<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:21-27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:21-27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="21"><p>τῇ μὲν γὰρ Εὐβουλίδου θυγατρὶ καὶ τῇ Ἁγνίου μητρὶ πρὸς ἡμᾶς ἀγωνιζομέναις, μὴ κατὰ ταὐτὸ ἀμφισβητούσαις, ἐνῆν ποιήσασθαι συνθήκας, ἂν ἡ ἑτέρα νικᾷ, μετεῖναί τι καὶ τῇ ἡττηθείσῃ· καδίσκος γὰρ ἔμελλεν ἑκατέρᾳ τεθήσεσθαι. τὸ δʼ ἡμέτερον οὐ τοιοῦτον ἦν, ἀλλʼ ἓν τὸ γένος, δύο δὲ λήξεις, ἡμικληρίου ἑκατέρῳ· τοῖς δὲ κατὰ ταὐτὰ ἀμφισβητοῦσιν εἷς τίθεται καδίσκος, οὗ οὐκ ἂν ἦν τὸν μὲν ἡττᾶσθαι τὸν δὲ νικᾶν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡττᾶσθαι τὸν δὲ νικᾶν</foreign>Valckenaer: <foreign xml:lang="grc">νικᾶσθαι τὸν δὲ ἡττᾶν.</foreign></note> ἀλλʼ ὁμοίως ἀμφοτέροις ἦν ὁ αὐτὸς κίνδυνος, ὥστʼ οὐκ ἐνῆν κοινωνίαν οὐδὲ διομολογίαν ποιήσασθαι περὶ αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="22"><p>ἀλλʼ οὗτος, ἐπειδὴ Στρατοκλῆς ἐτελεύτησε πρὶν γενέσθαι τοῦ ἡμικληρίου τὰς λήξεις ἡμῶν ἑκατέρῳ, καὶ οὐκέτʼ ἦν μετουσία τῷ Στρατοκλεῖ τούτων οὐδὲ τῷ παιδὶ τῷδε διὰ τὸν νόμον, ἀλλʼ ἐγίγνετο εἰς ἐμὲ ἡ κληρονομία κατʼ ἀγχιστείαν πάντων, εἰ νικήσαιμι τοὺς ἔχοντας, τότʼ ἤδη πλάττει ταῦτα καὶ μηχανᾶται, προσδοκῶν τούτοις τοῖς λόγοις ῥᾳδίως ὑμᾶς ἐξαπατῆσαι. ὅτι δʼ οὐχ οἷόν τʼ ἦν τούτων γίγνεσθαι οὐδέν, ἀλλὰ διείρηται<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διείρηται</foreign>Reiske: <foreign xml:lang="grc">διήρηται.</foreign></note> καθʼ ἕκαστον περὶ αὐτῶν, ἐκ τοῦ νόμου γνῶναι ῥᾴδιον. λαβὲ δʼ αὐτοῖς καὶ ἀναγίγνωσκε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="23"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">ἆρʼ ὑμῖν ὁ νόμος δοκεῖ ποιεῖν ἐξουσίαν κοινωνίας, ἀλλʼ οὐκ ἄντικρυς οὑτωσὶ πᾶν τοὐναντίον, εἰ καὶ τὸ πρότερον ὑπῆρχε κοινωνία, προστάττει, διαρρήδην κελεύων τοῦ μέρους ἕκαστον λαγχάνειν καὶ τοῖς κατὰ ταὐτὸ ἀμφισβητοῦσι τιθεὶς ἕνα καδίσκον καὶ τὰς ἐπιδικασίας τοῦτον τὸν τρόπον ποιῶν; ὁ δέ, ταῦτα τῶν νόμων λεγόντων καὶ οὐκ ἐνούσης γενέσθαι διομολογίας, οὕτως ἀλόγως πρᾶγμα τηλικοῦτον ψεύσασθαι τετόλμηκεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="24"><p>οὐ μόνον δὲ τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸ πάντων ἐναντιώτατον πρᾶγμα εἴρηκεν, ᾧ προσέχετε τὸν νοῦν, ὦ ἄνδρες. φησὶ γὰρ ὁμολογῆσαί με τοῦ κλήρου τῷ παιδὶ τὸ ἡμικλήριον μεταδώσειν, εἰ νικήσαιμι τοὺς ἔχοντας αὐτόν. καίτοι εἰ μέν τι καὶ αὐτῷ μετῆν κατὰ τὸ γένος, ὡς οὗτος λέγει, τί ἔδει γενέσθαι ταύτην αὐτοῖς παρʼ ἐμοῦ τὴν ὁμολογίαν; ἦν γὰρ ὁμοίως καὶ τούτοις ἐπίδικον τὸ ἡμικλήριον, εἴ περ ἀληθῆ λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="25"><p>εἰ δὲ μὴ προσῆκεν αὐτοῖς τῆς ἀγχιστείας μηδέν, διὰ τί ἂν μεταδώσειν ὡμολόγουν, τῶν νόμων ἐμοὶ πάντων αὐτῶν δεδωκότων τὴν κληρονομίαν; πότερα δʼ οὐκ ἦν μοι λαχεῖν, εἰ μὴ πείσαιμι τούτους; ἀλλʼ ὁ νόμος τῷ βουλομένῳ δίδωσι τὴν ἐξουσίαν, ὥστε τοῦτο οὐκ ἦν αὐτοῖς εἰπεῖν. ἀλλʼ εἶχόν τινά μοι μαρτυρίαν τοῦ πράγματος, ἣν εἰ μὴ ἐμαρτύρουν, οὐκ ἔμελλον ἐπιδικάσασθαι τούτων; ἀλλὰ κατὰ γένος ἠμφισβήτουν, οὐ κατὰ δόσιν, ὥστʼ οὐδὲν ἔδει μαρτύρων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="26"><p>ἀλλὰ μὴν εἰ μήτε κοινώσασθαι τὸ πρᾶγμα ἐνῆν, ὅτʼ ἔζη Στρατοκλῆς, μήτε ὁ πατὴρ αὐτῷ κατέλιπεν ἐπιδικασάμενος τούτων μηδέν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μηδέν</foreign>Bekker: <foreign xml:lang="grc">οὐδέν.</foreign></note> μήτε εἰκὸς ἦν μεταδώσειν ἐμὲ τὸ ἡμικλήριον ὁμολογῆσαι αὐτῷ, ἀπέδοτε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπέδοτε</foreign>Schoemann: <foreign xml:lang="grc">ἀπόδοτε.</foreign></note> 〈δʼ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign>add. Schoemann.</note> ὑμεῖς ἐπιδικάσαντές μοι τοῦτον τὸν κλῆρον, οἱ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign>Schoemann: <foreign xml:lang="grc">εἰ.</foreign></note> δὲ μήτε ἔλαχον τότε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τότε</foreign>Munscher: <foreign xml:lang="grc">τῶν.</foreign></note> αὐτῶν μήτʼ ἀμφισβητῆσαι πώποτʼ ἠξίωσαν, πῶς χρὴ πιστοὺς εἶναι νομίζειν τοὺς τούτων λόγους; ἐγὼ μὲν οἴομαι οὐδαμῶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="27"><p rend="align(indent)">προσποιεῖται τοίνυν οὗτος (ἐπειδὴ τοῦτʼ εἰκότως ἂν θαυμάζοιτε, ὅτι τοῦ ἡμικληρίου τότε τὴν δίκην οὐκ ἐλάγχανον) τοῦ μὲν μὴ λαχεῖν πρὸς ἐκείνους ἐμὲ εἶναι αἴτιον ὡς ὁμολογήσαντα μεταδώσειν, ὥστε διὰ τοῦτʼ οὐ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦτʼ οὐ</foreign>Reiske: <foreign xml:lang="grc">τούτου.</foreign></note> παρακαταβάλλειν αὐτούς,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτούς</foreign>Dobree: <foreign xml:lang="grc">αὐτοῖς.</foreign></note> τῆς δὲ πρὸς ἐμὲ λήξεως ἐμποδὼν εἶναι τοὺς νόμους (οὐ γὰρ εἶναι τοῖς ὀρφανοῖς κατὰ τῶν ἐπιτρόπων), οὐδέτερʼ ἀληθῆ λέγων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>