<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:18-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2:18-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="18"><p>εἶτα γράψας ἀνεψιοῦ παῖς<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">παῖς</foreign>Emper: <foreign xml:lang="grc">παῖδας.</foreign></note> εἶναι κἀκείνας ἐξελέγξας<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐξελέγξας</foreign>Reiske: <foreign xml:lang="grc">ἐξέλεγξα.</foreign></note> οὐκ οὔσας ἐν ταῖς ἀγχιστείαις, οὕτως ἐπεδικασάμην παρʼ ὑμῖν, καὶ αὐτῶν οὐκ ἴσχυσέ τι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τι</foreign>Reiske: <foreign xml:lang="grc">τις.</foreign></note> οὔτε τῇ τὸν κλῆρον ἐχούσῃ τὸ προνενικηκέναι τοὺς κατὰ διαθήκην ἀμφισβητήσαντας, οὔτε τῇ ἑτέρᾳ τὸ μητέρα εἶναι τοῦ τὸν κλῆρον καταλιπόντος, ἀλλʼ οὕτως οἱ τότε δικάζοντες καὶ τὸ δίκαιον καὶ τοὺς ὅρκους περὶ πολλοῦ ἐποιήσαντο, ὥστʼ ἐμοὶ τῷ κατὰ τοὺς νόμους ἀμφισβητοῦντι τὴν ψῆφον ἤνεγκαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="19"><p>καίτοι εἰ τὰς μὲν νενίκηκα τοῦτον τὸν τρόπον, ἐπιδείξας μηδὲν Ἁγνίᾳ κατʼ ἀγχιστείαν προσηκούσας, οὗτος δὲ μὴ ἐτόλμησεν ἀντιδικῆσαι τῷ παιδὶ τοῦ ἡμικληρίου πρὸς ἡμᾶς,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡμᾶς</foreign>Reiske: <foreign xml:lang="grc">ὑμᾶς.</foreign></note> οἱ δὲ Στρατίου παῖδες οἱ ταὐτὸν τούτῳ προσήκοντες μηδὲ νῦν ἀξιοῦσιν ἀντιδικῆσαι πρὸς ἐμὲ περὶ αὐτῶν, ἔχω δʼ ἐγὼ τὸν κλῆρον ἐπιδικασάμενος παρʼ ὑμῖν, ἐξελέγχω δὲ τοῦτον μηδέπω καὶ τήμερον ἔχοντʼ εἰπεῖν ὅ τι ὁ παῖς Ἁγνίᾳ προσήκει κατʼ ἀγχιστείαν, τί ἔτι δεῖ μαθεῖν ὑμᾶς ἢ 〈τί〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τί</foreign>add. Reiske.</note> ποθεῖτε ἀκοῦσαι περὶ τούτων; ἐγὼ μὲν γὰρ ὡς εὖ φρονοῦσιν ὑμῖν ἱκανὰ τὰ εἰρημένα νομίζω. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="20"><p rend="align(indent)">οὗτος τοίνυν ῥᾳδίως ὅ τι ἂν τύχῃ ψευδόμενος, καὶ τὴν αὑτοῦ πονηρίαν οὐδεμίαν ζημίαν εἶναι νομίζων, τολμᾷ με διαβάλλειν ἄλλα τε πολλά, περὶ ὧν ποιήσομαι τοὺς λόγους τάχα, καὶ νυνὶ λέγει ὡς ἐκοινωσάμεθα ἐγώ τε καὶ Στρατοκλῆς, τὸν ἀγῶνα εἰσιέναι περὶ τοῦ κλήρου μέλλοντες. ὃ μόνοις ἡμῖν τῶν ἀμφισβητεῖν παρεσκευασμένων οὐκ ἐνῆν, διομολογήσασθαι πρὸς ἀλλήλους. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="21"><p>τῇ μὲν γὰρ Εὐβουλίδου θυγατρὶ καὶ τῇ Ἁγνίου μητρὶ πρὸς ἡμᾶς ἀγωνιζομέναις, μὴ κατὰ ταὐτὸ ἀμφισβητούσαις, ἐνῆν ποιήσασθαι συνθήκας, ἂν ἡ ἑτέρα νικᾷ, μετεῖναί τι καὶ τῇ ἡττηθείσῃ· καδίσκος γὰρ ἔμελλεν ἑκατέρᾳ τεθήσεσθαι. τὸ δʼ ἡμέτερον οὐ τοιοῦτον ἦν, ἀλλʼ ἓν τὸ γένος, δύο δὲ λήξεις, ἡμικληρίου ἑκατέρῳ· τοῖς δὲ κατὰ ταὐτὰ ἀμφισβητοῦσιν εἷς τίθεται καδίσκος, οὗ οὐκ ἂν ἦν τὸν μὲν ἡττᾶσθαι τὸν δὲ νικᾶν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡττᾶσθαι τὸν δὲ νικᾶν</foreign>Valckenaer: <foreign xml:lang="grc">νικᾶσθαι τὸν δὲ ἡττᾶν.</foreign></note> ἀλλʼ ὁμοίως ἀμφοτέροις ἦν ὁ αὐτὸς κίνδυνος, ὥστʼ οὐκ ἐνῆν κοινωνίαν οὐδὲ διομολογίαν ποιήσασθαι περὶ αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="22"><p>ἀλλʼ οὗτος, ἐπειδὴ Στρατοκλῆς ἐτελεύτησε πρὶν γενέσθαι τοῦ ἡμικληρίου τὰς λήξεις ἡμῶν ἑκατέρῳ, καὶ οὐκέτʼ ἦν μετουσία τῷ Στρατοκλεῖ τούτων οὐδὲ τῷ παιδὶ τῷδε διὰ τὸν νόμον, ἀλλʼ ἐγίγνετο εἰς ἐμὲ ἡ κληρονομία κατʼ ἀγχιστείαν πάντων, εἰ νικήσαιμι τοὺς ἔχοντας, τότʼ ἤδη πλάττει ταῦτα καὶ μηχανᾶται, προσδοκῶν τούτοις τοῖς λόγοις ῥᾳδίως ὑμᾶς ἐξαπατῆσαι. ὅτι δʼ οὐχ οἷόν τʼ ἦν τούτων γίγνεσθαι οὐδέν, ἀλλὰ διείρηται<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">διείρηται</foreign>Reiske: <foreign xml:lang="grc">διήρηται.</foreign></note> καθʼ ἕκαστον περὶ αὐτῶν, ἐκ τοῦ νόμου γνῶναι ῥᾴδιον. λαβὲ δʼ αὐτοῖς καὶ ἀναγίγνωσκε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="23"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">ἆρʼ ὑμῖν ὁ νόμος δοκεῖ ποιεῖν ἐξουσίαν κοινωνίας, ἀλλʼ οὐκ ἄντικρυς οὑτωσὶ πᾶν τοὐναντίον, εἰ καὶ τὸ πρότερον ὑπῆρχε κοινωνία, προστάττει, διαρρήδην κελεύων τοῦ μέρους ἕκαστον λαγχάνειν καὶ τοῖς κατὰ ταὐτὸ ἀμφισβητοῦσι τιθεὶς ἕνα καδίσκον καὶ τὰς ἐπιδικασίας τοῦτον τὸν τρόπον ποιῶν; ὁ δέ, ταῦτα τῶν νόμων λεγόντων καὶ οὐκ ἐνούσης γενέσθαι διομολογίας, οὕτως ἀλόγως πρᾶγμα τηλικοῦτον ψεύσασθαι τετόλμηκεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="24"><p>οὐ μόνον δὲ τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸ πάντων ἐναντιώτατον πρᾶγμα εἴρηκεν, ᾧ προσέχετε τὸν νοῦν, ὦ ἄνδρες. φησὶ γὰρ ὁμολογῆσαί με τοῦ κλήρου τῷ παιδὶ τὸ ἡμικλήριον μεταδώσειν, εἰ νικήσαιμι τοὺς ἔχοντας αὐτόν. καίτοι εἰ μέν τι καὶ αὐτῷ μετῆν κατὰ τὸ γένος, ὡς οὗτος λέγει, τί ἔδει γενέσθαι ταύτην αὐτοῖς παρʼ ἐμοῦ τὴν ὁμολογίαν; ἦν γὰρ ὁμοίως καὶ τούτοις ἐπίδικον τὸ ἡμικλήριον, εἴ περ ἀληθῆ λέγουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="25"><p>εἰ δὲ μὴ προσῆκεν αὐτοῖς τῆς ἀγχιστείας μηδέν, διὰ τί ἂν μεταδώσειν ὡμολόγουν, τῶν νόμων ἐμοὶ πάντων αὐτῶν δεδωκότων τὴν κληρονομίαν; πότερα δʼ οὐκ ἦν μοι λαχεῖν, εἰ μὴ πείσαιμι τούτους; ἀλλʼ ὁ νόμος τῷ βουλομένῳ δίδωσι τὴν ἐξουσίαν, ὥστε τοῦτο οὐκ ἦν αὐτοῖς εἰπεῖν. ἀλλʼ εἶχόν τινά μοι μαρτυρίαν τοῦ πράγματος, ἣν εἰ μὴ ἐμαρτύρουν, οὐκ ἔμελλον ἐπιδικάσασθαι τούτων; ἀλλὰ κατὰ γένος ἠμφισβήτουν, οὐ κατὰ δόσιν, ὥστʼ οὐδὲν ἔδει μαρτύρων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="26"><p>ἀλλὰ μὴν εἰ μήτε κοινώσασθαι τὸ πρᾶγμα ἐνῆν, ὅτʼ ἔζη Στρατοκλῆς, μήτε ὁ πατὴρ αὐτῷ κατέλιπεν ἐπιδικασάμενος τούτων μηδέν,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μηδέν</foreign>Bekker: <foreign xml:lang="grc">οὐδέν.</foreign></note> μήτε εἰκὸς ἦν μεταδώσειν ἐμὲ τὸ ἡμικλήριον ὁμολογῆσαι αὐτῷ, ἀπέδοτε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπέδοτε</foreign>Schoemann: <foreign xml:lang="grc">ἀπόδοτε.</foreign></note> 〈δʼ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">δʼ</foreign>add. Schoemann.</note> ὑμεῖς ἐπιδικάσαντές μοι τοῦτον τὸν κλῆρον, οἱ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἱ</foreign>Schoemann: <foreign xml:lang="grc">εἰ.</foreign></note> δὲ μήτε ἔλαχον τότε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τότε</foreign>Munscher: <foreign xml:lang="grc">τῶν.</foreign></note> αὐτῶν μήτʼ ἀμφισβητῆσαι πώποτʼ ἠξίωσαν, πῶς χρὴ πιστοὺς εἶναι νομίζειν τοὺς τούτων λόγους; ἐγὼ μὲν οἴομαι οὐδαμῶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="27"><p rend="align(indent)">προσποιεῖται τοίνυν οὗτος (ἐπειδὴ τοῦτʼ εἰκότως ἂν θαυμάζοιτε, ὅτι τοῦ ἡμικληρίου τότε τὴν δίκην οὐκ ἐλάγχανον) τοῦ μὲν μὴ λαχεῖν πρὸς ἐκείνους ἐμὲ εἶναι αἴτιον ὡς ὁμολογήσαντα μεταδώσειν, ὥστε διὰ τοῦτʼ οὐ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦτʼ οὐ</foreign>Reiske: <foreign xml:lang="grc">τούτου.</foreign></note> παρακαταβάλλειν αὐτούς,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">αὐτούς</foreign>Dobree: <foreign xml:lang="grc">αὐτοῖς.</foreign></note> τῆς δὲ πρὸς ἐμὲ λήξεως ἐμποδὼν εἶναι τοὺς νόμους (οὐ γὰρ εἶναι τοῖς ὀρφανοῖς κατὰ τῶν ἐπιτρόπων), οὐδέτερʼ ἀληθῆ λέγων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg011.perseus-grc2" n="28"><p>οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρʼ ἐμοῦ λαμβάνειν· οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλʼ ὥσπερ καὶ γραφὰς κατʼ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν· οὔτʼ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἔχουσι</foreign>Dobree: <foreign xml:lang="grc">προσήκουσι.</foreign></note> τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλʼ ὅτι οὐδʼ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>