<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2:0-19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2:0-19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="0"><p rend="align(center)"><label>Ὑπόθεσις</label></p><p rend="align(indent)">Ἀρίσταρχός τις τεσσάρων πατὴρ γενόμενος παίδων, Κυρωνίδου καὶ Δημοχάρους καὶ τῆς μητρὸς τοῦ λέγοντος τὸν λόγον καὶ ἄλλης κόρης, τούτων<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τούτων</foreign>Bekker: <foreign xml:lang="grc">τοῦτον.</foreign></note> μὲν τὸν Κυρωνίδην ἔτι περίων εἰσεποίησεν εἰς τὸν Ξεναινέτου τοῦ κατὰ μητέρα πάππου κλῆρον, αὐτὸς δὲ κληρονόμους τοὺς λοιποὺς ἑαυτῷ κατέλειψε παῖδας. μετὰ ταῦτα τελευτᾷ μὲν Δημοχάρης ἄπαις, καὶ ἡ μία θυγάτηρ [αὐτοῦ] καὶ αὐτὴ ἄπαις, ὁ δὲ κλῆρος ὅλος ἔρχεται δικαίως εἰς τὴν μητέρα τοῦ λέγοντος τὸν λόγον. καὶ ταῦτα μὲν οὕτω· μετὰ δὲ τὴν τελευτὴν Ἀριστάρχου Ἀριστομένης ἀδελφὸς ὢν αὐτοῦ καὶ κατὰ νόμον ἐπίτροπος τῶν τοῦ ἀδελφοῦ γινόμενος παίδων, ἐκδέδωκε Κυρωνίδῃ τῷ ἐκποιήτῳ υἱῷ Ἀριστάρχου τὴν θυγατέρα ἑαυτοῦ, ἐπαγγειλάμενος περιποιῆσαι αὐτῷ τὸν Ἀριστάρχου κλῆρον. ὃ δὴ καὶ πεποίηκε· γενομένου γὰρ υἱοῦ τῷ Κυρωνίδῃ πρῶτον μὲν ὄνομα τῷ παιδὶ τὸ τοῦ πάππου δεδώκασιν, Ἀρίσταρχον ὀνομάσαντες, εἶτα εἰσεποίησαν αὐτὸν εἰς τὸν 〈τοῦ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign>add. Bekker.</note> πάππου οἶκον ὡς δὴ τοῦτο ἐκείνου προστάξαντος, καὶ παραδέδωκεν Ἀριστομένης αὐτῷ τὸν ὅλον τοῦ πάππου κλῆρον. ἔτι δὲ ἄπαις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄπαις</foreign>Graux: <foreign xml:lang="grc">παῖς.</foreign></note> ὢν ἐκεῖνος [καὶ] τελευτῶν κληρονόμον κατὰ διαθήκας ἐνεστήσατο τὸν ἴδιον ἀδελφὸν Ξεναίνετον. τούτων οὕτω γενομένων, καὶ κρατοῦντος Ξεναινέτου τὴν Ἀριστάρχου τοῦ παλαιοῦ οὐσίαν, ἀμφισβητεῖ πρὸς αὐτὸν ὁ υἱὸς τῆς θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ, λέγων ἑαυτὸν μόνον εἶναι κληρονόμον δικαίως τῶν Ἀριστάρχου τοῦ παλαιοῦ χρημάτων. ὁ μὲν γὰρ Κυρωνίδης (φησίν) ἐκποίητος ἐγένετο· ὁ δὲ πατὴρ υἱὸν ἔχων γνήσιον τὸν Δημοχάρην, οὐκ ἐδύνατο θετὸν ἑαυτῷ ποιῆσαι παῖδα· ὁ δὲ Δημοχάρης ἀτελὴς ὢν οὐδὲ αὐτὸς ἐδύνατο εἰσποιῆσαι τῷ πατρὶ θετὸν υἱόν· ἀλλʼ οὐδʼ ἡ ἄλλη θυγάτηρ αὐτοῦ ἡ προτελευτήσασα. ὥστε οὐ κατὰ τὸν νόμον (φησί) τῆς εἰσποιήσεως γενομένης τοῦ μικροῦ Ἀριστάρχου, οὐκέτι συνίστατο ἡ διαθήκη αὐτοῦ, τοῦ νέου Ἀριστάρχου· ἃ γὰρ μὴ δικαίως ἐκτήσατο, πῶς ἄλλῳ παραπέμπειν ἐδύνατο; ἀναιρουμένης δὲ τῆς διαθήκης εἰκότως ὁ κλῆρος εἰς τὸν λέγοντα τὸν λόγον ἐφέρετο, υἱὸν ὄντα τῆς γνησίας θυγατρὸς Ἀριστάρχου τοῦ παλαιοῦ. καὶ ἡ μὲν ὑπόθεσις αὕτη, ἡ στάσις δὲ πραγματικὴ ἔγγραφος· ζητεῖ〈ται〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ζητεῖ〈ται〉</foreign>Wyse.</note> γὰρ εἰ δεῖ τὰς τοιαύτας συνεστάναι διαθήκας, καὶ τίς δικαιότερα λέγει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="1"><p rend="align(indent)">ἐβουλόμην 〈μέν〉,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">μέν</foreign>add. Bekker.</note> ὦ ἄνδρες, ὥσπερ Θεναίνετος οὑτοσὶ δύναται ψευδῆ λέγειν θαρραλέως, οὕτω κἀγὼ τἀληθῆ πρὸς ὑμᾶς περὶ ὧν ἀμφισβητοῦμεν εἰπεῖν δυνηθῆναι· οἶμαι γὰρ ἂν ὑμῖν εὐθέως δῆλον γενέσθαι εἴθʼ ἡμεῖς ἀδίκως ἐπὶ τὸν κλῆρον ἥκομεν, εἴθʼ οὗτοι μὴ προσηκόντως πάλαι τὰ χρήματα ταῦτα εἰλήφασι. νῦν δὲ οὐκ ἐξ ἴσου διακείμεθα, ὦ ἄνδρες. οἱ μὲν γὰρ καὶ λέγειν δεινοὶ καὶ παρασκευάσασθαι ἱκανοί, ὥστε καὶ ὑπὲρ ἑτέρων πολλάκις ἐν ὑμῖν ἠγωνίσθαι· ἐγὼ δὲ μὴ ὅτι ὑπὲρ ἄλλου ἀλλʼ οὐδὲ ὑπὲρ ἐμαυτοῦ πώποτε δίκην ἰδίαν εἴρηκα, ὥστε πολλῆς δεῖ με συγγνώμης τυχεῖν παρʼ ὑμῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="2"><p rend="align(indent)">ἠνάγκασμαι μὲν οὖν, ὦ ἄνδρες, διὰ τὸ μὴ δύνασθαι δίκην παρʼ αὐτῶν λαβεῖν, τὴν μητέρα τὴν ἐμὴν ἐν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐν</foreign>Dobree: <foreign xml:lang="grc">πρὸς.</foreign></note> τῇ ἀνακρίσει Ἀριστάρχου εἶναι ἀδελφὴν προσγράψασθαι· οὐ μὴν διὰ τοῦτο ὑμῖν ἡ διάγνωσις<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἡ διάγνωσις</foreign>Scheibe: <foreign xml:lang="grc">ἥδε ἡ γνῶσις.</foreign></note> ἧττον περὶ αὐτῶν εὐκρινὴς γενήσεται, [ἀλλʼ] ἐκ τῶν νόμων σκοποῦσιν εἰ τὰ ἑαυτοῦ δέδωκε τούτῳ Ἀρίσταρχος ἢ τὰ μηδὲν προσήκοντα. ἔστι δὲ δίκαιον τοῦτο, ὦ ἄνδρες· ὁ γὰρ νόμος κελεύει τὰ μὲν ἑαυτοῦ διαθέσθαι ὅτῳ ἂν ἐθέλῃ, τῶν δὲ ἀλλοτρίων οὐδένα κύριον πεποίηκε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="3"><p>τοῦτο οὖν ὑμᾶς πειράσομαι πρῶτον διδάσκειν, ἐάν μου μετʼ εὐνοίας ἀκοῦσαι ἐθέλητε. εἴσεσθε γὰρ ὡς ὁ κλῆρος οὗτος οὐ τούτων ἦν ἐξ ἀρχῆς, ἀλλὰ τῆς ἐμῆς μητρὸς πατρῷος, ἔπειτα καὶ ὡς Ἀρίσταρχος οὐδὲ καθʼ ἕνα νόμον αὐτὸν εἴληφεν, ἀλλὰ παρὰ πάντας τοὺς νόμους ἀδικεῖ μετὰ τῶν οἰκείων τὴν ἐμὴν μητέρα. ὅθεν οὖν σαφέστατα μαθήσεσθε ὡς ἔχει ταῦτα, ἐντεῦθεν ὑμᾶς πρῶτον πειράσομαι διδάσκειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="4"><p rend="align(indent)">Ἀρίσταρχος γὰρ ἦν, ὦ ἄνδρες, Συπαλήττιος.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">Συπαλήττιος</foreign>Baiter-Sauppe: <foreign xml:lang="grc">συπαλλήτιος.</foreign></note> οὗτος ἔλαβε Ξεναινέτου Ἀχαρνέως θυγατέρα, ἐξ ἧς γίγνεται Κυρωνίδης καὶ Δημοχάρης καὶ ἡ μήτηρ ἡ ἐμὴ καὶ ἄλλη τούτων ἀδελφή. Κυρωνίδης μὲν οὖν ὁ τοῦδε πατὴρ καὶ θατέρου τοῦ τόνδε τὸν κλῆρον ἀδίκως ἔχοντος ἐξεποιήθη εἰς ἕτερον οἶκον, ὥστε αὐτῷ τῶν χρημάτων οὐδὲν ἔτι προσῆκεν· Ἀριστάρχου δὲ τοῦ πατρὸς 〈τοῦ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τοῦ</foreign>add. Dobree.</note> τούτων τελευτήσαντος Δημοχάρης 〈ὁ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign>add. Sauppe.</note> ὑὸς κληρονόμος τῶν ἐκείνου κατέστη. τούτου δὲ παιδὸς ἀποθανόντος καὶ τῆς ἑτέρας ἀδελφῆς, ἡ μήτηρ ἡ ἐμὴ ἐπὶ<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐπὶ</foreign>Valckenaer: <foreign xml:lang="grc">ἐν.</foreign></note> παντὶ τῷ οἴκῳ ἐπίκληρος ἐγένετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="5"><p>καὶ οὕτω μὲν ἐξ ἀρχῆς ἅπαντα ταυτὶ τῆς ἐμῆς μητρὸς ἐγένετο· προσῆκον δʼ αὐτῇ μετὰ τῶν χρημάτων τῷ ἐγγύτατα γένους συνοικεῖν, πάσχει δεινότατα, ὦ ἄνδρες. Ἀριστομένης γὰρ ἀδελφὸς ὢν ἐκείνου τοῦ Ἀριστάρχου, ὄντος αὐτῷ ὑέος καὶ θυγατρός, ἀμελήσας ἢ αὐτὸς αὐτὴν ἔχειν ἢ τῷ ὑεῖ μετὰ τοῦ κλήρου ἐπιδικάσασθαι, τούτων μὲν οὐδὲν ἐποίησε, τὴν δὲ ἑαυτοῦ θυγατέρα ἐπὶ τοῖς τῆς ἐμῆς μητρὸς χρήμασι Κυρωνίδῃ ἐξέδωκεν, ἐξ ἧς ὁ Θεναίνετος οὗτος καὶ Ἀρίσταρχος ὁ τελευτήσας ἐγένετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="6"><p>τὸ μὲν οὖν ἀδίκημα, καὶ ὃν τρόπον τῶν χρημάτων ἀπεστερήθη,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀπεστερήθη</foreign>Schoemann: <foreign xml:lang="grc">-θην.</foreign></note> τοῦτʼ ἐστίν, ὦ ἄνδρες· μετὰ δὲ ταῦτα τὴν ἐμὴν μητέρα ἐκδίδωσι τῷ ἐμῷ πατρί. Κυρωνίδου δὲ τελευτήσαντος τὸν τοῦ Θεναινέτου ἀδελφὸν εἰσάγουσιν Ἀριστάρχῳ ὑόν, οὐδὲ καθʼ ἕνα νόμον, ὦ ἄνδρες, ὡς ἐγὼ ἐκ πολλῶν τεκμηρίων ὑμῖν ἐπιδείξω. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="7"><p>πρῶτον μὲν οὖν μάρτυρας ὑμῖν παρέξομαι ὡς Κυρωνίδης ἐκποίητος εἰς τὸν Θεναινέτου οἶκον ἐγένετο καὶ ἐν ἐκείνῳ ἐτελεύτησεν, ἔπειθʼ ὡς Ἀρισταρχος, οὗ ἦν οὗτος ὁ κλῆρος, πρότερος τοῦ ὑέος Δημοχάρους ἐτελεύτησε, Δημοχάρης δὲ παῖς ὢν ἀπέθανε καὶ ἡ ἑτέρα ἀδελφή, ὥστε τὸν κλῆρον ἐπὶ τῇ ἐμῇ μητρὶ γενέσθαι. καί μοι κάλει τούτων τοὺς μάρτυρας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="8"><p rend="align(center)"><label>〈Μάρτυρες〉</label></p><p>οὕτω μὲν ἐξ ἀρχῆς 〈τῆς μητρὸς τῆς ἐμῆς〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τῆς μητρὸς τῆς ἐμῆς</foreign>add. Buermann.</note> ἦν, ὦ ἄνδρες, ὁ κλῆρος, περὶ οὗ νῦν ὁ λόγος ἐστί, Κυρωνίδου μὲν ἐκποιήτου γενομένου εἰς τὸν Θεναινέτου οἶκον, τοῦ δὲ πατρὸς Ἀριστάρχου τῷ ὑεῖ Δημοχάρει καταλιπόντος, ἐκείνου δὲ τῇ ἀδελφῇ τῇ ἑαυτοῦ ταύτῃ, μητρὶ δὲ ἐμῇ.<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἐμῇ</foreign>Aldus: <foreign xml:lang="grc">ἐμοὶ.</foreign></note> δεῖ δέ, ἐπειδὴ λίαν ἀναισχυντοῦσιν, ὦ ἄνδρες, καὶ τὰ χρήματα παρὰ τὸ δίκαιον ἔχειν ἀξιοῦσι, μαθεῖν ὑμᾶς ὡς οὐδὲ καθʼ ἕνα νόμον Ἀρίσταρχος εἰς τοὺς φράτορας τοὺς ἐκείνου εἰσῆκται· ἐὰν γὰρ τοῦτο μάθητε, σαφῶς εἴσεσθε ὅτι τῷ μὴ δικαίως ἔχοντι οὐδὲ διατίθεσθαι περὶ αὐτῶν προσῆκεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="9"><p>οἶμαι τοίνυν πάντας ὑμᾶς εἰδέναι, ὦ ἄνδρες, ὅτι κατὰ διαθήκας αἱ εἰσαγωγαὶ τῶν εἰσποιήτων γίγνονται, διδόντων τὰ ἑαυτῶν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">τὰ ἑαυτῶν</foreign>Sauppe: <foreign xml:lang="grc">τε αὐτῶν.</foreign></note> καὶ ὑεῖς ποιουμένων, ἄλλως δὲ οὐκ ἔξεστιν. εἴτε οὖν Ἀρίσταρχον φήσει τις αὐτὸν διαθέσθαι, οὐκ ἀληθῆ λέξει· γνησίου γὰρ ὄντος αὐτῷ Δημοχάρους ὑέος οὔτʼ ἂν ἐβούλετο ταῦτα [δια]πρᾶξαι, οὔτε ἐξῆν δοῦναι τὰ ἑαυτοῦ ἑτέρῳ· εἴτε Ἀριστάρχου τελευτήσαντος Δημοχάρην αὐτὸν ποιήσασθαι, καὶ ταῦτα ψεύσονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="10"><p>παιδὸς γὰρ οὐκ ἔξεστι διαθήκην γενέσθαι· ὁ γὰρ νόμος διαρρήδην κωλύει παιδὶ μὴ ἐξεῖναι συμβάλλειν μηδὲ γυναικὶ πέρα μεδίμνου κριθῶν. μεμαρτύρηται δὲ Ἀρίσταρχον μὲν πρότερον Δημοχάρους τοῦ ὑέος τελευτῆσαι, ἐκεῖνον δὲ ὕστερον τοῦ πατρός· ὥστε κατά γε διαθήκην ἐκείνων, οὐδʼ εἰ διέθεντο προσῆκεν αὐτῷ τούτων τῶν χρημάτων κληρονομῆσαι. ἀνάγνωθι δὴ καὶ τοὺς νόμους, καθʼ οὓς οὐδετέρῳ αὐτῶν ἐξῆν διαθήκας ποιήσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="11"><p rend="align(center)"><label>Νόμοι</label></p><p>οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλʼ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Θεναινέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἀντεισαγαγεῖν</foreign>Dobree: <foreign xml:lang="grc">ἄν τις ἀναγαγεῖν.</foreign></note> οὐκ ἔστι νόμος· ἢ ἐὰν φῶσι, ψεύσονται. ὥστε οὐδʼ ἂν φάσκωσιν ὑπʼ ἐκείνου 〈εἰς〉ποιηθῆναι,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">〈εἰς〉ποιηθῆναι</foreign>Aldbrecht.</note> νόμον ἕξουσι δεῖξαι καθʼ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλʼ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανερώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="12"><p>καὶ μὲν δή, ὦ ἄνδρες, οὐδὲ Ἀριστομένει γε οὐδὲ Ἀπολλοδώρῳ, οἷς προσῆκε<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσῆκε</foreign>Reiske: <foreign xml:lang="grc">-ήκει.</foreign></note> τῆς ἐμῆς μητρὸς ἐπιδικάσασθαι, οὐδὲ τούτοις ἐξῆν. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ τὴν ἐμὴν μητέρα ἔχοντι Ἀπολλοδώρῳ ἢ Ἀριστομένει οὐκ ἂν οἷόν τε ἦν τῶν ἐκείνης κυρίῳ γενέσθαι, κατὰ τὸν νόμον ὃς οὐκ ἐᾷ τῶν τῆς ἐπικλήρου κύριον εἶναι, ἀλλʼ ἢ τοὺς παῖδας ἐπὶ δίετες ἡβήσαντας κρατεῖν τῶν χρημάτων, ἀλλʼ ἑτέρῳ αὐτὴν ἐκδόντι ἐξέσται εἰς τὰ ταύτης χρήματα ὑὸν εἰσποιῆσαι. δεινὰ μέντʼ ἂν γίγνοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="13"><p>καὶ τῷ μὲν πατρὶ αὐτῆς, εἰ παῖδες ἄρρενες μὴ ἐγένοντο, οὐκ ἂν ἐξῆν ἄνευ ταύτης διαθέσθαι· κελεύει γὰρ ὁ νόμος σὺν ταύταις κύριον εἶναι δοῦναι, ἐάν τῳ βούληται,<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">βούληται</foreign>Dobree: <foreign xml:lang="grc">-οιτο.</foreign></note> τὰ ἑαυτοῦ· τῷ δὲ μήτε λαβεῖν αὐτὴν ἀξιώσαντι μήτε πατρὶ ὄντι, ἀλλʼ ἀνεψιῷ, παρὰ πάντας τοὺς νόμους εἰσαγαγόντι ἔσται κυρίως ταῦτα πεπραγμένα; καὶ τίς ὑμῶν ταῦτα πεισθήσεται; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="14"><p>ἐγὼ μέν, ὦ ἄνδρες, σαφῶς ἐπίσταμαι ὅτι οὔτε Ξεναίνετος οὔτε ἄλλος οὐδεὶς ἀνθρώπων ἕξει ἀποδεῖξαι ὡς οὐ τῆς ἐμῆς μητρὸς οὗτος 〈ὁ〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ὁ</foreign>add. Sauppe.</note> κλῆρός ἐστι, τοῦ ἀδελφοῦ αὐτῇ τοῦ Δημοχάρους καταλιπόντος· ἐὰν δʼ ἄρα τολμῶσι περὶ αὐτῶν λέγειν, νόμον κελεύετε δεῖξαι καθʼ ὃν γεγένηται ἡ εἰσποίησις Ἀριστάρχῳ, καὶ τίς ὁ εἰσποιήσας· τοῦτο γὰρ δίκαιόν ἐστιν. ἀλλʼ οἶδʼ ὅτι οὐχ ἕξουσιν ἐπιδεῖξαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="15"><p rend="align(indent)">περὶ μὲν οὖν τοῦ τὸν κλῆρον εἶναι τῆς μητρὸς ἐξ ἀρχῆς καὶ ἀδίκως αὐτὴν ὑπὸ τούτων ἀπεστερῆσθαι, ἔκ τε τῶν εἰρημένων καὶ μεμαρτυρημένων καὶ ἐξ αὐτῶν τῶν νόμων ἱκανῶς ἡγοῦμαι ἀποδεδεῖχθαι. οὕτω δὲ καὶ τούτοις φανερόν ἐστιν ὅτι οὐ προσηκόντως ἔχουσι ταῦτα τὰ χρήματα, ὥστε οὐκ ἐπὶ τῷ δικαίως Ἀρίσταρχον εἰσαχθῆναι εἰς τοὺς φράτορας τὸν λόγον ποιοῦνται μόνον ἀλλὰ καὶ δίκην φασὶν ὑπὲρ τούτων τῶν χρημάτων τὸν πατέρα τὸν ἑαυτῶν ἐκτετικέναι, ἵνα, ἂν μὴ κατʼ ἐκεῖνον δικαίως δοκῶσιν ἔχειν, κατά γε ταῦτα εἰκότως προσῆκον αὐτοῖς φαίνηται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="16"><p>ἐγὼ δʼ, ὦ ἄνδρες, ὅτι οὐκ ἀληθῆ λέγουσι, μεγάλοις ὑμᾶς τεκμηρίοις διδάξω. εἰ γὰρ ἦν, ὡς οὗτοι λέγουσιν, ὑπόχρεως οὗτος ὁ κλῆρος, οὔτʼ ἂν χρήματα οὗτοι ὑπὲρ αὐτῶν ἐξέτινον (οὐ γὰρ προσῆκεν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">προσῆκεν</foreign>Reiske: <foreign xml:lang="grc">-ον.</foreign></note> αὐτοῖς, ἀλλʼ οἷς ἐγένετο ἡ ἐμὴ μήτηρ ἐπίδικος, τούτοις ἀναγκαῖον ἦν ὑπὲρ αὐτῶν βουλεύσασθαι), οὔτε ἂν εἰσεποίουν<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">εἰσεποίουν</foreign>Aldus: <foreign xml:lang="grc">εἰσποιεῖν.</foreign></note> εἰς τοῦτον τὸν κλῆρον ὑὸν Ἀριστάρχῳ, μέλλοντες ὠφεληθήσεσθαι μὲν μηδέν, ζημιωθήσεσθαι δὲ μεγάλα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="17"><p>ἢ ἕτεροι μέν, ὅταν περὶ χρημάτων δυστυχῶσι, τοὺς σφετέρους αὐτῶν παῖδας εἰς ἑτέρους οἴκους εἰσποιοῦσιν, ἵνα μὴ μετάσχωσι τῆς τοῦ πατρὸς ἀτιμίας· οὗτοι δὲ ἄρα εἰς ὑπόχρεων οὐσίαν καὶ οἶκον<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">οἶκον</foreign>Scheibe: <foreign xml:lang="grc">οἴκοθεν.</foreign></note> εἰσεποίουν σφᾶς αὐτούς, ἵνα καὶ τὰ ὑπάρχοντα προσαπολέσειαν; οὐκ ἔστι ταῦτα, ἀλλʼ ὁ μὲν κλῆρος ἐλεύθερος ἦν καὶ τῆς ἐμῆς μητρὸς ἐγένετο, οὗτοι δὲ φιλοχρηματοῦντες καὶ ἐκείνην ἀποστεροῦντες ταῦτα πάντα ἐμηχανήσαντο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="18"><p rend="align(indent)">ἴσως οὖν 〈ἄν〉<note xml:lang="lat" resp="Loeb" anchored="true"><foreign xml:lang="grc">ἄν</foreign>add. Baiter-Sauppe.</note> τις, ὦ ἄνδρες, τὸν χρόνον ὑμῶν θαυμάσειε, πῶς ποτε πολὺν οὕτως εἰάσαμεν καὶ ἀποστερούμενοι οὐκ ᾖμεν ἐπʼ αὐτά, ἀλλὰ νυνὶ περὶ αὐτῶν τοὺς λόγους ποιούμεθα. ἐγὼ δὲ οἶμαι μὲν οὐ δίκαιον εἶναι διὰ τοῦτο ἔλαττον ἔχειν, εἴ τις μὴ ἐδυνήθη ἢ κατημέλησεν (οὐ γὰρ τοῦτό ἐστι σκεπτέον, ἀλλὰ τὸ πρᾶγμα εἰ δίκαιον ἢ μή)· ὅμως μέντοι καὶ περὶ τούτων αἴτιον εἰπεῖν ἔχομεν, ὦ ἄνδρες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0017.tlg010.perseus-grc2" n="19"><p>ὁ γὰρ πατὴρ οὑμὸς ἐπὶ προικὶ ἐγγυησάμενος τὴν ἐμὴν μητέρα συνῴκει, τὸν δὲ κλῆρον τούτων καρπουμένων οὐκ εἶχεν ὅπως εἰσπράξαιτο· ὅτε γὰρ περὶ αὐτοῦ λόγους ἐποιήσατο τῆς μητρὸς κελευούσης, οὗτοι ταῦτα αὐτῷ ἠπείλησαν, αὐτοὶ ἐπιδικασάμενοι αὐτὴν ἕξειν, εἰ μὴ βούλοιτο αὐτὸς ἐπὶ προικὶ ἔχειν. ὁ δὲ πατήρ, ὥστε τῆς μητρὸς μὴ στερηθῆναι, καὶ δὶς τοσαῦτα χρήματα εἴασεν ἂν αὐτοὺς καρποῦσθαι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>