<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2:9-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2:9-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="9"><p>οἶμαι τοίνυν πάντας ὑμᾶς εἰδέναι, ὦ ἄνδρες, ὅτι κατὰ διαθήκας αἱ εἰσαγωγαὶ τῶν εἰσποιήτων γίγνονται, διδόντων τὰ ἑαυτῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ ἑαυτῶν</foreign>Sauppe: <foreign xml:lang="grc">τε αὐτῶν.</foreign></note> καὶ ὑεῖς ποιουμένων, ἄλλως δὲ οὐκ ἔξεστιν. εἴτε οὖν Ἀρίσταρχον φήσει τις αὐτὸν διαθέσθαι, οὐκ ἀληθῆ λέξει· γνησίου γὰρ ὄντος αὐτῷ Δημοχάρους ὑέος οὔτʼ ἂν ἐβούλετο ταῦτα [δια]πρᾶξαι, οὔτε ἐξῆν δοῦναι τὰ ἑαυτοῦ ἑτέρῳ· εἴτε Ἀριστάρχου τελευτήσαντος Δημοχάρην αὐτὸν ποιήσασθαι, καὶ ταῦτα ψεύσονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="10"><p>παιδὸς γὰρ οὐκ ἔξεστι διαθήκην γενέσθαι· ὁ γὰρ νόμος διαρρήδην κωλύει παιδὶ μὴ ἐξεῖναι συμβάλλειν μηδὲ γυναικὶ πέρα μεδίμνου κριθῶν. μεμαρτύρηται δὲ Ἀρίσταρχον μὲν πρότερον Δημοχάρους τοῦ ὑέος τελευτῆσαι, ἐκεῖνον δὲ ὕστερον τοῦ πατρός· ὥστε κατά γε διαθήκην ἐκείνων, οὐδʼ εἰ διέθεντο προσῆκεν αὐτῷ τούτων τῶν χρημάτων κληρονομῆσαι. ἀνάγνωθι δὴ καὶ τοὺς νόμους, καθʼ οὓς οὐδετέρῳ αὐτῶν ἐξῆν διαθήκας ποιήσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="11"><p rend="align(center)"><label>Νόμοι</label></p><p>οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλʼ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Θεναινέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀντεισαγαγεῖν</foreign>Dobree: <foreign xml:lang="grc">ἄν τις ἀναγαγεῖν.</foreign></note> οὐκ ἔστι νόμος· ἢ ἐὰν φῶσι, ψεύσονται. ὥστε οὐδʼ ἂν φάσκωσιν ὑπʼ ἐκείνου 〈εἰς〉ποιηθῆναι,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">〈εἰς〉ποιηθῆναι</foreign>Aldbrecht.</note> νόμον ἕξουσι δεῖξαι καθʼ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλʼ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανερώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>