<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:29-39</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:29-39</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="29"><p>εὖ δʼ οἶδʼ ὅτι 〈οὐδʼ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οὐδʼ</foreign>add. Scaliger.</note> εἰ συνεχώρουν τῷ παιδὶ λαβεῖν ἐπιδικασαμένῳ παρʼ ἐμοῦ τὸ ἡμικλήριον, οὐκ ἄν ποτε ταῦτʼ ἐποίησαν οὐδʼ ἐπεχείρησαν, εἰδότες 〈ὅτι〉,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὅτι</foreign>add. Stephanus.</note> ὁπότʼ ἐν τῇ ἀγχιστείᾳ μὴ ὄντες εἶχόν τι τῶν μὴ προσηκόντων, τοῦτʼ ἂν ὑπὸ τῶν ἐγγύτατα γένους ῥᾳδίως ἀφῃρέθησαν. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐ δίδωσι μεθʼ ἡμᾶς τοῖς ἡμετέροις παισὶ τὸ παράπαν τὴν ἀγχιστείαν ὁ νόμος, ἀλλὰ τοῖς πρὸς μητρὸς τοῦ τελευτήσαντος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="30"><p>ἧκεν ἂν οὖν ἐπʼ αὐτὰ τοῦτο μὲν ὁ Γλαύκων ὁ τοῦ Ἁγνίου ἀδελφός, πρὸς ὃν μὴ ὅτι γένος εἶχον ἄμεινον εἰπεῖν, ἀλλὰ καὶ ἔξω τῆς ἀγχιστείας ἐφαίνοντʼ ἂν ὄντες, τοῦτο δʼ, εἰ μὴ ἐβούλετο οὗτος, ἡ Ἁγνίου κἀκείνου μήτηρ, προσῆκον καὶ αὐτῇ τῆς ἀγχιστείας τοῦ αὑτῆς ὑέος, ὥσθʼ ὁπότʼ ἠγωνίζετο πρὸς τοὺς μηδὲν γένει προσήκοντας, φανερῶς ἂν ἔλαβε τὸ ἡμικλήριον παρʼ ὑμῶν, τοῦτο τοῦ δικαίου καὶ τῶν νόμων αὐτῇ δεδωκότων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="31"><p>οὐκοῦν διὰ ταῦτʼ οὐκ ἐλάγχανεν, οὐχ ὡς διʼ ἐμὲ ἢ τοὺς νόμους κωλυόμενος, ἀλλὰ ταύτας [τὰς] προφάσεις ποιούμενος ἐπὶ ταύτας τὰς συκοφαντίας ἐλήλυθεν, ἐξ ὧν γραφὴν γραψάμενος καὶ ἐμὲ διαβάλλων ἐλπίζει χρήματα λήψεσθαι καὶ ἐμὲ τῆς ἐπιτροπῆς ἀπαλλάξειν. καὶ οἴεται δεινοῦ τινος ἀνδρὸς ἔργον διαπράττεσθαι ταύταις ταῖς παρασκευαῖς, ὅτι μὴ κατορθώσας μὲν οὐδὲν ἀπολεῖ τῶν αὑτοῦ, διαπραξάμενος δʼ ἃ βούλεται καὶ τὰ τοῦ παιδὸς ἀδεῶς ἤδη διαφορήσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="32"><p rend="align(indent)">οὐκοῦν οὐ δεῖ προσέχειν ὑμᾶς τοῖς τούτου λόγοις τὸν νοῦν, οὐδʼ ἐπιτρέπειν, οὐδʼ ἐθίζειν εἶναι γραφὰς περὶ ὧν ἰδίας δίκας οἱ νόμοι πεποιήκασιν. ἁπλᾶ γὰρ τὰ δίκαια παντάπασίν ἐστι καὶ γνώριμα μαθεῖν· ἃ ἐγὼ διὰ βραχέων εἰπὼν καὶ παρακαταθέμενος ὑμῖν μνημονεύειν, ἐπὶ τὴν ἄλλην ἀπολογίαν ἤδη τρέψομαι τῶν κατηγορηθέντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="33"><p>τί οὖν ἔστι ταῦτα, καὶ τί διορίζομαι; εἰ μὲν κατʼ ἀγχιστείαν τῶν Ἁγνίου μετεῖναί φησι τῷ παιδί, τοῦ ἡμικληρίου λαχέτω πρὸς τὸν ἄρχοντα, κἂν ὑμεῖς ψηφίσησθε, λαβέτω· ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν. εἰ δὲ μὴ κατὰ τοῦτο ἀμφισβητεῖ, φησὶ δὲ ὁμολογῆσαί με τῷ παιδὶ μεταδώσειν, φάσκοντος ἐμοῦ τούτων εἶναι μηδέν, δικασάσθω, κἂν ἐξελέγξῃ με ὡς ὡμολόγησα, τότʼ ἤδη πραξάσθω· δίκαιον γὰρ οὕτως ἐστίν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="34"><p>εἰ δὲ μήτε πρὸς ἐμὲ μήτε κατʼ ἐμοῦ δίκην εἶναί φησι τῷ παιδί, τὸν κωλύοντα νόμον εἰπάτω, κἂν ἔχῃ δεῖξαι, λαβέτω καὶ οὕτω τὸ μέρος τῶν χρημάτων. εἰ δʼ αὖ αὖ μήτʼ ἐπιδικάσασθαί φησι δεῖν τοῦ ἡμικληρίου μήτʼ ἐμοὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μητ ἐμοὶ</foreign>Blass: <foreign xml:lang="grc">μήτε μὴ.</foreign></note> δικάσασθαι, ἀλλʼ ἤδη εἶναι ταῦτα τοῦ παιδός, ἀπογραψάσθω πρὸς τὸν ἄρχοντα εἰς τὴν μίσθωσιν τῶν ἐκείνου χρημάτων, ἣν ὁ μισθωσάμενος εἰσπράξει με ταῦτα ὡς ὄντα τοῦ παιδός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="35"><p>ταῦτα μεγάλα δίκαιά ἐστι. ταῦτα καὶ οἱ νόμοι κελεύουσιν, οὐ μὰ Δία οὐ γραφὰς ἐμὲ φεύγειν περὶ ὧν δίκας ἰδίας εἶναι πεποιήκασιν, οὐδὲ κινδυνεύειν περὶ τοῦ σώματος, ὅτι οὐ μεταδίδωμι τῷ παιδὶ τούτων, ἃ ψήφῳ κρατήσας ἐγὼ τοὺς ἔχοντας οὕτω παρʼ ὑμῶν ἔλαβον· ἀλλʼ εἴ τι τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς εἶχον καὶ κακῶς διέθηκα ὥστʼ ἐκεῖνον κακοῦσθαι, τότε ἄν μοι κατὰ ταύτην προσῆκε κρίνεσθαι τὴν γραφήν, οὐ μὰ Δίʼ οὐκ ἐπὶ τοῖς ἐμοῖς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="36"><p rend="align(indent)">ὅτι μὲν οὖν οὔτε περὶ τούτων οὐδὲν δίκαιον πεποίηκεν οὔτε περὶ τῶν ἄλλων ἀληθὲς οὐδὲν εἴρηκεν, ἅπαντα δὲ δεινῶς πλεονεξίᾳ μεμηχάνηται διαβάλλων καὶ τοὺς νόμους παράγων καὶ ὑμῶν καὶ ἐμοῦ παρὰ τὸ δίκαιον περιγενέσθαι ζητῶν, οἶμαι μὰ τοὺς θεοὺς οὐδʼ ὑμᾶς ἀγνοεῖν ἀλλʼ ὁμοίως εἰδέναι πάντας, ὥστʼ οὐκ οἶδʼ ὅ τι δεῖ πλείω περὶ τούτων λέγειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="37"><p rend="align(indent)">ὁρῶ δέ, ὦ ἄνδρες, τὴν πλείστην διατριβὴν τῶν λόγων ποιούμενον περὶ τὴν τοῦ παιδὸς οὐσίαν καὶ περὶ τὴν ἐμήν, καὶ τὰ μὲν ἐκείνου παντάπασιν ὡς ἄπορα διεξιόντα,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διεξιόντα</foreign>Aldus: <foreign xml:lang="grc">-ντος.</foreign></note> περὶ δʼ ἐμὲ πλοῦτόν τινα τῷ λόγῳ κατασκευάσαντα, καί τινα κακίαν κατηγοροῦντα<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">κατηγοροῦντα</foreign>Stephanus: <foreign xml:lang="grc">-ντος.</foreign></note> ὡς ἐγὼ τεττάρων οὐσῶν Στρατοκλέους θυγατέρων οὐδεμιᾷ τολμῶ συνευπορῆσαι προικός, καὶ ταῦτʼ ἔχων (ὡς οὗτός φησι) τὰ τοῦ παιδίου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="38"><p>βούλομαι δὴ καὶ περὶ τούτων εἰπεῖν· ἐλπίζει γὰρ διὰ τῶν λόγων ἐμοὶ μὲν τινα φθόνον γενήσεσθαι παρʼ ὑμῶν περὶ τῶν προσγεγενημένων χρημάτων, τοῖς δὲ παισὶν ἔλεον, ἂν ἄποροι παρʼ ὑμῖν εἶναι δόξωσιν. οὔκουν ἀγνοῆσαι δεῖ περὶ αὐτῶν ὑμᾶς οὐδέν, ἀλλʼ ἀκριβῶς καὶ ταῦτα μαθεῖν, ἵνʼ εἰδῆθʼ ὅτι ψεύδεται, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ἐγὼ γάρ, ὦ ἄνδρες, πάντων 〈ἂν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἂν</foreign>add. Schoemann.</note> ὁμολογήσαιμι εἶναι κάκιστος, εἰ Στρατοκλέους ἄπορα τὰ πράγματα καταλιπόντος αὐτὸς εὔπορος ὢν [καὶ] μηδεμίαν ἐπιμέλειαν ποιούμενος φαινοίμην τῶν ἐκείνου παίδων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="39"><p>εἰ δὲ πλείονα κατέλιπεν αὐτοῖς τὰ ὄντα τῶν ἐμῶν καὶ βεβαιότερα, καὶ ταῦτα τοσαῦτʼ ἐστὶν ὥστε καὶ τὰς θυγατέρας ἐξ αὐτῶν διαθεῖναι καλῶς καὶ τὸν παῖδα ἐκ τῶν λοιπῶν μηδὲν ἧττον εἶναι πλούσιον, ἐπιμελοῦμαί τε τοῦτον τὸν τρόπον αὐτῶν ὥστε καὶ πολλῷ πλείω γενέσθαι τὴν οὐσίαν, εἰκότως μὲν οὐκ ἂν ἔχοιμι μέμψιν, εἰ μὴ τἀμαυτοῦ προστίθημι τούτοις, σώζων δὲ τὰ τούτων καὶ πλείω ποιῶν δικαίως ἂν ἐπαινοίμην. ὅτι δὲ ταῦτα οὕτως ἔχει, ῥᾳδίως ἐπιδείξω. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>