<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2:0-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2:0-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">τὸν Ἐρχίεων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσκαλεῖταί, προσκαλεσαμένοις, προσκαλεσάμενος</foreign>Reiske: F M <foreign xml:lang="grc">προκ-.</foreign></note> τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος, ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος, προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὑτοῦ, τὸν ἀγῶνα τόνδε διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων· οἷς δὲ βεβαίως βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδʼ ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα, κρινέτω δὲ ὁ βουλόμενος εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="1"><p rend="align(indent)">ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="2"><p>πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὑτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὑτοὺς Ἀθηναίων γεγονότων. τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει· γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="3"><p>ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίος〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">βίος</foreign>add. Reiske.</note> ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παιδίου</foreign>Scheibe: <foreign xml:lang="grc">παίδων</foreign>F M.</note> τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοὺς</foreign>add. Schoemann.</note> φράτορας εἰσάγων,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰσαγαγὼν</foreign>Scheibe: <foreign xml:lang="grc">εἰσάγων</foreign>F M.</note> καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν γε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γε</foreign>Bekker: <foreign xml:lang="grc">τε</foreign>M, om. F, add. F(2).</note> πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="4"><p>ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι. καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν 〈ἐμὴν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμὴν</foreign>add. Sauppe.</note> φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, 〈εἰ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰ</foreign>add. Sylburgh.</note> νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="5"><p>οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς. ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ· μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αἱ</foreign>Reiske: <foreign xml:lang="grc">οἱ</foreign>F M.</note> πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν [εἴασαν καὶ] ἐπέτρεψαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="6"><p>καὶ μὴν οὐδʼ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδʼ</foreign>Bekker: <foreign xml:lang="grc">οὐκ</foreign>F M.</note> ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, διʼ ἣν ἡμῖν γίγνεται βλάβη περιφανής, εἴ περ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς. ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις 〈πῶς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">πῶς</foreign>add. Savile.</note> ἄν τις ὑμῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμῶν</foreign>Sylburg: <foreign xml:lang="grc">ἡμῶν</foreign>F M.</note> καταγνοίη ψευδομαρτυρίων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ψευδομαρτυρίων</foreign>Wyse: <foreign xml:lang="grc">-ίαν</foreign>F M.</note> Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου, οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δʼ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἅπαντας</foreign>Reiske: <foreign xml:lang="grc">-τα</foreign>F M.</note> μεμαρτυρήκασιν Εὐφιλήτῳ τουτῳὶ τὴν αὑτοῦ συγγένειαν ἕκαστος; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="7"><p>ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔχοι ἂν</foreign>Holwell: <foreign xml:lang="grc">ἔχοιεν</foreign>F M.</note> ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰπεῖν</foreign>add. Sauppe.</note> ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γαμετὴ καὶ ἀστὸς</foreign>add. Radermacher.</note> ὁ πατήρ, καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὐτῷ τοὺς συγγενεῖς μάρτυρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="8"><p>εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑμᾶς</foreign>Savile: <foreign xml:lang="grc">ἡμᾶς</foreign>F M.</note> πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις· νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρα συγγενείᾳ; καὶ μὴν οὗτοι μὲν οὐδʼ ἐν ἑνὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδʼ ἐν ἑνὶ</foreign>Scheibe: <foreign xml:lang="grc">οὐδὲν οὐδενὶ</foreign>F M.</note> κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὑποδίκους ἡμᾶς</foreign>Victorius: <foreign xml:lang="grc">ὑποδιημᾶς</foreign>F, <foreign xml:lang="grc">ὑποδίκους</foreign>F(2) M.</note> αὐτοὺς καθιστάντες μαρτυροῦμεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="9"><p>καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός. καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτο εἰδέναι; ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄριστα τὸν</foreign>Reiske: <foreign xml:lang="grc">ἄριστον</foreign>F M.</note> αὑτοῦ ὑὸν γιγνώσκειν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">γιγνώσκειν</foreign>Sylburg: <foreign xml:lang="grc">ἐγίνωσκεν</foreign>F M.</note> οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι ἦ μὴν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἧ μὴν</foreign>Sylburg: <foreign xml:lang="grc">ἡμῖν</foreign>F M.</note> Εὐφίλητον τουτονὶ ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="10"><p>πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαέτης ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δʼ εἰμὶ ὀμόσαι ἦ μὴν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἧ μὴν</foreign>Sylburg: <foreign xml:lang="grc">ὑμῖν</foreign>F M.</note> Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="11"><p>πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν ὁ Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ταῦτα</foreign>add. Reiske.</note> σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους, καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">λαβὲ</foreign>Reiske: <foreign xml:lang="grc">λάβετε</foreign>F M.</note> τῆς προτέρας διαίτης τὴν μαρτυρίαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg012.perseus-grc2" n="12"><p rend="align(center)"><label>Μαρτυρία</label></p><p rend="align(indent)">ὡς μὲν τοίνυν καὶ τότε ὦφλον<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὦφλον</foreign>Holwell: <foreign xml:lang="grc">ὤφειλον.</foreign></note> τὴν δίαιταν, ἀκηκόατε. ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μέγα</foreign>Reiske: <foreign xml:lang="grc">μετὰ</foreign>F M.</note> τοῦτʼ ἂν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦτʼ ἂν</foreign>Schoemann: <foreign xml:lang="grc">ταῦτα</foreign>F M.</note> ἔφησαν εἶναι σημεῖον ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοὐναντίον εἶναι μαρτύριον, ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτοῖς</foreign>Radermacher: <foreign xml:lang="grc">αὐτοὶ</foreign>F M.</note> ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες. ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος, καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>