<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:42-48</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:42-48</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="42"><p>ἧς κύριος ἐκεῖνος γενόμενος ἐννέα ἔτη ὅλα κατέλιπε πέντε ταλάντων οὐσίαν καὶ τρισχιλίων δραχμῶν σὺν τοῖς ἑαυτοῦ πατρῴοις, χωρὶς ἐκείνης ἧς Θεοφῶν τῇ θυγατρὶ αὐτοῦ ἔδωκεν, ἀγρὸν μὲν Θριᾶσι πένθʼ ἡμιτάλαντα εὑρίσκοντα, οἰκίαν δὲ Μελίτῃ τρισχιλίων ἐωνημένην,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐωνημένην</foreign>Reiske: <foreign xml:lang="grc">ὠν-.</foreign></note> ἄλλην δὲ Ἐλευσῖνι πεντακοσίων. ἐδάφη μὲν ταῦτα, ἀφʼ ὧν ἡ μίσθωσις τοῦ μὲν ἀγροῦ δώδεκα μναῖ, τῶν δὲ οἰκιῶν τρεῖς, αἳ πεντεκαίδεκα μναῖ συναμφότερα γίγνονται· χρέα δʼ ἐπὶ τόκοις ὀφειλόμενα περὶ τετρακισχιλίας, ὧν τὸ ἔργον ἐπʼ ἐννέα ὀβολοῖς ἑπτακόσιαι καὶ εἴκοσι δραχμαὶ γίγνονται τοῦ ἐνιαυτοῦ ἑκάστου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="43"><p>πρόσοδος μὲν αὕτη δύο καὶ εἴκοσι μναῖ καὶ πρός· χωρὶς δὲ τούτων κατέλιπεν ἔπιπλα, πρόβατα, κριθάς, οἶνον, ὀπώρας, ἐξ ὧν ἐνεπόλησαν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐνεπόλησαν</foreign>Scaliger: <foreign xml:lang="grc">ἐνεπώλ-.</foreign></note> τετρακισχιλίας ἐννακοσίας· ἔτι δὲ ἔνδον ἐννακοσίας δραχμάς. πρὸς δὲ τούτοις ἐξ ἐράνων ὀφλήματα εἰσπεπραγμένα, μικροῦ δεούσας χιλίας δραχμάς, μαρτύρων ἐναντίον ἡ μήτηρ αὐτοῦ, τοῦ παιδός, ἀπεγράψατο. καὶ οὔπω λέγω περὶ τῶν ἄλλων, ἃ κατελείφθη μὲν οὗτοι δʼ οὐκ ἀποφαίνουσιν, ἀλλὰ τὰ φανερὰ καὶ τὰ ὑπὸ τούτων ὁμολογούμενα. κάλει δέ μοι τῶν εἰρημένων τοὺς μάρτυρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="44"><p rend="align(center)"><label>Μάρτυρες</label></p><p rend="align(indent)">ἡ μὲν τοίνυν Στρατοκλέους οὐσία καὶ πλείων ταύτης ἐστίν· ἀλλʼ ὕστερον περὶ τῶν παρακλεπτομένων ὑπὸ τούτων ποιήσομαι τοὺς λόγους· ἡ δʼ ἐμὴ πόση τις; χωρίον ἐν Οἰνόῃ πεντακισχιλίων καὶ Προσπαλτοῖ τρισχιλίων, καὶ οἰκία ἐν ἄστει δισχιλίων, πρὸς δὲ τούτοις 〈ὁ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign>add. Schoemann.</note> κλῆρος ὃν Ἁγνίας κατέλιπε, περὶ δύο τάλαντα· οὐ γὰρ ἂν οἶδʼ ὅτι πλέον εὕροι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εὕροι</foreign>Bekker: <foreign xml:lang="grc">εὔρη.</foreign></note> τούτου. ταῦτʼ ἐστὶ τρία τάλαντα καὶ τετρακισχίλιαι μόνον, δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="45"><p>κἀγὼ μὲν ἐγκαταλογίζομαι καὶ τὰ τοῦ ὑέος τοῦ ἐκποιηθέντος εἰς ταῦτα, τοῖς τοῦ παιδὸς δὲ οὐ προσέθηκα τὴν Θεοφῶντος οὐσίαν, πένθʼ ἡμιταλάντων οὖσαν, ἐφʼ ᾗ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ᾖ</foreign>Schoemann: <foreign xml:lang="grc">ἣν.</foreign></note> ἐποιήσατο τὴν ἀδελφὴν αὐτοῦ· ῥᾳδίως γὰρ ἂν εὑρεθείη καὶ ὀκτὼ ταλάντων ὁ τούτων οἶκος· ἀλλʼ ἐκεῖνα ἀφῄρηται χωρίς. κἀμοὶ μὲν ὁ κλῆρος ὃν Ἁγνίας κατέλιπεν, οὗτος οὔπω βέβαιός ἐστι· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="46"><p>δίκαι γὰρ ἐνεστήκασι ψευδομαρτυρίων, κελεύει δʼ ὁ νόμος, ἐὰν ἁλῷ τις τῶν ψευδομαρτυρίων, πάλιν ἐξ ἀρχῆς εἶναι περὶ αὐτῶν τὰς λήξεις· τὰ δὲ τοῦ παιδὸς ὡμολογημένα καὶ ἀναμφισβήτητα καταλέλοιπε Στρατοκλῆς. ὅτι δὲ τοσαῦτά ἐστι τἀμὰ σὺν τοῖς τοῦ ἐκποιήτου ὑέος, καὶ ψευδομαρτυριῶν ἐνεστᾶσι δίκαι περὶ τῶν Ἁγνίου, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="47"><p rend="align(center)"><label>Μαρτυρίαι</label></p><p rend="align(indent)">ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλʼ οὐ τηλικαῦτα ὥστε 〈ἐμοὶ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμοὶ</foreign>add. Schoemann.</note> μηδεμίαν γενέσθαι παρὰ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παρὰ</foreign>sched. *eton.: <foreign xml:lang="grc">περὶ.</foreign></note> τοὺς Στρατοκλέους παῖδας; 〈οὐκοῦν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐκοῦν</foreign>add. Buermann.</note> οὐκ ἄξιον τοῖς τούτου<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῖς τούτου</foreign>Reiske: <foreign xml:lang="grc">τούτοις τοῖς.</foreign></note> λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατʼ ἐμοῦ τηλικαῦτα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τηλικαῦτα</foreign>Aldus: <foreign xml:lang="grc">-αύτη.</foreign></note> τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵνʼ ὡς ἐλάχισθʼ ὑμεῖς αὐτῶν ἀπολαύητε.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπολαύητε</foreign>Aldus: <foreign xml:lang="grc">-οιτε.</foreign></note> τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="48"><p>ἐμοὶ δὲ μάρτυρές ἐστε πάντες ὅτι οἱ τῆς ἐμῆς γυναικὸς ἀδελφοί, Χαιρέλεως καὶ Μακάρτατος, οὐ τῶν λῃτουργούντων ἦσαν ἀλλὰ τῶν βραχεῖαν κεκτημένων οὐσίαν. Μακάρτατον γὰρ ἴστε ὅτι τὸ χωρίον ἀποδόμενος καὶ τριήρη πριάμενος καὶ ταύτην πληρωσάμενος εἰς Κρήτην ἐξέπλευσεν· οὐ γὰρ τὸ ἔργον ἀφανὲς ἐγένετο, ἀλλὰ καὶ λόγον ἐν τῷ δήμῳ παρέσχε, μὴ πόλεμον ἡμῖν ἀντʼ εἰρήνης ἐκεῖνος πρὸς Λακεδαιμονίους ποιήσειε. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>