<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1:113-124</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1:113-124</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="113"><p>οἵ γε μὴν πλάνητες, ἡ ἀντίρροπος στρατιὰ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἡ prius F2H: ἣν MG2, ἢ ABPF1G1 ἧ alterum MG1: ἣν ceteri
<lb/>3 τοῦ ἓξ τοῦ ὀκτὼ τοῦ δώδεκα ABP
<lb/>4 διπλασίων G γὰρ om. FG
<lb/>5 τέσσαρσιν ABPF ὑπερέχει FG2: ὑπερέχεται ceteri
<lb/>6 τέτταρα AP τῶν δυοῖν ABP: τοῖν δυοῖν ceteri 
<lb/>7 <add>καὶ</add> add. Jessen ὑπερέχει P
<lb/>8 ὄγδοος] η΄ ABP μὲν om. G 9 τρίτα AP, τρία B
<lb/>11 τρίτον] τρίτα AP, γ΄ Β
<lb/>12 ἀναγκαῖον F 
<lb/>13 προειρήσθω M: προσειρήσθω ceteri
<lb/>14 ἑβδομὰς M: ἡ ἑβδομὰς ceteri ἐν ἀσωμάτοις προκαλεῖται καὶ νοητῶς ABP
<lb/>15 <add>ἐπ᾿</add> οὐρανὸν Wendl. 16 τὰ πέρατα M τῷ om. B
<lb/>19 τροπικὸν post χειμερινὸν om. ABP ἰσημερινοὺς M ζῳδιακὸν] δύο M 19.
<lb/>20 καὶ προσέτι om. ABP
<lb/>21 ἔχοι ABP τῆς ὁράσεως F, γρ. αἰσθήσεως in marg. F2 τοτὲ μὲν—τοτὲ δὲ (22)] τὸ μὲν—τὸ δὲ H
<lb/>22 ἡ ἀντίρροπος M: ἡ τ’ ἀντίρροπος ceteri στρατεία M</note> <note xml:lang="mul" type="footnote">14—20 Ioann. Lyd. de mens. II c.
<lb/>11 ... διατείνει δὲ αὐτῆς ἡ φύσις καὶ ἐπὶ ὁρατὴν ἁπάντων οὑσίαν, οὐρανὸν καὶ γῆν. αὐτίκα γοῦν οὐρανόν φασιν ἑπτὰ διεζῶσθαι κύκλοις, ὧν ὁνόματα τάδε· ἀρκτικός, ἀνταρκτικός, θερινός, χειμερινός, ἰσημερινός, ζῳδιακός, καὶ προσέτι γαλαξίας.</note>  

<pb n="v.1.p.40"/>
τῇ τῶν ἀπλανῶν, ἑπτὰ διακοσμοῦνται τάξεσι, πλείστην ἐπιδεικνύμενοι
συμπάθειαν πρὸς ἀέρα καὶ γῆν· τὸν μὲν γὰρ εἰς τὰς ἐτησίους ἐπικαλουμένας
ὥρας τρέπουσι καὶ μεταβάλλουσι καθ’ ἑκάστην μυρίας ὅσας ἐμποιοῦντες
μεταβολὰς νηνεμίαις, αἰθρίαις, νεφώσεσι, βίαις ἐξαισίοις πνευμάτων·
πάλιν τε ποταμοὺς πλημμυροῦσι καὶ μειοῦσι καὶ πεδία λιμνάζουσι καὶ <lb n="5"/>
τοὐναντίον ἀφαυαίνουσι· καὶ πελαγῶν ἐργάζονται τροπὰς ἐξαναχωρούντων
ἢ παλιρροίαις χρωμένων· εὐρεῖς γὰρ ἔστιν ὅτε κόλποι θαλάττης
ὑποσυρείσης ἀμπώτεσι βαθὺς ἐξαίφνης αἰγιαλός εἰσι καὶ μικρὸν ὕστερον
ἀναχυθείσης πελάγη βαθύτατα οὐ βραχείαις <milestone unit="altpage1" n="p. 28 Μ."/>  ὁλκάσιν ἀλλὰ μυριοφόροις
ναυσὶν ἐμπλεόμενα· καὶ μὲν δὴ τὰ ἐπίγεια πάντα, ζῷά τε αὖ καὶ φυτὰ <lb n="10"/>
καρποὺς γεννῶντα, αὔξουσι καὶ τελεσφοροῦσι τὴν ἐν ἑκάστοις φύσιν
δολιχεύειν παρασκευάζοντες, ὡς νέα παλαιοῖς ἐπανθεῖν καὶ ἐπακμάζειν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="114"><p> πρὸς χορηγίας ἀφθόνους τῶν δεομένων. <milestone unit="altref" n="39"/> ἄρκτος γε μήν, ἥν
φασι πλωτήρων εἶναι προπομπόν, ἐξ ἑπτὰ ἀστέρων συνέστηκεν· εἰς ἣν
ἀφορῶντες κυβερνῆται τὰς ἐν θαλάττῃ μυρίας ὁδοὺς ἀνέτεμον ἀπίστῳ <lb n="15"/>
πράγματι καὶ μείζονι ἢ κατὰ φύσιν ἀνθρωπίνην ἐπιθέμενοι· στοχασμῷ
γὰρ τῶν εἰρημένων ἀστέρων τὰς πρὶν ἀδηλουμένας χώρας ἀνεῦρον,
νήσους μὲν οἱ τὴν ἤπειρον οἰκοῦντες, νησιῶται δὲ ἠπείρους· ἔδει γὰρ
ὑπὸ τοῦ καθαρωτάτου τῆς οὐσίας οὐρανοῦ ζῴῳ τῷ θεοφιλεστάτῳ γῆς
 ὁμοῦ καὶ θαλάττης ἀναδειχθῆναι τοὺς μυχοὺς ἀνθρώπων γένει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="115"><p>πρὸς <lb n="20"/>
δὲ τοῖς εἰρημένοις καὶ ὁ τῶν πλειάδων χορὸς ἀστέρων ἑβδομάδι συμπεπλήρωται,
ὧν αἱ ἐπιτολαὶ καὶ ἀποκρύψεις μεγάλων ἀγαθῶν αἴτιαι
γίνονται πᾶσι· δυομένων μὲν γὰρ αὔλακες ἀνατέμνονται πρὸς σπόρον·
<note xml:lang="mul" type="footnote"><lb/>1 τῇ Wendl.: τῆς e ταῖς corr. M, τῆς ABPH, om. FG
<lb/>2 τὸ μὲν FG
<lb/>3 τρέπουσι καὶ μεταβάλλουσι M: καὶ μεταβάλλουσι om. ceteri καὶ μυρίας M 3.
<lb/>4 ἐμποιοῦνται M, ἐμποιοῦντα H
<lb/>4 ἐξαισίοις M: ἐξαισίαις ceteri
<lb/>5 τε] δὲ ABP ποταμοῖς ΜF1
<lb/>7 εὐρεῖς FG2: εὑρεῖν MG1H, εὐρείαις ABP ἐστιν ὅτε] εἰσὶν οἵ τε FG2 κόλπον ABP θαλάσσης ABPF
<lb/>8 ὑποσυράσαις ἀμπώτισι ABP βαθὺς APF1G1H: βαθεῖς F2G2, ἐκ βάθους M, εὐθὺς Β αἰγιαλοὶ M, αἰγιαλοὺς F2G2 εἰσι corr. Turn.: εἴσεισι ABP1, ἴησι FGH, εἴησι P2, om. M 
<lb/>9 ἀναχθείσης Η post βαθύτατα add. ὤφθησαν M
<lb/>11 γεννῶντες F1(?)H αὔξουσι—παρασκευάζοντες om. ABP1 (in marg. add. P2) ἐν ἑκάστοις] ἑκάστου M
<lb/>13 χωρηγίας Α γε M: τε ABPH, om. G, om. in ras. F ν ν μήν] μὲν FG
<lb/>14 προπομπὴν FG ἣν] οὓς F
<lb/>15 ἀνέτεμον Μ, ἀνατέμονται F2G2 15.
<lb/>16 ἀπίστῳ πράγματι M: πράγματι ἀπίστῳ ceteri
<lb/>16 μείζω M φύσιν] πίστιν Β, γνώμην Η ἐπιθέμενοι] ἑπόμενοι Β
<lb/>18 νησαίους M 
<lb/>19 ὑπὸ τῆς καθαρωτάτης οὐσίας M θεοφιλεστάτῳ MFG: θεοφιλεῖ ceteri
<lb/>21 καὶ om. G
<lb/>22 καὶ αἱ ἀποκρύψεις H αἰτίαι M
<lb/>23 γίνονται πᾶσι M: πᾶσι γίνονται ceteri μὲν om. M</note>  

<pb n="v.1.p.41"/>
ἡνίκα δ’ ἂν μέλλωσιν ἐπιτέλλειν, ἄμητον εὐαγγελίζονται, καὶ ἐπιτείλασαι
χαίροντας γεωπόνους πρὸς συγκομιδὴν τῶν ἀναγκαίων ἐγείρουσιν· οἱ δ’
ἄσμενοι τὰς τροφὰς ἀποτίθενται πρὸς τὴν καθ’ ἑκάστην ἡμέραν χρῆσιν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="116"><p>ὅ τε μέγας ἡγεμὼν ἡμέρας ἥλιος διττὰς καθ’ ἕκαστον ἐνιαυτὸν ἀποτελῶν <lb n="5"/> ἰσημερίας, ἔαρι καὶ μετοπώρῳ, τὴν μὲν ἐαρινὴν ἐν κριῷ, τὴν δὲ
μετοπωρινὴν ἐν ζυγῷ, ἐναργεστάτην παρέχεται πίστιν τοῦ περὶ τὴν
ἑβδόμην θεοπρεποῦς· ἑκατέρα γὰρ τῶν ἰσημεριῶν ἑβδόμῳ γίνεται μηνί,
καθ’ ἃς καὶ ἑορτάζειν διείρηται νόμῳ τὰς μεγίστας καὶ δημοτελεστάτας
ἑορτάς, ἐπειδήπερ ἀμφοτέραις τὰ ὅσα ἐκ γῆς τελειογονεῖται, ἔαρι μὲν ὁ
<lb n="10"/> τοῦ σίτου καρπὸς καὶ τῶν ἄλλων ὅσα σπαρτά, μετοπώρῳ δὲ ὁ τῆς
ἀμπέλου καὶ τῶν ἄλλων πλείστων ἀκροδρύων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="117"><p><milestone unit="altref" n="40"/> Ἐπεὶ δ’ ἐκ τῶν οὐρανίων τὰ ἐπίγεια ἤρτηται κατά τινα φυσικὴν συμπάθειαν, ὁ τῆς ἑβδομάδος λόγος ἄνωθεν ἀρξάμενος κατέβη
καὶ πρὸς ἡμᾶς τοῖς θνητοῖς γένεσιν ἐπιφοιτήσας. αὐτίκα τῆς ἡμετέρας
<lb n="15"/> ψυχῆς τὸ δίχα τοῦ ἡγεμονικοῦ μέρος ἑπταχῆ σχίζεται, εἰς πέντε αἰσθήσεις
καὶ τὸ φωνητήριον ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον· ἃ δὴ πάντα καθάπερ
ἐν τοῖς θαύμασιν ὑπὸ τοῦ ἡγεμονικοῦ νευροσπαστούμενα τοτὲ μὲν ἠρεμεῖ
τοτὲ δὲ κινεῖται τὰς ἁρμοττούσας σχέσεις καὶ κινήσεις ἕκαστον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="118"><p>ὁμοίως δὲ καὶ τοῦ σώματος εἴ τις ἐξετάζειν ἐπιχειρήσειε τά τ’ ἐκτὸς καὶ ἐντὸς
<lb n="20"/> μέρη, καθ’ ἑκάτερον ἑπτὰ εὑρήσει· τὰ μὲν οὖν ἐν φανερῷ ταῦτ’ ἐστί·
 κεφαλή, στέρνα, γαστήρ,  <milestone unit="altpage2" n="p. 29 Μ."/> διτταὶ χεῖρες, διτταὶ βάσεις· τὰ δ’ ἐντὸς
λεγόμενα σπλάγχνα στόμαχος, καρδία, πνεύμων, σπλήν, ἧπαρ, νεφροὶ
δύο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="119"><p>πάλιν δ’ αὖ τὸ ἡγεμονικώτατον ἐν ζῴῳ κεφαλὴ τοῖς ἀναγκαιοτάτοις ἑπτὰ χρῆται, δυσὶν ὀφθαλμοῖς, ἀκοαῖς ἴσαις, αὐλοῖς μυκτῆρος δυσίν,
<lb n="25"/> ἑβδόμῳ στόματι, δι’ οὗ γίνεται θνητῶν μέν, ὡς ἔφη Πλάτων, εἴσοδος,
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀμητὸν ΜFH
<lb/>3 καθ’ ἑκάστης ἡμέρας FG2H
<lb/>4 ὅ τε μέγας ἡγεμὼν M: ὅ θ’ ἡγεμὼν ceteri
<lb/>5 ἰσομοιρίας Β
<lb/>6 ζυγῷ] χειμῶνι M
<lb/>7 ἑκατέρω M ἴ 
<lb/>9 ὅσα G, ἴσα F2
<lb/>10 ὅσα ἐστὶ σπαρτά M μετοπώρου P ὁ ABP: τὰ M, τὸ FGH
<lb/>13 ὁ γὰρ τῆς M
<lb/>15 μέρους M εἰς scripsi: πρὸς codd. 
<lb/>16 δὴ om. Β
<lb/>17 ὑπὸ om. Β
<lb/>18 κινεῖται] κινήσεις M ἕκαστον om. M
<lb/>19 ἐπιχειρήσει M τε FGH ἐκτὸς καὶ ἐντὸς MFG: ἐντὸς καὶ ἐκτὸς ceteri
<lb/>20 ἐν τῶ φανερῶ F ταῦτα MB 21.
<lb/>22 τὰ δ’ ἐν τοῖς λεγομένοις σπλάγχνοις ABP
<lb/>23 δ’ αὖ M, δὲ αὖ F2G: τὲ αὖ ceteri
<lb/>24 αὐλαῖς H
<lb/>25 ἔφην πλαστῶν M</note> <note xml:lang="mul" type="footnote">4—16 loann. Lyd. de mens. II c.
<lb/>11 . . . ὅθεν τὰ κατὰ τὴν ἡμετέραν ψυχὴν διὰ (l. τοῦ ἡγεμονικοῦ λόγου ἑπταχῆ σχίζεται, πρός τε πέντε αἰσθήσεις καὶ τὸ φωνητικὸν ὄργανον καὶ ἐπὶ πᾶσι τὸ γόνιμον.
<lb/>25 Plat. Tim.
<lb/>75 D</note>  

<pb n="v.1.p.42"/>
ἔξοδος δ’ ἀφθάρτων· ἐπεισέρχεται μὲν γὰρ αὐτῷ σιτία καὶ ποτά, φθαρτοῦ
σώματος φθαρταὶ τροφαί, λόγοι δ’ ἐξίασιν ἀθανάτου ψυχῆς ἀθάνατοι
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="120"><p> νόμοι, δι’ ὧν ὁ λογικὸς βίος κυβερνᾶται. <milestone unit="altref" n="41"/> τὰ δὲ διὰ τῆς ἀρίστης
τῶν αἰσθήσεων ὄψεως κρινόμενα μετέχει τοῦ ἀριθμοῦ κατὰ γένος·
ἑπτὰ γάρ ἐστι τὰ ὁρώμενα, σῶμα, διάστασις, σχῆμα, μέγεθος, χρῶμα, <lb n="5"/>
 κίνησις, στάσις, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="121"><p>συμβέβηκε μέντοι καὶ τὰς
τῆς φωνῆς μεταβολὰς ἁπάσας ἑπτὰ εἶναι, τὴν ὀξεῖαν, τὴν βαρεῖαν, τὴν
περισπωμένην, καὶ τέταρτον δασὺν φθόγγον καὶ ψιλὸν πέμπτον καὶ
 μακρὸν ἕκτον καὶ βραχὺν ἕβδομον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="122"><p>ἀλλὰ γὰρ καὶ κινήσεις ἑπτὰ εἶναι
συμβέβηκε, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπ’ εὐώνυμα, τὴν <lb n="10"/>
πρόσω, τὴν κατόπιν, τὴν ἐν κύκλῳ, ἃς ἐν τοῖς μάλιστα τρανοῦσιν οἱ
 τὴν ὄρχησιν ἐπιδεικνύμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="123"><p>φασὶ δὲ καὶ τὰς διὰ τοῦ σώματος ἐκκρίσεις
ὑπεστάλθαι τῷ λεχθέντι ἀριθμῷ· διὰ μὲν γὰρ ὀφθαλμῶν δάκρυα
προχεῖται, διὰ δὲ μυκτήρων αἱ ἐκ κεφαλῆς καθάρσεις, διὰ δὲ στόματος
ὁ ἀποπτυόμενος σίελος· εἰσὶ δὲ καὶ διτταὶ δεξαμεναὶ πρὸς τὰς τῶν <lb n="15"/>
περιττωμάτων ἀποχετεύσεις, ἡ μὲν ἔμπροσθεν, ἡ δὲ κατόπιν· ἕκτη δ’
ἐστὶν ἡ δι’ ὅλου τοῦ σώματος ἐν ἱδρῶτι πρόχυσις, καὶ <add>ἑβδόμη</add> ἡ
 φυσικωτάτη σπέρματος πρόεσις διὰ τῶν γεννητικῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg001.opp-grc1" subtype="section" n="124"><p>φησὶ δὲ καὶ
Ἱπποκράτης ὁ τῆς φύσεως ἐπιγνώμων ἐν ἑβδομάδι κρατύνεσθαι καὶ τὴν
πῆξιν τῆς γονῆς καὶ τὴν ἀνάπλασιν τῆς σαρκός. πάλιν δ’ αὖ γυναιξὶν <lb n="20"/>
ἡ φορὰ τῶν καταμηνίων εἰς ἑπτὰ τὰς πλείστας ἡμέρας χορηγεῖται. καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 γὰρ om. ABP1
<lb/>2 λόγου H ἐξιοῦσιν F
<lb/>4 κρινόμενα] ἐπεισκρινόμενα M
<lb/>7 μεταβολῆς Β πάσας M
<lb/>10 τὴν ἀνωτάτω, τὴν κατωτάτω M ἐπ’ om. M
<lb/>11 καὶ τὴν κατόπιν M ἃς] ἣν M 12.
<lb/>13 ante ἐκκρίσεις add. γινομένας M
<lb/>14 ἐκ om. M
<lb/>15 ὁ ἀποπτυόμενος σίελος M: οἱ ἀποπτυόμενοι σίελοι ceteri
<lb/>16 ἡ μὲν γὰρ πρόσθεν M
<lb/>17 ἱδρῶσι ABPFG καὶ scripsi: ἑβδόμη om. codd., καὶ <add>τελευταία</add> coni. Wendl.
<lb/>18 σπέρματος] σώματος G1 φησὶ—σαρκός (20) praebet M solus, om. ceteri
<lb/>20 ἀνάπλασιν Wendl.: ἀνάπλησιν M δ’ αὖ M: τὲ αὖ ceteri
<lb/>21 φορὰ M: καταφορὰ ceteri</note> <note xml:lang="mul" type="footnote">5—11 loann. Lyd. de mens II. c.
<lb/>11 ... καὶ τὸ πᾶν δὲ τοῦτο ἐν ἑπτὰ θεωρεῖται· σώματι, ἐν διαστάσει, ἐν σχήματι, ἐν μεγέθει ἐν χρώματι, ἐν κινήσει, ἐν στάσει, καὶ παρὰ ταῦτα οὐδὲν ἕτερον συμβέβηκε τοῖς ὁρωμένοις — ... ἑπτὰ δὲ καὶ φωνῶν μεταβολαί, ὀξεῖα, βαρεῖα, περισπωμένη, σύμφθογγος (1. δασὺς φθόγγος), ψιλή τε καὶ μακρὰ καὶ βραχεῖ.— . . . καὶ κινήσεις δὲ αἰ πᾶσαι μόναι εἰσὶν ἑπτά, ἥ τε ἄνω, ἥ τε κάτω, ἡ ἐπὶ δεξιὰ ἡ εὐώνυμα, ἡ πρόσω, ἡ κατόπιν, ἡ ἐν κύκλῳ.
<lb/>19 Hippocr. περὶ ἑβδομάδων §
<lb/>1 (VIII p. 634 Littré) ... septem dierum in coagulationem seminis humani et inde naturae hominis.</note>  

<pb n="v.1.p.43"/>
τὰ κατὰ γαστρὸς βρέφη μησὶν ἑπτὰ τελειογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν
τι συμβαίνειν· γίνεται γὰρ τὰ ἑπτάμηνα γόνιμα, τῶν ὀκτωμηνιαίων
ὡς ἐπίπαν ζῳογονεῖσθαι μὴ δυναμένων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>