lb/>13 τὸ φίλαυτον AP, τῶ φιλτάτω L
<lb/>14 μέ τις] μέν τις F, μέ om. L ὥσπερ οἰκείων AP, ὥσπερ οἰκεῖον F
<lb/>15 φησιν om. MAPGH σκῦλα] λάφυρα UF
<lb/>16 ἐμπλησθήσεται αὐτῶν ἡ ψυχή μου UF καὶ ἀνελῶ FL2 κυριεύσει αὐτῶν UF ἡ om. U
<lb/>17 εἴποιμι FGll μωρέ] ἄφρον UF
<lb/>18 διώκειν om. UF νόσος AP
<lb/>19 κακῶν addidi
<lb/>20 στροφοῦσι U 
<lb/>21 ἡ κρατεῖν om. G, ἡ κρατεῖν καταλαμβάνεται om. MAPHL1 καὶ κρατεῖται UFL2: κεκράτηται MAPHL1, om. G λαφυραγωγεῖν UFL
<lb/>22 καὶ om. AP, καὶ μοίρας om. M λείας om. APUF ἡττηθεὶς om. UF 
<lb/>23 κένωσις AP
<lb/>25 ἐνενόησε] νενίκησε M, νενίκησαι AP ἦν] ἡ F, ἡ U</note>  

<pb n="v.1.p.189"/>
αἱροῦντος λόγου καὶ φύσεως αὐτῆς, καὶ τὰ ἐν τῷ ποιεῖν ἅπαντα περιάπτων
αὑτῷ καὶ μηδενὸς τῶν ἐν τῷ πάσχειν ἔτι μεμνημένος, ὡς τὰς ἀφ’
ἑκάστου κῆρας ἀθρόας ἐκδεδυκώς. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="77"><p><milestone unit="altref" n="24"/> „εἶπε“ γάρ φησιν „ὁ ἐχθρός Διώξας καταλήψομαι“. τίς οὖν ἂν γένοιτο δυσμενέστερος ψυχῇ πολέμιος
<lb n="5"/> τοῦ διὰ μεγαλαυχίας τὸ ἴδιον θεοῦ προσκληροῦντος ἑαυτῷ; ἴδιον
μὲν δὴ θεοῦ τὸ ποιεῖν, ὃ οὐ θέμις ἐπιγράψασθαι γενητῷ, ἴδιον δὲ
γενητοῦ τὸ πάσχειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="78"><p>ὃ προλαβὼν μέν τις ὡς οἰκεῖον καὶ ἀναγκαῖόν ἐστι, ῥᾳδίως οἴσει τὰ προσπίπτοντα, κἂν ᾖ βαρύτατα, νομίσας δὲ ἀλλότριον
ἀνηνύτῳ πιεζόμενος ἄχθει Σισύφειον τιμωρίαν ἀναδέξεται, μηδ’ ὅσον
<lb n="10"/> ἀνακῦψαι δυνάμενος, ἀλλὰ πᾶσι τοῖς ἐπιτρέχουσι καὶ τραχηλίζουσι δεινοῖς
ὑποβεβλημένος καὶ προστιθεὶς ἑκάστῳ τὸ ὑπεῖκον καὶ εὐένδοτον,
ἀγεννοῦς καὶ ἀνάνδρου ψυχῆς πάθη· τλῆναι γὰρ ἔδει καὶ ἀντιτάξασθαι
καὶ ἀντερείσασθαι γνώμην ὀχυρωσάμενον καὶ ἀναφραξάμενον τῇ ἑαυτοῦ
καρτερίᾳ καὶ ὑπομονῇ, δυνατωτάταις ἀρεταῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="79"><p>ὥσπερ γὰρ τὸ κείρεσθαι <lb n="15"/> διττόν, τὸ μὲν ὡς ἀντιπεπονθὸς κατὰ ἀντέρεισιν, τὸ δὲ ὡς ὑπεῖκον καθ’
ὑπόπτωσιν — πρόβατον μὲν γὰρ ἢ δέρμα ἢ τὸ λεγόμενον κῴδιον οὐδὲν
ἐνεργοῦν ἐξ αὑτοῦ πάσχον δὲ μόνον ὑφ’ ἑτέρου κείρεται, ὁ δ’ ἄνθρωπος
συνδρῶν καὶ σχηματίζων καὶ ἐπιτήδειον παρέχων ἑαυτόν, ἀνακιρνὰς τῷ
πάσχειν τὸ ποιεῖν —, οὕτως καὶ τὸ τύπτεσθαι·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="80"><p>τὸ μὲν ὃ συμβέβηκε <lb n="20"/> πληγῶν ἄξια ἠδικηκότι οἰκέτῃ ἢ ἐλευθέρῳ διὰ ῥᾳδιουργίαν ἐπὶ τροχοῦ
κατατεινομένῳ ἤ τινι τῶν ἀψύχων — τύπτονται γὰρ λίθοι καὶ ξύλα καὶ
χρυσὸς καὶ ἄργυρος καὶ ὅσαι ἐν χαλκοτυπείῳ ἐλαυνόμεναι ὗλαι ἢ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐροῦντος UF καὶ τὰ MAP: καὶ om. GH, καὶ τὰ om. UF
<lb/>2 αὐτῶ GH: αὐτῶ ceteri τῶν] ἐπὶ τῶν AP, ἔτι aute τῶν transp. UF ἀφ’ om. UF 
<lb/>3 ἀθρόως AP
<lb/>4 ἄν οὖν UF
<lb/>6 ἐπιγράψεσθαι U γενητῷ FHL1: γενητὸν MGU, γεννητὸν APL2
<lb/>7 γεννητοῦ AP ὃ codd.: ὅπερ Mang. ὡς] ὅτι UF 
<lb/>8 τὰ — ἀλλότριον om. G βαρύτατα ἡ UF, ᾖ om. MAP ἀλλότριον] ἀλλότριον εἶναι UL2, ἀλλότριος εἶναι F
<lb/>9 Σισύφειον FH: Σισύφιον ceteri τιμ. ἀναδ.] ὑξποστήσεται τιμωρίαν UF
<lb/>10 ἀνακόψαι AP1 ἀλλ’ ἅπασι AP τραχηλιάζουσι AP 
<lb/>11 τὸ om. U ὑπήκοον UF, προσῆκον AP
<lb/>12 ἀγενοῦς F πάθη ψυχῆς transp. APUF τλῆναι] ὕλην· στῆναι UF, ὕλην· εἰ AP
<lb/>13 ὀχυρωσάμενον FH: ἐχυρωσάμενον cieteri
<lb/>15 ἀντιπεπονθὸς MH: ἀντιπαθὲς UF, ἀντὶ πένθους APG κατ’ UF ἀντέρεισιν Η, ἀντέρισιν M: ἀντίρρησιν UF, τήρησιν APG δ’ UF ὡς ὑπεῖκον MH: ὡς ὑπήκοον UF, δυσωπικὸν G, δυσωπητικὸν AP κατὰ GUF
<lb/>17 ἑαυτοῦ U, αὐτοῦ MGF
<lb/>18 συνδρῶν] ἐξ ἀνδρῶν AP, συζῶν UF συσχηματίζων F ἀνακιρνὰς P, ἀνακιρνᾷ σ eras.) Α, συγκιρνᾷ G2, ἀνακειρέσθω UF τῷ om. UF
<lb/>19 πάσχων UF οὕτω GHUF τὸ aute μὲν om. M ὃ scripsi: ὧ MAPGH, om. UF 
<lb/>20 οἰκέτῃ ἠδικηκότι F ἢ om. UF ἐλευθέρω δὲ UF
<lb/>21 κατατεινομένου AP καὶ ante ξύλα om. UF
<lb/>22 ἡ διαιρούμεναι ὗλαι transp. UF, ἢ διαιρούμεναι om. AP</note>  

<pb n="v.1.p.190"/>
διαιρούμεναι —, τὸ δὲ <add>ὃ</add> συμβέβηκεν ἀθλητῇ πυγμὴν ἢ παγκράτιον περὶ
 νίκης καὶ στεφάνων ἀγωνιζομένῳ·</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>