<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1:57-60</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1:57-60</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="57"><p>τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην
πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’
<note xml:lang="mul" type="footnote"><lb/>1 παραφοράς F1, ἐπιφοράς Β ταὐτὰ FGH: ταῦτα ceteri καὶ om. M 
<lb/>2 ὁμοίως V τε om. F
<lb/>3 χορίας V τοῖς VMG1: τῆς ceteri
<lb/>4 ἄληκτον MABP1 ἐμπαρεῖχε scripsi: παρεῖχεν V, ἐμπαρέχει ceteri
<lb/>5 ἑτέρα P 
<lb/>6 ἀπληστείαν V εἶχεν V εἶτα ABP προσπεριηργάζετο V
<lb/>7 δὴ om. ABP1 τούτων <add>θεῶν</add> Wendl.
<lb/>8 ἔλαβεν F κεινήσεως V αἱ om. VFGH
<lb/>9 συζητήσεως H
<lb/>11 εἰδέαν V ἀπιδών om. V ἡ MABP 
<lb/>13 οὓς om. MABP τῶ καθαρωτάτῳ FGH
<lb/>14 οὐσίας] ἰδέας F2G τὸ οὐρανῶ V, τῶν οὐρανῶν F1, τὸν οὐρανὸν F2 πολλῶν χάριν καὶ ἕνεκα δημιουργιῶν M, π. χ. ἕνεκα δημιουργιῶν ABP
<lb/>15 σημεῖον G εἶτα καὶ καιρῶν V ἐτησίας MFG, αἰτησίους Β
<lb/>16 ἡμερῶν νυκτῶν μηνῶν ABP (probat Wendl.) γέγονεν V γέγονε χρόνου H
<lb/>17 οἶν] τίνα M, ἵνα ABP δὲ MAB παρέχηται ABP παρέχεται post εἰρημένων transp. FG, post ὠφέλειαν H
<lb/>18 μὲν om. V ἐναργείας Wendl.: ἐνεργείας codd. 20.
<lb/>21 ἡμέρας τε καὶ νυκτός F 
<lb/>21 ἐνεδίδου M τῷ om. VMFGH
<lb/>22 τῶν ἄλλων om. V, ἄλλων om. MABP 
<lb/>23 τε καὶ MABP 24. 19,1 κατ’ αὐτὸν M, καθ’ ἑαυτὸν F</note>  

<pb n="v.1.p.19"/>
 αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου  <milestone unit="altpage2" n="p. 13 M."/> κεκλήρωται τὴν ἡμέραν,
οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν
ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον,
ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας
<lb n="5"/> ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="58"><p><milestone unit="altref" n="19"/> γεγόνασι δ’ ὅπερ αὐτὸς εἶπεν οὐ μόνον, ἵνα φῶς ἐκπέμπωσιν ἐπὶ γῆν, ἀλλὰ καὶ ὅπως σημεῖα μελλόντων
προφαίνωσιν· ἢ γὰρ ἀνατολαῖς αὐτῶν ἢ δύσεσιν ἢ ἐκλείψεσιν ἢ
πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν ἢ ταῖς ἄλλαις περὶ τὰς κινήσεις διαφοραῖς
ἄνθρωποι τὰ ἀποβησόμενα στοχάζονται, καρπῶν φορὰς καὶ ἀφορίας,
<lb n="10"/> ζῴων τε γενέσεις καὶ φθοράς, αἰθρίας καὶ νεφώσεις, νηνεμίας καὶ βίας
πνευμάτων, ποταμῶν πλημμύρας καὶ κενώσεις, θαλάττης ἠρεμίαν καὶ
κλύδωνα, ὡρῶν τῶν ἐτησίων ὑπαλλαγὰς ἢ θέρους χειμαίνοντος ἢ χειμῶνος
φλέγοντος ἢ ἔαρος μετοπωρίζοντος ἢ μετοπώρου ἐαρίζοντος·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="59"><p>ἤδη δὲ καὶ κλόνον καὶ σεισμὸν γῆς ἐκ τῶν κατ’ οὐρανὸν κινήσεων στοχασμῷ
<lb n="15"/> προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα
λελέχθαι ὅτι „γεγόνασιν εἰς σημεῖα“ οἱ ἀστέρες, προσέτι μέντοι καὶ „εἰς
καιρούς“ (Gen. 1,14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ
μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως;
αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι  κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν
<lb n="20"/> καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="60"><p>γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι
καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ
φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας
<note xml:lang="mul" type="footnote"><lb/>1 χρόνου καὶ κόσμου MAP, κόσμου καὶ χρόνου Β
<lb/>2 σελήνης εἰς AP, σελήνην εἰς MB κέκληται] κεκλήρωται ABPF1
<lb/>4 φέγγους] φωτὸς MABP ἰδίους V, ἰδίας ἐπιφανείας MABP
<lb/>5 καὶ ποιότητας M, καὶ τἀς ποιότητας Β δὲ ABP ὅπερ] ὥσπερ M
<lb/>6 ἐπὶ τὴν γῆν H 6.
<lb/>7 μελλόντων προφαίνωσιν· ἢ γὰρ οm. Β
<lb/>7 post προφαίνωσι add. καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀριθμοὺς καὶ καὶ om. M) ζώων ἐμψύχων MAP ἣ ἐκλείψεσιν] καὶ ἐκλείψεσιν FGH
<lb/>8 ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν om. M ἢ ἀποκρύψεσιν scripsi: ἢ ἐπικρύψεσιν V, καὶ ἐπικρύψεσιν ceteri κεινήσεις V
<lb/>10 τε om FGH νέφως εἰς V
<lb/>11 πλημύρας V ἐρημίαν V
<lb/>12 ὁρῶν V χειμάζοντος MABP
<lb/>14 δὲ om. B καὶ ante κλόνον om. FG κεινήσεων V στοχασμῶν F
<lb/>15 προεσήμειναν P ἀηθεστέρων V (Markland): ἀληθεστέρων ceteri
<lb/>16 γεγόνασιν εἰς σημεῖα V: γεγόνασιν εἰς σημεῖον M, εἰς σημεῖα γεγόνασιν ceteri
<lb/>17 αἰτησίους V
<lb/>18 μήποτ᾿ V: μήποτε ceteri τίς] τίνος F
<lb/>19 αἱ δ’] αἱ δὲ ABP, ἐν ὧ M τελεσφοροῦσαι κατορθοῦσι VM: τελεσφοροῦσι καὶ κατορθοῦσι ceteri καὶ om. VMABP
<lb/>20 καὶ ante ζῴων om. Β τε om. F μέτρον F
<lb/>21 ἄλλων <add>ἀστέρων</add> Mang. 2*</note>  

<pb n="v.1.p.20"/>
τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα
καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις
 πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>