<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1:51-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1:51-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="51"><p> τάξιν. <milestone unit="altref" n="15"/> ἀλλ’ ἐνδέχεται τάχα που καὶ παρθένον ψυχὴν πάθεσιν <lb n="20"/>
ἀκολάστοις μιανθεῖσαν αἰσχυνθῆναι· διόπερ ὁ χρησμὸς πεφύλακται θεὸν
ἄνδρα εἰπὼν οὐ παρθένου — τρεπτὴ γὰρ ἥδε καὶ θνητή — ἀλλὰ „παρθενίας“
(Ier. 3, 4), τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἰδέας·
γένεσιν γὰρ καὶ φθορὰν ἐνδεχομένων φύσει τῶν ποιῶν, ἄφθαρτον
 αἱ τυποῦσαι δυνάμεις τῶν ἐν μέρει κλῆρον εἰλήχασι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="52"><p>τὸν οὖν ἀγένητον <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 μή τινα] μήποτ’ UF εἰδὼς] εἰδῶν GmgHL1, ἰδόντες UFL2
<lb/>2 ἐπικρύψετε U, ἐπικρύψητε FL2 μέχρι APG1 σαφῶς αὐτὴν UF
<lb/>3 Μωϋσῆ UF, Μασεῖ ceteri μυηθεὶς] μνησθεὶς G1
<lb/>5 ἱεροφαντεῖν UF ἱκανῶς H ὅδ’ F, ὁ δ’ om. AP
<lb/>6 ἐνθουσιῶν UFGcorr. : ἐνθουσιῶντα ceteri
<lb/>8 ἐμφαστικώτατα M
<lb/>9 παριστῶν UF
<lb/>10 γεγενηκὼς HU
<lb/>12 παρθένιον F 13.
<lb/>14 ἀνθρώπω AP
<lb/>14 γενέσει codd.: γεννήσει Mang. τέκνων] παίδων UF σύνοδος] ὁμιλία UF
<lb/>15 δ’ AP θεὸς ψυχὴ U, ὁ θεὸς ψυχὴ F αὐτὴν οὖσαν UF: αὐτὴν om. ceteri
<lb/>16 ἀγενεῖς AP
<lb/>17 θηλύνεται UF 
<lb/>18 ἐκλιπεῖν] ἐκπεσεῖν UF ἐκείνην om. UF
<lb/>20 τάξιν] τρόπον UF παρθέεῖν τῆς ἐχούσης νοῦ F
<lb/>22 εἰπὼν G οὐ G ἥδε] ἤδη F
<lb/>23 ἐχούσης MGH: μενούσης P, μενούσης AUF
<lb/>24 ποιῶν] ποιοτήτων AP, θνητῶν UFL2
<lb/>25 αἱ τυποῦσαι] ἐτύπωσε καὶ τύπους αἱ UFL2 τῶν] τὸν AP, τὰ coni. Markland et Wendl. κλῆρον AP: κλήρων ceteri εἰλήχασι M: εἰλήφασι ceteri οὖν] γοῦν U, γ’ οὖν F, νοῦν P ἀγένητον M: ἀγέννητον ceteri</note>  

<pb n="v.1.p.183"/>
καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ
ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι,
τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ
<lb n="5"/> μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν
ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ
Κάιν κτῆσις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="53"><p><milestone unit="altref" n="16"/> Θαυμάσειε δ’ ἄν τις τὸν τῆς ἑρμηνείας τρόπον, ᾧ πολλάκις  ἐπὶ πολλῶν ὁ νομοθέτης χρῆται  <milestone unit="altpage2" n="p. 149 M."/> τὸ σύνηθες ἐξαλλάττων. μετὰ γὰρ
<lb n="10"/> τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων,
περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα
αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν,
φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ
μέγα πάλαι δεδήλωκας;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="54"><p>καὶ μὴν οὐκ ἀγνοεῖς τὴν οἰκείαν θέσιν τῶν <lb n="15"/> ὀνομάτων· ἤδη γοῦν προελθὼν ἐπὶ τοῦ αὐτοῦ δηλώσεις προσώπου
φάσκων, ὅτι „ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκεν
υἱὸν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“ (Gen. 4, 25). οὐκοῦν πολὺ
μᾶλλον ἐχρῆν ἐπὶ τοῦ πρωτοτόκου, ὃς ἦν ἀρχὴ τῆς ἐξ ἀλλήλων γενέσεως
ἀνθρώποις, τήν τε φύσιν τοῦ ἀποκυηθέντος δηλῶσαι πρῶτον ὅτι
<lb n="20"/> ἄρρεν, εἶτα τὸ οἰκεῖον ὄνομα θέσθαι, Κάιν εἰ τύχοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="55"><p>ἐπειδὴ τοίνυν οὐκ ἀπειρίᾳ τρόπων, καθ’ οὓς ὀνόματα δεῖ τίθεσθαι, φαίνεται τὴν συνήθη
χρῆσιν ἐπὶ τῶν περὶ Κάιν ἀνελών, σκεπτέον ἂν εἴη, τίνος αἰτίας
ἕνεκα οὕτως ἐκάλεσε τοὺς ἐκ τῶν πρώτων παραδιηγήσεως μᾶλλον ἢ
θέσεως ὀνομάτων τύπῳ χρησάμενος. ἔστι δ’, ὡς ἔμοιγε στοχαζομένῳ
<lb n="25"/> καταφαίνεται, ἡ αἰτία ἥδε. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="56"><p><milestone unit="altref" n="17"/> ὁ μὲν ἄλλος ἅπας ἀνθρώπων ὅμιλος ὀνόματα τίθεται πράγμασι διαφέροντα τῶν πραγμάτων, ὥσθ’ ἕτερα μὲν
<note xml:lang="mul" type="footnote"><lb/>1 ἄτρεπτον] ἄφθαρτον UF τὸν θεὸν F εἰδέας F 1.
<lb/>2 μηδέποτε UF: μήποτε ceteri
<lb/>2 μεταβαλλούσῃ scripsi: μεταβαλούσης U, μεταβαλλούσης ceteri παρθενίας UF
<lb/>4 τοῦτον GH1 δ’ AP
<lb/>5 γένημα Η πανωλέθριον UF ἀποτεύξη L
<lb/>8 θαυμάσειε U: θαυμάσει F, θαυμάσαι ceteri 
<lb/>9 ἐξαλλάσσων UF
<lb/>10 φύντας] ὄντας AP πρῶτον om. Η
<lb/>11 τὸ ὄνομα UF
<lb/>12 αὐτὸ] αὐτῶ AP αὐτὰ F κατατάττειν APH
<lb/>13 τεχνητὰ AP ἢ corr. in οὐ H, οὐ L
<lb/>14 πάλαι om. ’UF
<lb/>15 ἤδει Α προσώπου δηλώσει U
<lb/>16 αὐτοῦ codd. : αὑτοῦ v
<lb/>17 τὸ ὄνομα om. F αὐτὸν F 
<lb/>19 τὸ πρῶτον UF
<lb/>20 τὸ om. UF
<lb/>21 ἀπορία AP καθ’ ὃ οὖς Α, καθ’ ὧν UF
<lb/>22 τῶν] τὸν APF
<lb/>23 οὕτως] ὦ οὗτος AP ἐκάλεσε] ἐκέλευσε M
<lb/>25 καταφαίνεται UF: φαίνεται ceteri ἡ om. UF
<lb/>26 ὥσθ’ MUF: ὡς ceteri</note>  

<pb n="v.1.p.184"/>
εἶναι τὰ τυγχάνοντα, ἑτέρας δὲ κλήσεις τὰς ἐπ’ αὐτοῖς· παρὰ Μωυσεῖ
δὲ αἱ τῶν ὀνομάτων θέσεις ἐνάργειαι πραγμάτων εἰσὶν ἐμφαντικώταται,
ὡς αὐτὸ τὸ πρᾶγμα ἐξ ἀνάγκης εὐθὺς εἶναι τοὔνομα καὶ <add>τοὔνομα καὶ</add>
καθ’ οὗ τίθεται διαφέρειν μηδέν. μάθοις δ’ ἂν σαφέστερον κἀκ τοῦ
 προτεθέντος ὃ λέγω.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="57"><p>ὅταν ὁ ἐν ἡμῖν νοῦς — κεκλήσθω δὲ Ἀδάμ — <lb n="5"/>
ἐντυχὼν αἰσθήσει, παρ’ ἣν ζῆν δοκεῖ τὰ ἔμψυχα — καλεῖται δὲ Εὔα —,
[συνουσίας ἴσης ὀρεχθεὶς] πλησιάζῃ, ἡ δὲ συλλαμβάνῃ καθάπερ δικτύῳ
καὶ θηρεύῃ φυσικῶς τὸ ἐκτὸς αἰσθητόν, διὰ μὲν ὀφθαλμῶν τὸ χρῶμα,
διὰ δὲ ὤτων φωνήν, διὰ δὲ μυκτήρων ἀτμόν, χυλόν γε μὴν διὰ τῶν
γεύσεως ὀργάνων, καὶ διὰ τῶν ἁφῆς ἅπαν σῶμα, συλλαβοῦσα ἐγκύμων τε <lb n="10"/>
γίνεται καὶ εὐθὺς ὠδίνει καὶ τίκτει κακῶν ψυχῆς τὸ μέγιστον, οἴησιν·
ᾠήθη γὰρ αὑτοῦ πάντ’ εἶναι κτήματα, ὅσα εἶδεν, ὧν ἤκουσεν, ὧν ἐγεύσατο,
ὧν ὠσφρήσατο, ὧν ἥψατο, καὶ πάντων ὑπέλαβεν εὑρετὴν καὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="58"><p> τεχνίτην ἑαυτόν. <milestone unit="altref" n="18"/> ἔπαθε δὲ τοῦτο οὐκ ἀλόγως· ἦν γάρ ποτε
χρόνος, ὅτε νοῦς οὐ διελέγετο αἰσθήσει οὐδ’ εἶχεν αἴσθησιν, πάμπολυ <lb n="15"/>
διεστὼς τῶν συννόμων καὶ ἀγελαίων, ἐοικὼς τοῖς <milestone unit="altpage1" n="p. 150 Μ."/>  μονοτρόποις καὶ
μονωτικοῖς ζῴοις· τότε δὴ καθ’ ἑαυτὸν ἐξεταζόμενος σώματος οὐκ
ἐφήπτετο, ἀθροῦν <add>οὐκ</add> ἔχων ὄργανον περὶ ἑαυτόν, ᾧ θηρεύσει τὸ ἐκτός,
ἀλλ’ ἦν τυφλὸς καὶ ἀδύνατος, οὐχ ὃν οἱ πολλοὶ λέγουσιν, ὅταν πηρωθέντα
τὰς ὄψεις θεάσωνται· μίαν γὰρ οὗτος αἴσθησιν ἀφαιρεθεὶς τῶν <lb n="20"/>
 ἄλλων ἄγει πολλὴν περιουσίαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="59"><p>ἐκεῖνος δὲ πάσας τὰς αἰσθητικὰς δυνάμεις
περικεκομμένος, ἀδύνατος ὄντως, ἥμισυ ψυχῆς τελείας, ἐνδέων
δυνάμεως, ᾗ καταλαμβάνεσθαι σώματα πέφυκε, τμῆμα καθ’ ἑαυτὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 τὰ ἑαυτοῖς τυγχάνοντα U, τάδ’ ἐπ’ αὐτοῖς τυγχάνοντα F τὰς ἐπ’ αὐτοῖς om. UF Μωϋσῆ UF, Μωσεῖ ceteri
<lb/>2 ἐνάργειαι corr. Turn.: ἐνέργειαι codd.
<lb/>3 τὸ om. UF εὐθὺς om. L τοὔνομα καὶ addidi (idem coni. Wendl.)
<lb/>4 οὐδέν F κἀκ U: καὶ ἐκ ceteri
<lb/>5 ἐν ἡμῖν om. M κεκλήσθω δὲ] ὃς καλεῖται UF δ’ MAP 
<lb/>6 ἐντυχὼν δὲ UF
<lb/>7 συνουσίας ἴσης ὀρεχθεὶς seclusit Diels συνουσίας ἴσης MUF : συνουσίασις ἧς GH, ἴσως συνουσίας AP πλησιάζῃ U, πλησιάζει F:. πλησιάσῃ ceteri ἡ δὲ codd.: ἥδε v 7.8 συλλαμβάνῃ et θηρεύῃ scripsi: συλλαμβάνει et θηρεύει codd. 
<lb/>9 χυλόν UF: χυμός M, χυμόν ceteri
<lb/>10 τῆς γεύσεως U ἁφῆς] ἀφ’ ἦς MU, ἁφῶν F συλλαβοῦσα UF: συλλαβὼν ceteri τε om. UF
<lb/>11 τὸ μέγιστον ψυχῆς transp. UF 
<lb/>12 ὠήθει Α αὐτοῦ codd.
<lb/>13 ὠσφραίνετο U, ὀσφραίνετο F εὑρετὴν] εὐεργέτην UF
<lb/>14 τεχνήτην AP δὲ τοῦτο] γὰρ τοῦθ’ (sic) UF ἀλόγως ἴσως UFL2 
<lb/>15 αἰσθήσεσι UF οὐδ’ εἶχεν αἴσθησιν om. UF
<lb/>17 τότε δὴ] ἀτελῆ UFL2 
<lb/>18 ἀθροῦν A: ἄθρουν UF, θροῦν ceteri; ἀρκοῦν coni. Markiand οὑκ ἔχων Markland: τ’ ἔχων AP, τε ἔχων cetcri θηρεύσει] ὁμηρεύσει UF 19.
<lb/>20 πηρωθέντας AP 
<lb/>20 αἴσθησιν οὗτος transp. AP
<lb/>23 δυνάμεως om. UF ἡ] ὧ UF στερούμενον AP, στερόμενος F</note>  

<pb n="v.1.p.185"/>
στερόμενον τοῦ συμφυοῦς οὐκ εὐτυχές, [οὐκ] ἄνευ βάκτρων τῶν αἰσθητικῶν
ὀργάνων ἐτύγχανεν, οἷς ἱκανὸς ἦν σκηρίπτεσθαι κραδαινόμενος· παρ’ ἣν
αἰτίαν καὶ πολὺ σκότος πάντων κατεκέχυτο τῶν σωμάτων, οὐδενὸς
φανῆναι δυναμένου· ᾧ γὰρ γνωρίζεσθαι ἔμελλεν, αἴσθησις οὐκ ἦν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg003.opp-grc1" subtype="section" n="60"><p>βουληθεὶς <lb n="5"/> οὖν ὁ θεὸς μὴ μόνον τῶν ἀσωμάτων ἀλλὰ καὶ στερεῶν σωμάτων
κατάληψιν αὐτῷ παρασχεῖν, ἐξεπλήρου τὴν ὅλην ψυχὴν τὸ ἕτερον
τῷ προειργασμένῳ τμῆμα συνυφαίνων, ὃ κέκληκε προσηγορικῶς μὲν
γυναῖκα ὀνομαστικῶς δὲ Εὔαν αἰνιττόμενος αἴσθησιν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>